Humanitext Reader

亚里士多德 · 物理学 §3.6#1

潜能意义上的无限存在以及分割与相加

第 35 段,共 113 段 · 希腊语

内容简介

为了避免完全否定无限所导致的荒谬后果(如时间有始有终),作者提出无限是在潜能上存在的,类比于通过不断产生新事物而存在的“一天”或“竞技会”。他还进一步阐明了有限范围内的相加无限与分割无限之间的相反对应关系。

§3.6#1Ὅτι δʼ εἰ μὴ ἔστιν ἄπειρον ἀπλῶς, πολλὰ ἀδύνατα συμβαίνει, δῆλον.
然而,如果无限者根本不存在,显然会产生许多不可能的结果。
τοῦ τε γὰρ χρόνου ἔσται τις ἀρχὴ καὶ τελευτή, καὶ τὰ μεγέθη οὐ διαιρετὰ εἰς μεγέθη, καὶ ἀριθμὸς οὐκ ἔσται ἄπειρος.
因为时间将会有一个起点和终点,量将不能再分割为量,而数也不会是无限的。
ὅταν δὲ διωρισμένων οὕτως μηδετέρως φαίνηται ἐνδέχεσθαι, διαιτητοῦ δεῖ, καὶ δῆλον ὅτι πὼς μὲν ἔστιν πὼς δʼ οὔ.
但是,在这些事情被如此界定之后,如果看来任何一方都无法成立,就需要一个裁判者,并且显然,它在某种意义上存在,在另一种意义上则不存在。
λέγεται δὴ τὸ εἶναι τὸ μὲν δυνάμει τὸ δὲ ἐντελεχείᾳ, καὶ τὸ ἄπειρον ἔστι μὲν προσθέσει ἔστι δὲ καὶ διαι. ρέσει.
的确,“存在”一方面在潜能上说,另一方面在现实上说,而无限者一方面通过相加而存在,另一方面也通过分割而存在。
τὸ δὲ μέγεθος ὅτι μὲν κατʼ ἐνέργειαν οὐκ ἔστιν ἄπειρον, εἴρηται, διαιρέσει δʼ ἐστίν· οὐ γὰρ χαλεπὸν ἀνελεῖν τὰς ἀτόμους γραμμάς· λείπεται οὖν δυνάμει εἶναι τὸ ἄπειρον.
至于量,我们已经说过,在现实上它不是无限的,但在分割上它是无限的;因为反驳“不可分线”的假说并不困难;因此,剩下的就是无限者在潜能上存在。
οὐ δεῖ δὲ τὸ δυνάμει ὄν λαμβάνειν, ὥσπερ εἰ δυνατὸν τοῦτʼ ἀνδριάντα εἶναι, ὡς καὶ ἔσται τοῦτʼ ἀνδριάς, οὕτω καὶ ἄπειρον ὃ ἔσται ἐνεργείᾳ· ἀλλʼ ἐπεὶ πολλαχῶς τὸ εἶναι, ὥσπερ ἡ ἡμέρα ἔστι καὶ ὁ ἀγὼν τῷ ἀεὶ ἄλλο καὶ ἄλλο γίγνεσθαι, οὕτω καὶ τὸ ἄπειρον (καὶ γὰρ ἐπὶ τούτων ἔστι καὶ δυνάμει καὶ ἐνεργείᾳ·
但我们不应当把“在潜能上存在者”理解为:正如这块东西可能成为雕像,因而它也将实际成为雕像那样,认为无限者也是某种将在现实上成为无限的东西;而是因为“存在”有多种意义,正如“一天”和“竞技会”的存在是通过不断有不同的东西产生出来一样,无限者也是如此。
Ὀλύμπια γὰρ ἔστι καὶ τῷ δύνασθαι τὸν ἀγῶνα γίγνεσθαι καὶ τῷ γίγνεσθαι).
(因为在这些情况下,也既有潜能也有现实:因为奥林匹亚竞技会的“存在”,既在于竞技会能够举行,也在于它正在举行。
ἄλλως δʼ ἔν τε τῷ χρόνῳ δῆλον καὶ ἐπὶ τῶν ἀνθρώπων, καὶ ἐπὶ τῆς διαιρέσεως τῶν μεγεθῶν.
)但是在时间中、在人类的繁衍中,以及在量的分割中,无限则是以另一种方式明显存在的。
ὅλως μὲν γὰρ οὕτως ἔστιν τὸ ἄπειρον, τῷ ἀεὶ ἄλλο καὶ ἄλλο λαμβάνεσθαι, καὶ τὸ λαμβανόμενον μὲν ἀεὶ εἶναι πεπερασμένον, ἀλλʼ ἀεί γε ἕτερον καὶ ἕτερον· ἀλλʼ ἐν τοῖς μεγέθεσιν ὑπομένοντος τοῦ ληφθέντος, ἐπὶ δὲ τοῦ χρόνου καὶ τῶν ἀνθρώπων φθειρομένων οὕτως ὥστε μὴ ἐπιλείπειν.
因为总的来说,无限是以这种方式存在的:即不断有不同的部分被取出来,虽然每次取出来的部分总是有限的,但它们总是各不相同的;不过在量的情况下,被取出的部分会保留下来;但在时间与人类的情况下,它们虽然消逝,却能以不中断的方式持续。
τὸ δὲ κατὰ πρόσθεσιν τὸ αὐτό ἐστί πως καὶ τὸ κατὰ διαίρεσιν· ἐν γὰρ τῷ πεπερασμένῳ κατὰ πρόσθε. σιν γίγνεται ἀντεστραμμένως· ᾗ γὰρ διαιρούμενον ὁρᾶται εἰς ἄπειρον, ταύτῃ προστιθέμενον φανεῖται πρὸς τὸ ὡρισμένον.
另一方面,按相加而言的无限,在某种意义上与按分割而言的无限是相同的;因为在有限的量内部,相加是按相反的关系进行的:即在它被看作向着无限分割的那个方向上,它显现为向着某个限定的量进行相加。
ἐν γὰρ τῷ πεπερασμένῳ μεγέθει ἂν λαβών τις ὡρισμένον προσλαμβάνῃ τῷ αὐτῷ λόγῷ, μὴ τὸ αὐτό τι τοῦ ὅλου μέγεθος περιλαμβάνων, οὐ διέξεισι τὸ πεπερασμένον· ἐὰν δʼ οὕ. τως αὔξῃ τὸν λόγον ὥστε ἀεί τι τὸ αὐτὸ περιλαμβάνειν μέγεθος, διέξεισι, διὰ τὸ πᾶν πεπερασμένον ἀναιρεῖσθαι ὁτῳοῦν ὡρισμένῳ.
因为在一个有限的量中,如果一个人取了一个限定的部分,并按相同的比例继续加上去,而每次不加上整柱中的同一个大小,他就不会超出这个有限的量;但如果他增大比例,以便每次都加上相同的量,他就会超出它,因为任何有限的量都会被任何一个限定的量所耗尽。
ἄλλως μὲν οὖν οὐκ ἔστιν, οὕτως δʼ ἔστι τὸ ἄπειρον, δυνάμει τε καὶ ἐπὶ καθαιρέσει (καὶ ἐντελεχείᾳ δὲ ἔστιν, ὡς τὴν ἡμέραν εἶναι λέγομεν καὶ τὸν ἀγῶνα)· καὶ δυνάμει οὕτως ὡς ἡ ὕλη, καὶ οὐ καθʼ αὐτό, ὡς τὸ πεπερασμέ. νον.
因此,无限者不能以其他方式存在,只能以这种方式存在:即在潜能上以及在递减中存在(而且它在现实上也是存在的,正如我们说“一天”或“竞技会”存在那样);并且它在潜能上的存在就像质料那样,而不像有限者那样是自存的。
καὶ κατὰ πρόσθεσιν δὴ οὕτως ἄπειρον δυνάμει ἔστιν, ὃ ταὐτὸ λέγομεν τρόπον τινὰ εἶναι τῷ κατὰ διαίρεσιν· ἀεὶ μὲν γάρ τι ἔξω ἔσται λαμβάνειν, οὐ μέντοι ὑπερβαλεῖ παντὸς μεγέθους, ὥσπερ ἐπὶ τὴν διαίρεσιν ὑπερβάλλει παντὸς ὡρισμένου καὶ ἀεὶ ἔσται ἔλαττον.
而且,按相加而言的无限也同样是以这种方式在潜能上存在的,关于这一点,我们说它在某种意义上与按分割而言的无限是相同的;因为虽然将始终能够在其外部取出某个部分,但它并不会超出一切大小,而正是在分割的情况下,它会超出任何限定的大小而变得越来越小。

词汇与语法注释

  1. ¦10¦Ὅτι δʼ εἰ μὴ ἔστιν ἄπειρον ἀπλῶς, πολλὰ ἀδύνατα ... συμβαίνει, δῆλον — 由 Ὅτι 引导的名词性从句作为主句谓语形容词 δῆλον(显然的)的主语。小词 δʼ 标志着从上一章(否定现实的无限物体)向本章反论点(即完全否定无限将导致矛盾)的过渡。
  2. ¦20¦οὐ δεῖ δὲ τὸ δυνάμει ὄν λαμβάνειν, ὥσπερ εἰ δυνατὸν τοῦτʼ ἀνδριάντα εἶναι, ὡς καὶ ἔσται τοῦτʼ ἀνδριάς, οὕτω καὶ ἄπειρον ὃ ἔσται ἐνεργείᾳ — 使用 ὥσπερ... οὕτω... 的相关结构。它将对“在潜能上存在者”的理解,与雕像的例子(将来实际会成为雕像的东西)进行了对比。后半部分的 ὃ ἔσται ἐνεργείᾳ 是以 ἄπειρον 为先行词的关系从句,表示“某种将在现实上成为[无限]的东西”。
  3. ¦29a¦ἀλλʼ ἐν τοῖς μεγέθεσιν ὑ포μένοντος τοῦ ληφθέντος, ἐπὶ δὲ τοῦ χρόνου καὶ τῶν ἀνθρώπων φθειρομένων οὕτως ὥστε μὴ ἐπιλείπειν — 由前半部分的属格独立结构(ὑπομένοντος τοῦ ληφθέντος)与后半部分的属格独立(φθειρομένων,其主语从“时间与人类”中推导出来)构成的对比结构。它区分了量(取出的部分保留)与时间/人类世代(部分消逝,但通过 ὥστε 引导的结果从句表示“以至于不中断”)中无限的不同潜能存在方式。
  4. ¦20¦ὥσπερ ἐπὶ τὴν διαίρεσιν ὑπερβάλλει παντὸς ὡρισμένου καὶ ἀεὶ ἔσται ἔλαττον — 不及物动词 ὑπερβάλλει 的主语是上下文中的“分割过程”(或通过分割取出的部分)。παντὸς ὡρισμένου 是比较属格。该句具有反讽性地指出,分割过程在向小的方向上“超出”任何限定的大小,因此它“将总是更小”。

引用这一段

亚里士多德, 物理学 §3.6#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:3.6%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。