Humanitext Reader

亚里士多德 · 物理学 §3.5#3

反驳阿那克萨戈拉与否定无限物体

第 34 段,共 113 段 · 希腊语

内容简介

本段反驳了阿那克萨戈拉关于“无限者自我支撑并停留在自身中”的荒谬观点,论证了部分与整体场所的同质性。随后通过场所的方向性(上下前后左右)及数量概念的界限,证明现实中不可能存在无限的物体。

§3.5#3Ἀναξαγόρας δʼ ἀτόπως λέγει περὶ τῆς τοῦ ἀπείρου μονῆς· στηρίζειν γὰρ αὐτὸ αὐτ ό φησιν τὸ ἄπειρον·
阿那克萨戈拉关于无限者的静止的说法是荒谬的;因为他说无限者自身支撑着自身。
τοῦτο δέ, ὅτι ἐν αὐτῷ (ἄλλο γὰρ οὐδὲν περιέχειν, ὡς ὅπου ἄν τι ᾖ, πεφυκὸς ἐνταῦθα εἶ.
而这[之所以如此],是因为它在自身之中(因为没有其他东西包围它),基于任何东西无论在哪里,本质上就应该在那里一样的假定。
ναι. τοῦτο δʼ οὐκ ἀληθές· εἴη γὰρ ἄν τί που βιᾶ καὶ οὐχ οὗ πέφυκεν.
但这并不真实;因为某个东西可能会因外力而存在于某处,而不是在它本质上该在的地方。
εἰ οὖν ὅτι μάλιστα μὴ κινεῖται τὸ ὅλον (τὸ γὰρ αὐτῷ στηριζόμενον καὶ ἐν αὐτῷ ὄν ἀκίνητον εἶναι ἀνάγκη), ἀλλὰ διὰ τί οὐ πέφυκε κινεῖσθαι, λεκτέον.
因此,即使整个宇宙极度不运动(因为被自身所支撑且存在于自身之中的东西必然是静止的),但为什么它本质上不运动,这仍须予以说明。
οὐ γὰρ ἱκανὸν τὸ οὕτως εἰπόντα ἀπηλλάχθαι· εἴη γὰρ ἂν καὶ ὅτι οὐκ ἔχει ἀλλαχῆ κινεῖσθαι οὐ κινούμενον, ἀλλὰ πεφυκέναι οὐδὲν κωλύει·
因为仅凭这样敷衍过去是不够的;因为一个东西不运动,也可能是因为它没有别的地方可去,但没有什么能阻止它在本性上[具有运动的倾向]。
ἐπεὶ καὶ ἡ γῇ οὐ φέρεται, οὐδʼ εἰ ἄπειρος ἦν, εἰργμένη μέντοι ὑπὸ τοῦ μέσου ἀλλʼ οὐχ ὅτι οὐκ ἔστιν ἄλλο οὗ ἐνεχθήσεται, μείνειεν ἄν, ἀλλʼ ὅτι πέφυκεν οὕτω.
因为即使地球是无限的,它也不会移动,只要它被中心所限制;它之所以停留,并不是因为没有其他它可以被运送去的地方,而是因为它的本性如此。
καίτοι ἐξείη) ἂν λέγειν ὅτι στηρίζει αὐτήν.
然而,人们却可以说它支撑着自身。
εἰ οὖν μηδʼ ἐπὶ τῆς γῆς τοῦτο αἴτιον ἀπείρου οὔσης, ἀλλʼ ὅτι βάρος ἔχει, τὸ δὲ βαρὺ μένει ἐπὶ τοῦ μέσου, ἡ δὲ γῆ ἐπὶ τοῦ μέσου, ὁμοίως ἂν καὶ τὸ ἄπει. ρον μένοι ἐν αὐτῷ διά τινʼ ἄλλην αἰτίαν, καὶ οὐχ ὅτι ἄπει. ρον καὶ στηρίζει αὐτὸ ἑαυτό.
因此,即使在地球是无限的情况下,这(自相支撑)也不是原因,而是因为它具有重量,而重物留在中心,地球也在中心,同样,无限者也可能因为其他某种原因而留在自身之中,而不是因为它本身是无限的且支撑着自身。
ἅμα δὲ δῆλον ὅτι κἂν ὁτιοῦν μέρος δέοι μένειν· ὡς γὰρ τὸ ἄπειρον ἐν ἑαυτῷ μένει στηρίζον, οὕτως κἂν ὁτιοῦν ληφθῇ μέρος ἐν ἑαυτῷ μενεῖ· τοῦ γὰρ ὅλου καὶ τοῦ μέρους ὁμοειδεῖς οἱ τόποι, οἶον ὅλης γῆς καὶ βώλου κάτω καὶ παντὸς πυρὸς καὶ σπινθῆρος ἄνω.
同时很明显,任何部分也都应当留下来;因为正如无限者通过支撑自身而留在自身中一样,无论取哪一个部分,它也都会留在自身之中;因为整体和部分的场所是同类的,例如,整个地球和一粒土块的场所在下,所有的火和一星火花的场所在上。
ὥστε εἰ τοῦ ἀπείρου τόπος τὸ ἐν αὐτῷ, καὶ τοῦ μέρους ὁ αὐτός.
因此,如果无限者的场所是“在自身之中”,那么部分的场所也是相同的。
μενεῖ ἄρα ἐν ἑαυτῶ.
因此,部分将留在自身之中。
ὅλως δὲ φανερὸν ὅτι ἀδύνατον ἄπειρον ἅμα λέγειν σῶμα καὶ τόπον τινὰ εἶναι τοῖς σώμασιν, εἰ πᾶν σῶμα αἰσθητὸν ἢ βάρος ἔχει ἢ κουφότητα, καὶ εἰ μὲν βαρύ, ἐπὶ τὸ μέσον ἔχει τὴν φορὰν φύσει, εἰ δὲ κοῦφον, ἄνω·
总的来说,显然不可能同时声称存在一个无限的物体,并且物体具有某种场所,如果每个感性物体要么具有重量,要么具有轻量,且如果是重的,本质上就具有向中心运动的倾向,如果是轻的,则向上。
ἀνάγκη γὰρ καὶ τὸ ἄπειρον, ἀδύνατον δὲ ἢ ἅπαν ὁποτερονοῦν ἢ τὸ ἥμισυ ἑκάτερον πεπονθέναι·
因为无限者也必然[具有其中之一],但其整体具有两者之一,或者两半各自具有其中之一,都是不可能的。
πῶς γὰρ διελεῖς;
因为你将如何分割它?
ἢ πῶς τοῦ ἀπείρου ἔσται τὸ μὲν ἄνω τὸ δὲ κάτω, ἢ ἔσχατον καὶ μέσον;
或者无限者怎么会有这一半在上、那一半在下,或者有边缘和中心呢?
ἔτι πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ, τόπου δὲ εἴδη καὶ διαφοραὶ τἄνω καὶ κάτω καὶ ἔμπροσθεν καὶ ὄπισθεν καὶ δεξιὸν καὶ ἀριστερόν· καὶ ταῦτα οὐ μόνον πρὸς ἡμᾶς καὶ θέσει, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ ὅλῳ διώρισται.
此外,每个感性物体都在场所之中,而场所的种类和区别是上与下、前与后、右与左;这些区别不仅是对我们而言以及因位置而异,而且在宇宙本身之中也是被界定了的。
ἀδύνατον δʼ ἐν τῷ ἀπείρῳ εἶναι ταῦτα.
但在无限者之中存在这些是不可能的。
ἀπλῶς δʼ εἰ ἀδύνατον τόπον ἄπειρον εἶναι, ἐν τόπῳ δὲ πᾶν σῶμα, ἀδύνατον ἄπειρον εἶναι σῶμα.
简单来说,如果无限的场所是不可能存在的,而每个物体都在场所之中,那么无限的物体也是不可能存在的。
ἀλλὰ μὴν τό γε ποὺ ἐν τόπῳ, καὶ τὸ ἐν τόπῳ πού.
然而确实,“在某处”的东西是在场所之中,而在场所之中的东西也“在某处”。
εἰ οὖν μηδὲ ποσὸν οἶόν τʼ εἶναι τὸ ἄπειρον—ποσὸν γὰρ τὶ ἔσται, οἷον δίπηχυ ἢ τρίπηχυ· ταῦτα γὰρ σημαίνει τὸ ποσόν—οὕτω καὶ τὸ ἐν τόπῳ ὅτι πού, τοῦτο δὲ ἢ ἄνω ἢ κάτω ἢ ἐν ἄλλη τινὶ διαστάσει τῶν ἕξ, τούτων δʼ ἕκαστον πέρας τί ἐστιν.
因此,如果无限者甚至连作为“数量”都不可能——因为[如果是数量]它就会是某种特定的数量,比如两肘或三肘;因为这些正是表示数量——同样,在场所之中的东西也“在某处”,而这要么是上,要么是下,要么是六个维度中的其他某一个,而这些中的每一个都是某种界限。
ὅτι μὲν οὖν ἐνεργείᾳ οὐκ ἔστι σῶμα ἄπειρον, φανερὸν ἐκ τούτων.
因而,现实存在的无限物体是不存在的,这从上述讨论中显而易见。

词汇与语法注释

  1. ¦2¦τοῦτο δέ, ὅτι ἐν αὑτῷ (ἄλλο γὰρ οὐδὲν περιέχειν), ὡς ὅπου ἄν τι ᾖ, πεφυκὸς ἐνταῦθα εἶναι. — `τοῦτο δέ` 是一个省略结构,用以解释前句中“自我支撑”的原因,省略了如 `ποιεῖ` 或 `συμβαίνει` 这样的动词。同时,`ὡς` 引导主观原因或假定,修饰分词 `πεφυκό斯`(`πεφυκὸς εἶναι`),意为“基于……的假定”。
  2. ¦5¦εἰ οὖν ὅτι μάλιστα μὴ κινεῖται τὸ ὅλον (τὸ γὰρ αὑτῷ στηριζόμενον καὶ ἐν αὑτῷ ὄν ἀκίνητον εἶναι ἀνάγκη), ἀλλὰ διὰ τί οὐ πέφυκε κινεῖσθαι, λεκτέον. — `ὅτι μάλιστα` 是加强条件从句的惯用表达,意为“即便极度……”。主句是使用动形容词 `λεκτέον`(“必须说明”)的无人称句,并以 `διὰ τί` 引导的间接疑问从句作为其说明的对象。
  3. ¦10¦ἡ γῆ οὐ φέρεται, οὐδʼ εἰ ἄπειρος ἦν, εἱργμένη μέντοι ὑπὸ τοῦ μέσου· ἀλλʼ οὐχ ὅτι οὐκ ἔστιν ἄλλο οὗ ἐνεχθήσεται, μείνειεν ἄν, ἀλλʼ ὅτι πέφυκεν οὕτω. — 该句具有混合条件句结构:条件从句(`οὐδʼ εἰ ἄπειρος ἦν`,直陈式过去时)表示虚拟语气,而主句(`μείνειεν ἄν`,希求式+`ἄν`)表示潜在性。关系词 `οὗ` 表示方向(“去往何处”),修饰将来时动词 `ἐνεχθήσεται`。
  4. ¦25¦ἀδύνατον ἄπειρον ἅμα λέγειν σῶμα καὶ τόπον τινὰ εἶναι τοῖς σώμασιν, εἰ πᾶν σῶμα αἰσθητὸν ... ἀνάγκη γὰρ καὶ τὸ ἄπειρον, ἀδύνατον δὲ ἢ ἅπαν ὁποτερονοῦν ἢ τὸ ἥμισυ ἑκάτερον πεπονθέναι· — 两个“对格+不定式”(A.C.I.)结构(`ἄπειρον [εἶναι] σῶμα` 与 `τόπον τινὰ εἶναι...`)并列作为 `λέγειν` 的宾语。后半部分中,完成时不定式 `πεπονθέναι` 拥有两个交替的对格主语:`ἢ ἅπαν ὁποτερονοῦν`(其整体具有两者之一)与 `ἢ τὸ ἥμισυ ἑκάτερον`(每一半各自具有其中之一)。
  5. ¦206a¦εἰ οὖν μηδὲ ποσὸν οἷόν τʼ εἶναι τὸ ἄπειρον... οὕτω καὶ τὸ ἐν τόπῳ ὅτι πού... — 这是一个关联结构:`εἰ` 从句(“如果无限者甚至不能作为数量”)与 `οὕτω καὶ`(“同样,在场所之中的东西也[不可能]是在某处”)相呼应。短语 `ὅτι πού` 起到了名词性从句的作用,表示“在某处”这一事实。

引用这一段

亚里士多德, 物理学 §3.5#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:3.5%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。