Humanitext Reader

亚里士多德 · 物理学 §3.5#2

基于对立面与自然场所否定无限感性物体

第 33 段,共 113 段 · 希腊语

内容简介

亚里士多德通过对立元素的相互消灭论证了无限的感性物体不可能作为单一的简单物质存在,并进一步利用自然场所(空间)的概念证明,无论是同质还是异质的无限感性物体都是不可能存在的。

§3.5#2ἀλλὰ μὴν οὐδὲ ἓν καὶ ἀπλοῦν εἶναι σῶμα ἄπειρον ἐνδέχεται, οὔτε ὡς λέγουσί τινες τὸ παρὰ τὰ στοιχεῖα, ἐξ οὖ ταῦτα γεννῶσιν, οὔθʼ ἀπλῶς.
然而,无限的物体也不可能是单一且简单的,无论是如某些人所说的存在于元素之外、并从中产生这些元素的东西,还是无条件地如此。
εἰσὶν γάρ τι· νες οἳ τοῦτο ποιοῦσι τὸ ἄπειρον, ἀλλʼ οὐκ ἀέρα ἢ ὕδωρ, ὅπως μὴ τἆλλα φθείρηται ὑπὸ τοῦ ἀπείρου αὐτῶν·
因为有一些人将这[元素之外的东西]设为无限,而不是空气或水,以免其他元素被他们的无限所毁灭。
ἔχουσι γὰρ πρὸς ἄλληλα ἐναντίωσιν, οἷον ὁ μὲν ἀὴρ ψυχρός, τὸ δʼ ὕδωρ ὑγρόν, τὸ δὲ πῦρ θερμόν· ὧν εἰ ἦν ἓν ἄπειρον, ἔφθαρτο ἂν ἤδη τἆλλα·
因为它们彼此之间具有对立性,例如空气是冷的,水是湿的,火是热的;如果其中一个元素是无限的,其他的元素早就被毁灭了。
νῦν δʼ ἕτερον εἶναί φασιν ἐξ οὗ ταῦτα.
而如今,他们却说这些元素产生于其上的那个东西是不同的。
ἀδύνατον δʼ εἶναι τοιοῦτον, οὐχ ὅτι ἄπειρον (περὶ τούτου μὲν γὰρ κοινόν τι λεκτέον ἐπὶ παντὸς ὁμοίως, καὶ ἀέρος καὶ ὕδατος καὶ ὁτουοῦν), ἀλλʼ ὅτι οὐκ ἔστιν τοιοῦτον σῶμα αἰσθητὸν παρὰ τὰ καλούμενα στοιχεῖα·
但这样一种东西是不可能存在的,这不仅因为它是无限的(关于这一点,对于所有的东西,无论是空气、水还是其他任何东西,都必须同样地给出某种共同的说明),而且因为在所谓的元素之外,并不存在这样一种感性物体。
ἅπόντα γὰρ ἐξ οὗ ἐστι, καὶ διαλύεται εἰς τοῦτο, ὥστε ἦν ἂν ἐνταῦθα παρὰ ἀέρα καὶ πῦρ καὶ γῆν καὶ ὕδωρ· φαίνεται δʼ οὐδέν.
因为一切事物都会分解为它们所由之构成的东西,因此它应该存在于空气、火、土、水之外的这里,但我们什么也看不到。
οὐδὲ δὴ πῦρ οὐδʼ ἄλλο τι τῶν στοιχείων οὐδὲν ἄπειρον ἐνδέχεται εἶναι.
同样,火或其他任何元素都不可能是无限的。
ὅλως γὰρ καὶ χωρὶς τοῦ ἄπειρον εἶναί τι αὐτῶν, ἀδύνατον τὸ πᾶν, κἂν πεπερασμένον, ἢ εἶναι ἢ γίγνεσθαι ἕν τι αὐτῶν, ὥσπερ Ἡράκλειτός φησιν ἅπαντα γίγνεσθαί ποτε πῦρ (ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἑνός, οἷον ποιοῦσι παρὰ τὰ στοιχεῖα οἱ φυσικοί)· πάντα γὰρ μεταβάλλει ἐξ ἐναντίου εἰς ἐναντίον, οἷον ἐκ θερμοῦ εἰς ψυχρόν.
因为总的来说,且撇开它们中任何一个是无限的这一点不谈,宇宙即使是有限的,也不可能存在为或者生成为它们中的某一个,正如赫拉克利特所说“万物在某个时候都会变成火”(这同一论点也适用于物理学家们在元素之外所设立的那个“一”);因为一切事物都是从对立面转化为对立面,例如从热转化为冷。
δεῖ δὲ κατὰ παντὸς ἐκ τῶνδε σκοπεῖν, εἰ ἐνδέχεται ἢ οὐκ ἐνδέχεται εἶναι.
但必须通过以下论点在所有情况下考察其是否可能存在。
ὅτι δὲ ὅλως ἀδύνατον εἶναι σῶμα ἄπειρον αἰσθητόν, ἐκ τῶνδε δῆλον. πέφυκε γὰρ πᾶν τὸ αἰσθητόν που εἶναι, καὶ ἔστιν τόπος τις ἑκάστου, καὶ ὁ αὐτὸς τοῦ μορίου καὶ παντός, οἷον ὅλης τε τῆς γῆς καὶ βώλου μιᾶς, καὶ πυρὸς καὶ σπινθῆρος.
而感性无限物体的存在在根本上是不可能的,这从以下几点可以看出:因为一切感性物体本质上都存在于某处,且每一个都有其特定的场所,且部分的场所与整体的场所是同一的,例如整个地球与一个土块,火与一个火花。
ὥστε εἰ μὲν ὁμοειδές, ἀκίνητον ἔσται ἢ ἀεὶ οἰσθήσεται· καίτοι ἀδύνατον (τί γὰρ μᾶλλον κάτω ἢ ἄνω ἢ ὁπουοῦν;
因此,如果是同种类的,它将是静止的或永远运动的;然而这是不可能的(因为为什么它会更倾向于向下而不是向上或向任何其他地方运动?
λέγω δὲ οἷον, εἰ βῶλος εἴη, ποῦ αὕτη κινηθήσεται ἢ ποῦ μενεῖ;
我的意思是,例如如果有一个土块,它将向哪里运动或在哪里停驻?
ὁ γὰρ τόπος ἄπειρος τοῦ συγγενοῦς αὐτῇ σώματος.
因为与它同类的物体的场所是无限的。
πότερον οὖν καθέξει τὸν ὅλον τόπον;
那么它会占领整个场所吗?
καὶ πῶς;
它又如何占领?
τίς οὖν ἢ ποῦ ἡ μονὴ καὶ ἡ κίνησις αὐτῆς;
那么它的停驻和运动是什么,又在哪里?
ἢ πανταχοῦ μενεῖ;
还是说它会在任何地方停驻?
οὐ κινηθήσεται ἄρα.
那么它就不会运动。
ἢ πανταχοῦ κινηθήσεται;
还是说它在任何地方都运动?
οὐκ ἄρα στήσεται)·
那么它就不会停下来)。
εἰ δʼ ἀνόμοιον τὸ πᾶν, ἀνόμοιοι καὶ οἱ τόποι·
而如果整个宇宙是不同种类的,场所也将是不同种类的。
καὶ πρῶτον μὲν οὐχ ἓν τὸ σῶμα τοῦ παντὸς ἀλλʼ ἢ τῷ ἅπτεσθαι· ἔπειτα ἤτοι πεπερασμένα ταῦτʼ ἔσται ἢ ἄπειρα τῶ εἴδει.
首先,宇宙的物体除了通过接触之外便不是一体的;其次,这些元素在种类上要么是有限的,要么是无限的。
πεπερασμένα μὲν οὖν οὐχ οἷόν τε (ἔσται γὰρ τὰ μὲν ἄπειρα τὰ δʼ οὔ, εἰ τὸ πᾶν ἄπειρον, οἷον τὸ πῦρ ἢ τὸ ὕδωρ· φθορὰ δὲ τὸ τοιοῦτον τοῖς ἐναντίοις).
有限是不可能的(因为如果宇宙是无限的,那么一些元素将是无限的,而其他元素则不是,例如火或水;而这种状况对对立者来说是毁灭性的)。
εἰ δʼ ἄπειρα καὶ ἀπλᾶ, καὶ οἱ τόποι ἄπειροι, καὶ ἔσται ἄπειρα τὰ στοιχ εῖ δὲ τοῦτʼ ἀδύνατον καὶ πεπερασμένοι οἱ τόποι, καὶ τὸ ὅλον·
但如果是无限的且是简单的,场所也将是无限的,元素也将是无限的。
ἀδύνατον γὰρ μὴ ἀπαρτίζειν τὸν τόπον καὶ τὸ σῶμα·
但如果这是不可能的,且场所是有限的,那么整体也必然是有限的;因为场所与物体不可能不相互契合。
οὔτε γὰρ ὁ τόπος ὁ πᾶς μείζων ἢ ὅσον ἐνδέχεται τὸ σῶμα εἶναι (ἅμα δʼ οὐδʼ ἄπειρον ἔσται τὸ σῶμα ἔτι), οὔτε τὸ σῶμα μεῖζον ἢ ὁ τόπος· ἢ γὰρ κενὸν ἔσται τι ἢ σῶμα οὐδαμοῦ πεφυκὸς εἶναι.
因为整个场所既不可能大于物体所能达到的极限(此时物体也不再是无限的),物体也不可能大于场所;因为否则,要么会有真空存在,要么会有本质上无法存在于任何地方的物体。
καὶ διὰ τοῦτ᾿ οὐθεἰς τὸ ἓν καὶ ἄπειρον πῦρ ἐποίησεν οὐδὲ γῆν τῶν φυσ ιολόγων, ἀλλʼ ἢ ὕδωρ ἢ ἀέρα ἢ τὸ μέσον αὐτῶν, ὅτι τόπος ἑκατέρου δῆλος ἦν διωρισμένος, ταῦτα δʼ ἐπαμφοτερίζει τῷ ἄνω καὶ κάτω.
也正是因为这个原因,自然学家中没有人把这单一且无限的东西设为火,也没有设为土,而是设为水或空气或它们之间的中间物,因为火与土各自的场所已经清楚地被界定了,而水和空气则具有向上和向下的双重倾向。

词汇与语法注释

  1. p.54ὧν εἰ ἦν ἓν ἄπειρον, ἔφθαρτο ἂν ἤδη τἆλλα — 这是一个与现在(或过去)事实相反的虚拟条件句。条件从句使用直陈式过去时(ἦν),主句使用 ἄν 加上直陈式过去时(ἔφθαρτο ἂν)。此处意为:“如果这些元素中的某一个是无限的(而实际上并不是),其他元素早就被消灭了(而实际上并没有)”。
  2. 15τί γὰρ μᾶλλον κάτω ἢ ἄνω ἢ ὁπουοῦν; — 这是表达“为什么是这个而不是那个”之原理(即“无理由原理”,οὐ μᾶλλον)的疑问句式,其中省略了运动动词(大概是 κινηθήσεται)。它指出,在无限的空间中不存在方向的不对称性,因此物体没有任何充分的理由倾向于向某一个特定方向(如向上或向下)运动,而非其他方向。
  3. 30ἀδύνατον γὰρ μὴ ἀπαρτίζειν τὸν τόπον καὶ τὸ σῶμα — 无人称形容词 ἀδύνατον 后面接带否定词 μὴ 的不定式短语。字面意思是“场所与物体不相互契合(μὴ ἀπαρτίζειν)是不可能的(ἀδύνατον)”,通过双重否定表达了强烈的必然性,即场所与物体必须完全相互契合。

引用这一段

亚里士多德, 物理学 §3.5#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:3.5%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。