Humanitext Reader

亚里士多德 · 物理学 §3.4#2

作为原理的无限与确信其存在的五个依据

第 31 段,共 113 段 · 希腊语

内容简介

本段论述了在自然研究中为何必须将无限视为原理(因其无生无灭、包容并支配万物),并提出了让人确信无限存在之物五个依据。随后指出了关于无限之探讨所面临的困境,并界定了“无限”的多重含义。

§3.4#2ὅτι μὲν οὖν προσήκουσα τοῖς φυσικοῖς ἡ θεωρία, δῆλον ἐκ τούτων.
\n因此,由此可见,这一探讨对自然哲学家是合适的。
εὐλόγως δὲ καὶ ἀρχὴν αὐτὸ τιθέασι πάντες· οὔτε γὰρ μάτην οἷόν τε αὐτὸ εἶναι, οὔτε ἄλλην ὑπάρχειν αὐτῷ δύναμιν πλὴν ὡς ἀρχήν· ἅπαντα γὰρ ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς.
而且大家把它作为原理来设定也是合乎理性的;因为它是既不可能徒劳存在,也不可能有任何其他的效能,除非是作为原理;因为一切事物要么是原理,要么源于原理。
τοῦ δὲ ἀπείρου οὐκ ἔστιν ἀρχή· εἴη γὰρ ἂν αὐτοῦ πέρας.
但无限是没有原理的;因为若有,它就会有一个极限。
ἔτι δὲ καὶ ἀγένητον καὶ ἄφθαρτον ὡς ἀρχή τις οὖσα· τό τε γὰρ γενόμενον ἀνάγκη τέλος λαβεῖν, καὶ τελευτὴ πάσης ἔστιν φθορᾶς.
此外,由于它是某种原理,它也是无生且无灭的;因为凡是生成的东西都必然有终点,而且一切毁灭也都有终点。
διό, καθάπερ λέγομεν, οὐ ταύτης ἀρχή, ἀλλʼ αὕτη τῶν ἄλλων εἶναι δοκεῖ καὶ περιέχειν ἅπαντα καὶ πάντα κυβερνᾶν, ὥς φασιν ὅσοι μὴ ποιοῦσι παρὰ τὸ ἄπειρον ἄλλας αἰτίας, οἷον νοῦν ἢ φιλίαν·
因此,正如我们所说,这无限没有原理,相反,它似乎是其他事物的原理,包罗万象并支配一切,如那些在无限之外不设定其他原因(例如理性或友爱)的人所说。
καὶ τοῦτʼ εἶναι τὸ θεῖον· ἀθάνατον γὰρ καὶ ἀνώλεθρον, ὥσπερ φησὶν Ἀναξίμανδρος καὶ οἱ πλεῖστοι τῶν φυσιολόγων.
这就是神圣之物;因为它是长生且不朽的,正如阿那克西曼德和大多数自然学家所说。
τοῦ δʼ εἶναί τι ἄπειρον ἡ πίστις ἐκ πέντε μάλιστʼ ἂν συμβαίνοι σκοποῦσιν, ἔκ τε τοῦ χρόνου (οὗτος γὰρ ἄπειρος) καὶ ἐκ τῆς ἐν τοῖς μεγέθεσι διαιρέσεαως (χρῶνται γὰρ καὶ οἱ μαθηματικοὶ τῷ ἀπείρῳ)· ἔτι τῷ οὕτως ἂν μόνως μὴ ὑπολείπειν γένεσιν καὶ φθοράν, εἰ ἄπειρον εἴη ὅθεν ἀφαιρεῖται τὸ γιγνόμενον· ἔτι τῷ τὸ πεπερασμένον ἀεὶ πρός τι περαίνειν, ὥστε ἀνάγκη μηδὲν εἶναι πέρας, εἰ ἀεὶ περαίνειν ἀνάγκη ἕτερον πρὸς ἕτερον.
\n关于存在某种无限者的信念,对考察者而言,主要来自于对以下五点的考虑:一是来自时间(因为时间是无限的);二是来自大小的分割(因为数学家也使用无限);三是只有这样,生成和毁灭才不会匮乏,即,如果产生出来的事物所自出的那个源泉是无限的;四是由于有限者总是相对某物而受限制,因而如果一物总是必然相对另一物受限制,那么必然不存在任何[最终的]界限。
μάλιστα δὲ καὶ κυριώτατον, ὃ τὴν κοινὴν ποιεῖ ἀπορίαν πᾶσι· διὰ γὰρ τὸ ἐν τῇ νοήσει μὴ ὑπολείπειν καὶ ὁ ἀριθμὸς δοκεῖ ἄπειρος εἶναι καὶ τὰ μαθηματικὰ μεγέθη καὶ τὸ ἔξω τοῦ οὐρανοῦ.
而最主要也最关键的,是给所有人带来共同困惑的一点:因为由于在思维中没有匮乏,数也似乎是无限的,数学上的大小以及天外之物也是如此。
ἀπείρου δʼ ὄντος τοῦ ἔξω, καὶ σῶμα ἄπειρον εἶναι δοκεῖ καὶ κόσμοι· τί γὰρ μᾶλλον τοῦ κενοῦ ἐνταῦθα ἢ ἐνταῦθα;
既然外部是无限的,那么物体也似乎是无限的,世界也是如此;因为虚空在此处为何比在彼处更合理呢?
ὥστʼ εἴπερ μοναχοῦ, καὶ πανταχοῦ εἶναι τὸν ὄγκον.
因此,如果某处有体积,那么在任何地方都必然有体积。
ἅμα δʼ εἰ καὶ ἔστι κενὸν καὶ τόπος ἄπειρος, καὶ σῶμα εἶναι ἀναγκαῖον· ἐνδέχεσθαι γὰρ ἢ εἶναι οὐδὲν διαφέρει ἐν τοῖς ἀϊδίοις.
同时,即使有虚空和无限的空间,也必然有物体;因为在永恒的事物中,可能存在与实际存在毫无区别。
ἔχει δʼ ἀπορίαν ἡ περὶ τοῦ ἀπείρου θεωρία· καὶ γὰρ μὴ εἶναι τιθεμένοις πόλλʼ ἀδύνατα συμβαίνει καὶ εἶναι.
\n但是,关于无限的探讨存在困境;因为无论是假定它不存在,还是假定它存在,都会产生许多不可能的情况。
ἔτι δὲ ποτέρως ἔστιν, πότερον ὡς οὐσία ἢ ὡς συμβεβηκὸς καθʼ αὐτὸ φύσει τινί;
而且,它是以何种方式存在的:是作为实体,还是作为某种自然的自体偶性?
ἢ οὐδετέρως, ἀλλʼ οὐδὲν ἦττον ἔστιν ἄπειρον ἢ ἄπειρα τῷ πλήθει;
或者两者都不是,但尽管如此,依然存在着一个无限,或者在数量上无限的事物?
μάλιστα δὲ φυσικοῦ ἐστιν σκέψασθαι εἰ ἔστι μέγεθος αἰσθητὸν ἄπειρον.
但对自然哲学家来说,最主要的任务是考察是否存在感性的无限大小。
πρῶτον οὖν διοριστέον ποσαχῶς λέγεται τὸ ἄπειρον.
首先,首先必须界定“无限”在多少种意义上被提及。
ἕνα μὲν δὴ τρόπον τὸ ἀδύνατον διελθεῖν τῷ μὴ πεφυκέναι διιέναι, ὥσπερ ἡ φωνὴ ἀόρατος· ἄλλως δὲ τὸ διέξοδον ἔχον ἀτελεύτητον, ἢ ὃ μόγις, ἢ ὃ πεφυκὸς ἔχειν μὴ ἔχει διέξοδον ἢ. πέρας.
第一种方式,是指因为天性上不可穿过而无法穿过之物,正如声音是看不见的一样;在另一种意义上,是指虽有通道却无终点之物,或是难以穿过之物,或是天性上该有却未有通道或极限之物。
ἔτι ἄπειρον ἅπαν ἢ κατὰ πρόσθεσιν ἢ κατὰ διαίρεσιν ἢ ἀμφοτέρως.
此外,一切无限者要么是由于相加,要么是由于分割,要么是两者兼有。

词汇与语法注释

  1. ¦10¦ὡς ἀρχή τις οὖσα — 虽然主句的主语“无限”(τὸ ἄπειρον)是中性的,但分词 οὖσα 却是阴性单数主格。这是由于它与表语名词 ἀρχή(原理,阴性名词)进行了性的一致(吸引),或者是由于在语义上将“无限”隐性地视为像“自然”(ἡ φύσις)这样的阴性名词。
  2. ¦15¦τοῦ δʼ εἶναί τι ἄπειρον ἡ πίστις — 属格冠词引导的不定式 τοῦ εἶναί τι ἄπειρον(存在某种无限者)作为目的格属格,修饰名词 ἡ πίστις(信念、确信),意为“关于存在某种无限者的信念”。
  3. ¦20¦ἔτι τῷ οὕτως ἂν μόνως μὴ ὑπολείπειν — 与格冠词引导的不定式短语,与前文的 ἐκ πέντε(来自五点)平行。虚词 ἄν 修饰不定式 ὑπολείπειν(匮乏、中断),表示潜在或条件性的推论(“否则就会中断”)。γένεσιν καὶ φθοράν(生成与毁灭)是该不定式的意念主语(宾格)。
  4. ¦30¦ἐνδέχεσθαι γὰρ ἢ εἶναι οὐδὲν διαφέρει — 由 ἤ(或)连接的两个不定式 ἐνδέχεσθαι(可以存在)和 εἶναι(实际存在),共同作为无人称动词 διαφέρει(有区别)的主语。οὐδέν 作为副词使用,表示“毫无(区别)”。该句构体现了亚里士多德关于在永恒事物中“潜能与现实无区别”的基本原理。

引用这一段

亚里士多德, 物理学 §3.4#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:3.4%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。