§2.3#2τὰ μὲν οὖν αἴτια
ταῦτα καὶ τοσαῦτά ἐστι τῷ εἴδει· τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μὲν εἰσί πολλοί, κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάττους.
因此,原因在种上就是这些,数量上也就是这么多;但原因的方式在数量上是很多的,不过在归纳起来时,这些也会变少。
λέγεται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοειδῶν προτέρως καὶ ὑστέρως ἄλλο ἄλλου, οἷον ὑγιείας ἰατρὸς καὶ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ἀριθμός, καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὰ καθʼ ἕκαστον.
因为原因是以多种方式被谈论的,即使在同类原因中,也有一个比另一个更在先或更在后的,例如对于健康而言,医生和技术人员是原因,对于八度音程而言,双倍的比例和数是原因,并且总是包容者相对于个别者。
ἔτι δʼ ὡς τὸ συμβεβηκὸς καὶ τὰ τούτων γένη, οἷον ἀνδριάντος ἄλλως Πολύκλειτος καὶ ἄλλως ἀνδριαντοποιός, ὅτι συμβέβηκε τῷ ἀνδριαντοποιῷ τὸ Πολυκλείτῳ εἶναι.
此外,还有作为偶性及其属的原因,例如对于雕像而言,波利克里特是一种原因,而雕塑家是另一种原因,因为对于雕塑家来说,成为波利克里特是偶性的。
καὶ τὰ περιέχοντα δὲ τὸ συμβεβηκός, οἷον εἰ ὁ ἄνθρωπος αἴτιος εἴη ἀνδριάντος ἢ ὅλως ζῷον.
还有包容偶性的东西,例如说“人”是雕像的原因,或者总而言之说“动物”是原因。
ἔστι δὲ καὶ τῶν συμβεβηκότων ἄλλα ἄλλων πορρώτερον καὶ ἐγγύτερον, οἷον εἰ ὁ λευκὸς καὶ ὁ μουσικὸς αἴτιος λέγοιτο τοῦ ἀνδριάντος.
而且在偶性之中,有些比另一些更远,有些更近,例如说“白色的人”或“懂音乐的人”是雕像的原因。
πάντα δὲ καὶ τὰ οἰκείως λεγό μενα καὶ τὰ κατὰ συμβεβηκὸς τὰ μὲν ὡς δυνάμενα λέγεται τὰ δʼ ὡς ἐνεργοῦντα, οἷον τοῦ οἰκοδομεῖσθαι οἰκίαν οἰκοδόμος ἢ οἰκοδομῶν οἰκοδόμος.
而所有这些,无论是本真地被谈论的还是作为偶性被谈论的,有些是作为潜在的而被谈论,另一些则是作为在活动中的而被谈论;例如对于正在被建造的房屋而言,建筑师是潜在的原因,而正在建造中的建筑师是活动中的原因。
ὁμοίως δὲ λεχθήσεται καὶ ἐφʼ ὥν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις, οἷον τουδὶ τοῦ ἀνδριάντος ἢ ἀνδριάντος ἢ ὅλως εἰκόνος, καὶ χαλκοῦ τοῦδε ἢ· χαλκοῦ ἢ ὅλως ὕλης· καὶ ἐπὶ τῶν συμβεβηκότων ὡσαύτως.
同样地,对于上述原因作为其原因的那些事物而言也是如此,例如对于“这个雕像”、“雕像”或总而言之的“塑像”,以及对于“这个青铜”、“青铜”或总而言之的“质料”;对于偶性也是如此。
ἔτι δὲ συμπλεκόμενα καὶ ταῦτα κἀκεῖνα λεχθήσεται, οἷον οὐ Πολύκλειτος οὐδὲ ἀνδριαντοποιός, ἀλλὰ Πολύκλειτος ἀνδριαντοποιός.
此外,这些和那些也会被结合起来谈论,例如不单是“波利克里特”,也不单是“雕塑家”,而是“雕塑家波利克里特”。
ἀλλʼ ὅμως ἅπαντα ταῦτά ἐστι τὸ μὲν πλῆθος ἕξ, λεγόμενα δὲ διχῶς· ἢ γὰρ ὡς τὸ καθʼ ἕκαστον, ἢ ὡς τὸ γένος, ἢ ὡς τὸ συμβεβηκός, ἢ ὡς τὸ γένος τοῦ συμβεβηκότος, ἢ ὡς συμπλεκόμενα ταῦτα ἢ ὡς ἁπλῶς λεγόμενα· πάντα δὲ ἢ ἐνεργοῦντα ἢ κατὰ δύναμιν.
但无论如何,所有这些在数量上是六种,但每一种都以两种方式被谈论:因为或是作为个别者,或是作为属,或是作为偶性,或是作为偶性的属,或是作为这些的结合,或是作为简单被谈论的;而所有这些,或是作为在活动中的,或是作为在潜能中的。
διαφέρει δὲ τοσοῦτον, ὅτι τὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθʼ ἕκα. στον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια, οἶον ὅσ’ ὁ ἰατρεύων τῷδε τῷ ὑγιαζομένῳ καὶ ὅδε ὁ οἰκοδομῶν τῷδε τῷ οἰκοδομουμένῳ, τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεί. φθείρεται γὰρ οὐχ ἅμα ἡ οἰκία καὶ ὁ οἰκοδόμος.
但它们有如此大的区别:活动中的、个别的原因,与其作为其原因的事物是同时存在且同时不存在的,例如这个正在治疗的医生与这个正在被治疗的人,以及这个正在建造的建筑师与这个正在被建造的房屋;但潜在的原因却并不总是如此,因为房屋和建筑师并不同时毁灭。
δεῖ δʼ ἀεὶ
τὸ αἴτιον ἑκάστου τὸ ἀκρότατον ζητεῖν, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων (οἷον ἅνθρωπος οἰκοδομεῖ ὅτι οἰκοδόμος, ὁ δʼ οἰκοδόμος κατὰ τὴν οἰκοδομικήν· τοῦτο τοίνυν πρότερον τὸ αἴτιον, καὶ οὕτως ἐπὶ πάντων)· ἔτι τὰ μὲν γένη τῶν γενῶν, τὰ δὲ καθʼ ἕκαστον τῶν καθʼ ἕκαστον (οἷον ἀνδριαντοποιὸς μὲν ἀνδριάντος, ὁδὶ δὲ τουδί)· καὶ τὰς μὲν δυνάμεις τῶν δυνατῶν, τὰ δʼ ἐνεργοῦντα πρὸς τὰ ἐνεργούμενα.
必须始终寻找每一个事物的最极限的原因,正如在其他事情上一样(例如,人建造是因为他是建筑师,而建筑师建造是根据建筑术;因此这才是更在先的原因,对于一切事物也是如此);此外,属是属的原因,个别是个别的原因(例如,雕塑家是雕像的原因,而这个别的人是这个别的雕像的原因);潜能是潜在事物的原因,活动中的则是针对正在被作用的事物的原因。
ὅσα μὲν οὖν τὰ αἴτια καὶ ὃν τρόπον αἴτια, ἔστω ἡμῖν διαωρισμένα ἱκανῶς.
那么,原因有多少,以及它们以何种方式是原因,就让我们作如此充足的界定。