Humanitext Reader

亚里士多德 · 物理学 §1.8

关于生成之不可能性的古人难题的化解

第 12 段,共 113 段 · 希腊语

内容简介

亚里士多德指出了古人因认为从存在者或不存在者均无法生成而否定变化的困难,并通过引入“自身”与“附带”的区别,说明了从两者生成的可能性,从而解决了这一难题。此外,他还提出了通过潜能与现实的区别来进行解决的第二种途径。

§1.8Ὅτι δὲ μοναχῶς οὕτω λύεται καὶ ἡ τῶν ἀρχαίων ἀπορία, λέγωμεν μετὰ ταῦτα.
我们接下来要说明的是,古人所面临的困难也只能以此方式得到解决。
ζητοῦντες γὰρ οἱ κατὰ φιλοσοφίαν πρῶτοι τὴν ἀλήθειαν καὶ τὴν φύσιν τῶν ὄντων ἐξετράπησαν οἷον ὁδόν τινα ἄλλην ἀπωσθέντες ὑπὸ ἀπειρίας, καί φασιν οὔτε γίγνεσθαι τῶν ὄντων οὐδὲν οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν εἶναι γίγνεσθαι τὸ γιγνόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, ἐκ δὲ τούτων ἀμφοτέρων ἀδύνατον εἶναι·
因为最早按照哲学追求真理和存在者本性的人,由于缺乏经验而被引向了歧途,仿佛走上了另一条路。 他们断言存在者既不产生,也不消灭。 因为,生成物要产生,必须要么从存在者产生,要么从不存在者产生,而从这两者产生都是不可能的。
οὔτε γὰρ τὸ ὂν γίγνεσθαι (εἶναι γὰρ ἤδη) ἔκ τε μὴ ὄντος οὐδὲν ἂν γενέσθαι· ὑποκεῖσθαι γάρ τι δεῖν.
因为存在者不能产生(因为它已经存在),而从不存在者那里也不能产生任何东西,因为必须有一个基底存在。
καὶ οὕτω δὴ τὸ ἐφεξῆς συμβαῖνον αὔξοντες οὐδʼ εἶναι πολλά φασιν ἀλλὰ μόνον αὐτὸ τὸ ὄν.
于是,他们推导并扩大了接踵而来的结论,甚至断言没有多,而只有存在者本身。
ἐκεῖνοι μὲν οὖν ταύτην ἔλαβον τὴν δόξαν διὰ τὰ εἰρημένα·
他们因此由于上述原因而得出了这一见解。
ἡμεῖς δὲ λέγομεν ὅτι τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίγνεσθαι, ἢ τὸ μὴ ὂν ἢ τὸ ὂν ποιεῖν τι ἢ πάσχειν ἢ ὁτιοῦν τόδε γίγνεσθαι, ἕνα μὲν τρόπον οὐθὲν διαφέρει ἢ τὸ τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν ἢ ἐξ ἰατροῦ εἶναί τι ἢ γίγνεσθαι, ὥστʼ ἐπειδὴ τοῦτο διχῶς λέγεται, δῆλον ὅτι καὶ τὸ ἐξ ὄντος καὶ τὸ ὂν ἢ ποιεῖν ἢ πάσχειν.
但我们说,从存在者或不存在者产生,或者是不存在者或存在者做某事、或者受某事作用,或者产生为任何一种“这个”,在某种意义上,这与“医生做某事、受某事作用”或者“从医生那里有某物存在或产生”毫无区别。 因此,既然这是在两种意义上被谈论的,显然,从存在者产生以及存在者作用或受作用也是如此。
οἰκοδομεῖ μὲν οὖν ὁ ἰατρὸς οὐχ ᾗ ἰατρὸς ἀλλʼ οἰκοδόμος, καὶ λευκὸς γίγνεται οὐχ ᾗ ἰατρὸς ἀλλʼ ᾗ μέλας·
医生建筑房屋并非作为医生,而是作为建筑师;他变白并非作为医生,而是作为黑人。
ἰατρεύει δὲ καὶ ἀνίατρος γίγνεται ᾗ ἰατρός.
另一方面,他作为医生行医,并变成非医生。
ἐπεὶ δὲ μάλιστα λέγομεν κυρίως τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν ἢ γίγνεσθαι ἐξ ἰατροῦ, ἐὰν ᾗ ἰατρὸς ταῦτα πάσχῃ ἢ ποιῇ ἢ γίγνηται, δῆλον ὅτι καὶ τὸ ἐκ μὴ ὄντος γίγνεσθαι τοῦτο σημαίνει, τὸ ᾗ μὴ ὄν.
既然当我们说医生在最严密、最本来的意义上做某事、受某事作用,或者从医生那里产生某物时,是指他作为医生而承受、做或生成,那么显然,“从不存在者产生”也意味着:“作为不存在者”。
ὅπερ ἐκεῖνοι μὲν οὐ διελόντες ἀπέστησαν, καὶ διὰ ταύτην τὴν ἄγνοιαν τοσοῦτον προσηγνόησαν, ὥστε μηθὲν οἴεσθαι γίγνεσθαι μηδʼ εἶναι τῶν ἄλλων, ἀλλʼ ἀνελεῖν πᾶσαν τὴν γένεσιν·
由于古人没有对此进行区分,他们便退缩了,并由于这一无知而陷入了如此深层的无知之中,以至于认为其他事物中没有任何东西能够产生或存在,进而否定了所有的生成。
ἡμεῖς δὲ καὶ αὐτοί φαμεν γίγνεσθαι μὲν μηθὲν ἀπλῶς ἐκ μὴ ὄντος, πὼς μέντοι γίγνεσθαι ἐκ μὴ ὄντος, οἷον κατὰ συμβεβηκός (ἐκ γὰρ τῆς στερήσεως, ὅ ἐστι καθʼ αὐτὸ μὴ ὄν, οὐκ ἐνυπάρχοντος γίγνεταί τι· θαυμάζεται δὲ τοῦτο καὶ ἀδύνατον οὕτω δοκεῖ γίγνεσθαί τι, ἐκ μὴ ὄντος)·
然而,我们自己也说,绝对地从不存在者中不能产生任何东西,但是在某种意义上,确实能从不存在者产生,例如是以偶性的方式(因为某物是由缺失,即其自身不存在者,在不作为内在成分的情况下产生的;而这是令人惊异的,并且从不存在者以此方式产生某物在人们看来是不可能的)。
ὡσαύτως δὲ οὐδʼ ἐξ ὄντος οὐδὲ τὸ ὂν γίγνεσθαι, πλὴν κατὰ συμβεβηκός·
同样,也不能从存在者产生,或者存在者不能产生,除非是以偶性的方式。
οὕτω δὲ καὶ τοῦτο γίγνεσθαι, τὸν αὐτὸν τρόπον οἷον εἰ ἐκ ζῴου ζῷον γίγνοιτο καὶ ἐκ τινὸς ζῴου τι ζῷον· οἷον εἰ κύων ἐκ κυνὸς ἢ ἵππος ἐξ ἵππου γίγνοιτο.
而以此方式,这也以同样的方式发生,正如从动物产生动物,从某种特定的动物产生某种特定的动物;例如狗从狗产生,或者马从马产生。
γίγνοιτο μὲν γὰρ ἂν οὐ μόνον ἐκ τινὸς ζῴου ὁ κύων, ἀλλὰ καὶ ἐκ ζῴου, ἀλλʼ οὐχ ᾗ ζῷον·
因为狗不仅是从某种特定的动物产生的,而且也是从动物产生的,但并不是作为动物而产生的,因为这已经存在了。
ὑπάρχει γὰρ ἤδη τοῦτο εἰ δέ τι μέλλει γίγνεσθαι ζῷον μὴ κατὰ συμβεβηκός, οὐκ ἐκ ζῴου ἔσται, καὶ εἴ τι ὄν, οὐκ ἐξ ὄντος·
但是,如果某物将要不以偶性的方式产生为动物,它就不能从动物产生;如果它要成为存在者,也不能从存在者产生;同样,也不能从不存在者产生。
οὐδʼ ἐκ μὴ ὄντος· τὸ γὰρ ἐκ μὴ ὄντος εἴρηται ἡμῖν τί σημαίνει, ὅτι ᾗ μὴ ὄν.
因为我们已经说过了,从不存在者产生意味着什么,即作为不存在者。
ἔτι δὲ καὶ τὸ εἶναι ἅπαν ἢ μὴ εἶναι οὐκ ἀναιροῦμεν.
此外,我们并不否定一切的存在或不存在。
εἷς μὲν δὴ τρόπος οὗτος, ἄλλος δʼ ὅτι ἐνδέχεται ταὐτὰ λέγειν κατὰ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν· τοῦτο δʼ ἐν ἄλλοις διώρισται διʼ ἀκριβείας μᾶλλον.
这是一种方式,而另一种方式是,可以根据潜能与现实来谈论同一事物;这在其他著作中已被更精确地规定。
ὥσθʼ (ὅπερ ἐλέγομεν) αἱ ἀπορίαι λύονται διʼ ἃς ἀναγκαζόμενοι ἀναιροῦσι τῶν εἰρημένων ἔνια·
于是,(正如我们所说)使得人们被迫否定某些已被谈论之物的那些困难得到了解决。
διὰ γὰρ τοῦτο τοσοῦτον καὶ οἱ πρότερον ἐξετράπησαν τῆς ὁδοῦ τῆς ἐπὶ τὴν γένεσιν καὶ φθορὰν καὶ ὅλως μεταβολήν·
正因为这一原因,前人也在很大程度上偏离了通向生成、消灭以及整个变化的道路。
αὕτη γὰρ ἂν ὀφθεῖσα ἡ φύσις ἅπασαν ἔλυσεν αὐτῶν τὴν ἄγνοιαν.
因为,如果这一本性被看清楚的话,就会消除他们所有的无知。

词汇与语法注释

  1. ¦25¦οἱ κατὰ φιλοσοφίαν πρῶτοι — 介词短语 κατὰ φιλοσοφίαν(按照哲学)修饰 οἱ πρῶτοι(最初的人),意为“最初从事哲学探究的人们”。该短语作为分词 ζητοῦντες(探求)的逻辑主语。
  2. ¦191b¦ἕνα μὲν τρόπον οὐθὲν διαφέρει ἢ τὸ τὸν ἰατρὸν ποιεῖν τι — 主句的宾格不定式短语(191a33-35的 τὸ ἐξ ὄντος...)与由比较连词 ἤ 引导的另一个宾格不定式短语(τὸ τὸν ἰατρὸν ποιεῖν...)通过 οὐθὲν διαφέρει(毫无区别)进行比较。ἕνα μὲν τρόπον(在某种意义上)在此作状语性宾格。
  3. ¦10¦ὅπερ ἐκεῖνοι μὲν οὐ διελόντες ἀπέστησαν — 中性单数宾格关系代词 ὅπερ 指代前文刚提到的“作为……(ᾗ)”这一限制性的本质区别。它作为分词 διελόντες(未加区分)的直接宾语。主动词 ἀπέστησαν 为不及物动词,意为“退缩”或“放弃(探究)”。
  4. ¦25¦τὸ γὰρ ἐκ μὴ ὄντος εἴρηται ἡμῖν τί σημαίνει — 这是一个先占(prolepsis)或提前叙述的结构。本应在间接疑问句中的主语 τὸ ἐκ μὴ ὄντος(“从不存在者中产生”)被提前到主句。随后的 ὅτι ᾗ μὴ ὄν(即“作为不存在者”)具体解释了其含义。

引用这一段

亚里士多德, 物理学 §1.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:1.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。