Humanitext Reader

亚里士多德 · 物理学 §1.5

前人将对立物确立为自然原理的学说

第 8 段,共 113 段 · 希腊语

内容简介

亚里士多德回顾了前人的学说,指出包括主张单一静止实体的人在内的所有思想家都将对立物设为原理,并论证了事物的生成与消灭发生在对立物之间的理论依据。

§1.5Πάντες δὴ τἀναντία ἀρχὰς ποιοῦσιν οἵ τε λέγοντες ὅτι ἓν τὸ πᾶν καὶ μὴ κινούμενον (καὶ γὰρ Παρμενίδης θερμὸν καὶ ψυχρὸν ἀρχὰς ποιεῖ, ταῦτα δὲ προσαγορεύει πῦρ καὶ γῆν) καὶ οἱ μανὸν καὶ πυκνόν, καὶ Δημόκριτος τὸ πλῆρες καὶ κενόν, ὧν τὸ μὲν ὡς ὂν τὸ δὲ ὡς οὐκ ὂν εἶναί φησιν· ἔτι θέσει, σχήματι, τάξει.
确实,所有的思想家都将对立物作为原理,无论是那些宣称万物为一且静止不动的人(因为甚至巴门尼德也把热和冷作为原理,并称它们为火和土),还是那些假定稀薄和浓厚的人,以及德莫克利特假定充满和空虚(他说其中一个作为存在,另一个作为非存在);此外,他们还通过位置、形状和秩序。
ταῦτα δὲ γένη ἐναντίων· θέσεως ἄνω κάταω, πρόσθεν ὄπισθεν, σχήματος γεγωνιωμένον ἀγώνιον, εὐθὺ περιφερές.
这些都是对立物的门类:关于位置有“上和下”、“前和后”;关于形状有“有角的和无角的”、“直的和圆弧的”。
ὅτι μὲν οὖν τἀναντία πως πάντες ποιοῦσιτὰς ἀρχάς, δῆλον.
因此,显然所有人都在某种程度上将对立物作为原理。
καὶ τοῦτο εὐλόγως· δεῖ γὰρ τὰς ἀρχὰς μήτε ἐξ ἀλλήλων εἶναι μήτε ἐξ ἄλλων, καὶ ἐκ τούτων πάντα· τοῖς δὲ ἐναντίοις τοῖς πρώτοις ὑπάρχει ταῦτα, διὰ μὲν τὸ πρῶτα εἶναι μὴ ἐξ ἄλλων, διὰ δὲ τὸ ἐναντία μὴ ἐξ ἀλλήλων.
而这是合乎情理的;因为原理既不能相互产生,也不能从其他东西中产生,而且万物必须从它们中产生;而这些条件属于最初的对立物:由于它们是最初的,它们不是从其他东西中产生的,由于它们是对立的,它们也不是相互产生的。
ἀλλὰ δεῖ τοῦτο καὶ ἐπὶ τοῦ λόγου σκέψασθαι πῶς συμβαίνει.
但是,我们也必须在论理上考察这是如何发生的。
ληπτέον δὴ πρῶτον ὅτι πάντων τῶν ὄντων οὐθὲν οὔτε ποιεῖν πέφυκεν οὔτε πάσχειν τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος, οὐδὲ γίγνεται ὁτιοῦν ἐξ ὁτουοῦν, ἂν μή τις λαμβάνῃ κατὰ συμβεβηκός·
因此,首先必须设定,在所有存在的事物中,没有任何事物在自然本性上会由任意偶然的事物对它施加作用,或对任意偶然的事物施加作用,任何事物也不会从任何偶然的事物中产生,除非有人是在偶性的意义上来看待。
πῶς γὰρ ἂν γένοιτο λευκὸν ἐκ μουσικοῦ, πλὴν εἰ μὴ συμβεβηκὸς εἴη τῷ μὴ λευκῷ ἢ τῷ μέλανι τὸ μουσικόν;
因为,如果“非白”或“黑”中不曾偶合地伴随有“懂音乐”,那么“白”又怎能从“懂音乐”中产生呢?
ἀλλὰ λευκὸν μὲν γίγνεται ἐξ οὐ λευκοῦ, καὶ τούτου οὐκ ἐκ παντὸς ἀλλʼ ἐκ μέλανος ἢ τῶν μεταξύ, καὶ μουσικὸν οὐκ ἐκ μουσικοῦ, πλὴν οὐκ ἐκ παντὸς ἀλλʼ ἐξ ἀμούσου ἢ εἴ τι αὐτῶν ἐστι μεταξύ.
相反,“白”是从“非白”中产生的,而且这并非从任何偶然的事物中产生,而是从“黑”或中间物中产生;而“懂音乐”也不是从“懂音乐”中产生的,但并非从任何偶然的事物中产生,而是从“不懂音乐”或它们之间的中间物中产生。
οὐδὲ δὴ φθείρεται εἰς τὸ τυχὸν πρῶτον, οἷον τὸ λευκὸν οὐκ εἰς τὸ μουσικόν, πλὴν εἰ μή ποτε κατὰ συμβεβηκός, ἀλλʼ εἰς τὸ μὴ λευκόν, καὶ οὐκ εἰς τὸ τυχὸν ἀλλʼ εἰς τὸ μέλαν ἢ τὸ μεταξύ· ὡς δʼ αὔτως καὶ τὸ μουσικὸν εἰς τὸ μὴ μουσικόν, καὶ τοῦτο οὐκ εἰς τὸ τυχὸν ἀλλʼ εἰς τὸ ἄμουσον ἢ εἴ τι αὐτῶν ἐστι μεταξύ.
同样,事物消灭时也绝非首先消灭到任何偶然的事物中,例如“白”不是消灭到“懂音乐”中(除非有时是由于偶性),而是消灭到“非白”中,且不是消灭到任何偶然物中,而是消灭到“黑”或中间物中;同样,“懂音乐”也消灭到“非懂音乐”中,而且不是消灭到任何偶然物中,而是消灭到“不懂音乐”或它们之间的中间物中。
ὁμοίως δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων, ἐπεὶ καὶ τὰ μὴ ἁπλᾶ τῶν ὄντων ἀλλὰ σύνθετα κατὰ τὸν αὐτὸν ἔχει λόγον· ἀλλὰ διὰ τὸ μὴ τὰς ἀντικειμένας διαθέσεις ὠνομάσθαι λανθάνει τοῦτο συμβαῖνον.
同样的情况也适用于其他事物,因为即使在存在的事物中那些不是单一的而是复合的事物,也遵循着同样的道理;但由于相反的状态没有被特别命名,这一发生的过程往往被人们忽略。
ἀνάγκη γὰρ πᾶν τὸ ἡρμοσμένον ἐξ ἀναρμόστου γίγνεσθαι καὶ τὸ ἀνάρμοστον ἐξ ἡρμοσμένου, καὶ φθείρεσθαι τὸ ἡρμοσμένον εἰς ἀναρμοστίαν, καὶ ταύτην οὐ τὴν τυχοῦσαν ἀλλὰ τὴν ἀντικειμένην.
因为凡是和谐的事物必然是从不和谐中产生的,而不和谐是从和谐中产生的,和谐的事物必然消灭为不和谐,且这不和谐不是任何偶然的不和谐,而是其对立的不和谐。
διαφέρει δʼ οὐθὲν ἐπὶ ἁρμονίας εἰπεῖν ἢ τάξεως ἢ συνθέσεως· φανερὸν γὰρ ὅτι ὁ αὐτὸς λόγος.
说和谐、秩序或合成,这并没有什么不同;因为显然道理是一样的。
ἀλλὰ μὴν καὶ οἰκία καὶ ἀνδριὰς καὶ ὁτιοῦν ἄλλο γίγνεται ὁμοίως· ἥ τε γὰρ οἰκία γίγνεται ἐκ τοῦ μὴ συγκεῖσθαι ἀλλὰ διῃρῆσθαι ταδὶ ὡδί, καὶ ὁ ἀνδριὰς καὶ τῶν ἐσχηματισμένων τι ἐξ ἀσχημοσύνης· καὶ ἕκαστον τούτων τὰ μὲν τάξις, τὰ δὲ σύνθεσίς τίς ἐστιν.
而且,房屋、雕像或任何其他事物也是同样产生的;因为房屋产生于这些东西不是结合在一起而是以某种方式被分离开的状态,而雕像和任何具有形状的东西产生于无形状的状态;而这些东西的每一个,有的是秩序,有的是某种合成。
εἰ τοίνυν τοῦτʼ ἔστιν ἀληθές, ἅπαν ἂν γίγνοιτο τὸ γιγνόμενον καὶ φθείροιτο τὸ φθειρόμενον ἢ ἐξ ἐναντίων ἢ εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ.
因此,如果这是真的,那么凡是生成的都必然是从对立物或其中间物中生成的,而凡是消灭的也必然是消灭到对立物或其中间物中。
τὰ δὲ μεταξὺ ἐκ τῶν ἐναντίων ἐστίν, οἶον χρώματα ἐκ λευκοῦ καὶ μέλανος· ὥστε πάντʼ ἂν εἴη τὰ φύσει γιγνόμενα ἢ ἐναντία ἢ ἐξ ἐναντίαων.
而中间物是由对立物组成的,例如中间色是由白和黑组成的;因而所有自然生成的事物,要么是对立物本身,要么是由对立物组成的。
μέχρι μὲν οὖν ἐπὶ τοσοῦτον σχεδὸν συνηκολουθήκασι καὶ τῶν ἄλλων οἱ πλεῖστοι, καθάπερ εἴπομεν πρότερον· πάντες γὰρ τὰ στοιχεῖα καὶ τὰς ὑπʼ αὐτῶν καλουμένας ἀρχάς, καίπερ ἄνευ λόγου τιθέντες, ὅμως τἀναντία λέγουσιν, ὥσπερ ὑπʼ αὐτῆς τῆς ἀληθείας ἀναγκασθέντες.
那么,直到这一步,几乎大多数其他思想家也都和我们走在了一起,正如我们先前所说的那样;因为他们所有人虽然在设定元素和他们所说的原理时没有给出理性的论证,但他们仍然谈到了对立物,就好像被真理本身所迫一样。
διαφέρουσι δʼ ἀλλήλων τῷ τοὺς μὲν πρότερα τοὺς δʼ ὕστερα λαμβάνειν, καὶ τοὺς μὲν γνωριμώτερα κατὰ τὸν λόγον τοὺς δὲ κατὰ τὴν αἴσθῃ. σιν (οἱ μὲν γὰρ θερμὸν καὶ ψυχρόν, οἱ δʼ ὑγρὸν καὶ ξηρόν, ἕτεροι δὲ περιττὸν καὶ ἄρτιον ἢ νεῖκος καὶ φιλίαν αἰτίας τίθενται τῆς γενέσεως· ταῦτα δʼ ἀλλήλων διαφέρει κατὰ τὸν εἰρημένον τρόπον), ὥστε ταὐτὰ λέγειν πως καὶ ἕτερα ἀλλήλων, ἕτερα μὲν ὥσπερ καὶ δοκεῖ τοῖς πλείστοις, ταὐτὰ δὲ ἤ ἀνάλογον· λαμβάνουσι γὰρ ἐκ τῆς αὐτῆς συστοιχίας· τὰ μὲν γὰρ περινέχει, τὰ δὲ περιέχεται τῶν ἐναντίων.
但他们彼此的不同之处在于,有的人采用较先的事物,有的人采用较后的事物,有的人采用在理性上更易知的事物,有的人采用在感觉上更易知的事物(因为有的人将热和冷,有的人将湿和乾,另一些人将奇和偶,或者将争斗和友爱设定为生成的原因;而这些在刚才所说的意义上是彼此不同的),所以他们一方面在某种意义上说着同样的话,另一方面又彼此说着不同的话——不同就像大多数人所认为的那样,但同样则是指在类比上是一致的;因为他们是从同一对立物的系列中获取的;因为对立物中有的包摄,有的被包摄。
ταύτη τε δὴ ὡσαύτως λέγουσι καὶ ἑτέρως, καὶ χεῖρον καὶ βέλτιον, καὶ οἱ μὲν γναωριμώτερα κατὰ τὸν λόγον, ὥσπερ εἴρηται πρότερον, οἱ δὲ κατὰ τὴν αἴσθησιν (τὸ μὲν γὰρ καθόλου κατὰ τὸν λόγον γνώριμον, τὸ δὲ καθʼ ἕκαστον κατὰ τὴν αἴσθησιν· ὁ μὲν γὰρ λόγος τοῦ καθόλου, ἡ δʼ αἴσθησις τοῦ κατὰ μέρος), οἷον τὸ μὲν μέγα καὶ τὸ μικρὸν κατὰ τὸν λόγον, τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν κατὰ τὴν αἴσθησιν.
因此,在这个意义上,他们既以同样的方式又以不同的方式说话,既说得较差又说得较好,正如先前所说,有的人说的是在理性上更易知的事物,有的人说的是在感觉上更易知的事物(因为普遍的事物在理性上是易知的,而个别的事物在感觉上是易知的;因为理性关乎普遍,而感觉关乎个别),例如大和小关乎理性,而稀和浓关乎感觉。
ὅτι μὲν οὖν ἐναντίας δεῖ τὰς ἀρχὰς εἶναι, φανερόν.
因此,显然原理必须是对立物。

词汇与语法注释

  1. 188bπλὴν εἰ μή ποτε κατὰ συμβεβηκός — 短语 πλὴν εἰ μή 是双重否定,表示强烈的例外:“除非在……情况下”。这表明“白”绝不会消灭为“懂音乐”,除非在某种偶性情况下,“非白”刚好具有“懂音乐”的属性。
  2. 189aτὰ μὲν γὰρ περιέχει, τὰ δὲ περιέχεται τῶν ἐναντίων — 这解释了对立物之间的包含关系:某些对立物(如大与小等更普遍的对立物)包摄(περιέχει)了其他对立物(如稀与浓等更具体的对立物)。这说明了为什么前人的观点虽然看起来不同,但实质上属于同一个对立体系。

引用这一段

亚里士多德, 物理学 §1.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:1.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。