§4.6.8ὅσα δὲ μὴ ἐστιν αὐτῶν ἐμπροσθόκεντρα, 8 ὀδόντας ἔχει τὰ μὲν ἐδωδῆς χάριν τὰ δὲ τοῦ λαμβάνειν καὶ προσάγεσθαι τὴν τροφήν, οἷον οἴ τε μύρμηκες καὶ τὸ τν μελιττῶν πασῶν γένος.
它们之中那些前部不具刺的,8 拥有牙齿,有的为了进食,有的则为了获取并带回食物,例如蚂蚁及所有蜂类。
ὅσα δʼ ὀπισθόκεντρά ἐστι, διὰ τὸ θυμὸν ἔχειν ὅπλον ἔχει τὸ κέντρον.
而那些后部具刺的,则由于拥有怒气而将刺作为武器。
§4.6.9ἔχουσι δὲ τὰ μὲν ἐν ἑαυτοῖς 9 τὰ κέντρα, καθάπερ αἱ μέλιτται καὶ οἱ σφῆκες, διὰ τὸ πτηνὰ εἶναι.
另外,有的在 9 自身内部拥有刺,正如蜜蜂和黄蜂一样,这是因为它们是长翅膀的。
λεπτὰ μὲν γὰρ ὄντα καὶ ἔξω εὔφθαρτα ἦν· εἰ δʼ ἀπεῖχεν ὥσπερ τοῖς σκορπίοις, βάρος ἂν παρεῖχεν.
因为刺很纤细,如果在外便容易受损;而如果像在蝎子身上那样突出,就会带来负担。
τοῖς δὲ σκορπίοις πεζοῖς οὖσι καὶ κέντρον ἔχουσιν ἀναγκαῖον ἐπὶ ταῦτ᾿ ἔχειν τὸ κέντρον, ἢ μιηθὲν χρήσιμον εἶναι πρὸς τὴν ἀλκήν.
但是对于身为陆行且拥有刺的蝎子来说,必然要在这个位置拥有刺,否则对于防卫将毫无用处。
δίπτερον δʼ οὐθέν ἐστιν ὀπισθόκεντρον.
而双翅昆虫中没有一种是后部具刺的。
§4.6.10διὰ τὸ 10 ἀσθενῆ γὰρ καὶ μικρὰ εἶναι δίπτερά ἐστιν· ἱκανὰ γὰρ τὰ μικρὰ αἴρεσθαι ὑπὸ τῶν ἐλαττόνων τὸν ἀριθμόν.
因为由于 10 弱小,它们是双翅的;因为微小的东西足以被较少数量的翅膀带起。
διὰ ταὐτὸ δὲ τοῦτο καὶ ἔμπροσθεν ἔχει τὸ κέντρον· ἀσθενῆ γὰρ ὄντα μόλις δύναται τοῖς ἔμπροσθεν τύπτειν.
也正是因为这个原因,它们的前部也拥有刺;因为由于软弱,它们只能勉强用前部进行打击。
τὰ δὲ πολύπτερα, διὰ τὸ μείζω τὴν φύσιν εἶναι, πλειόνων τετύχηκε πτερῶν καὶ ἰσχύει τοῖς ὄπισθεν μορίοις.
而多翅的昆虫,由于天性较大,获得了更多的翅膀并在后部器官中拥有力量。
§4.6.1111 βέλτιον δʼ ἐνδεχομένου μὴ ταὐτὸ ὄργανον ἐπὶ ἀνομοίας ἔχειν χρήσεις, ἀλλὰ τὸ μὲν ἀμυντικὸν ὀξύτατον. τὸ δὲ γλωττικὸν σομφὸν καὶ σπαστικὸν τῆς τροφῆς.
并且,11 在可能的情况下,不将同一器官用于不同的用途,而是防御性的器官极其锋利,舌状的器官则呈海绵状且具有吸取食物的能力,这样会更好。
ὅπου γὰρ ἐνδέχεται χρῆσθαι δυσὶν ἐπὶ δύʼ ἔργα καὶ μὴ ἐμποδίζειν πρὸς ἕτερον, οὐδὲν ἡ φύσις εἴωσθε ποιεῖν ὧσπερ ἡ χαλκευτικὴ πρὸς εὐτέλειαν ὀβελισκολύχνιον· ἀλλʼ ὅπου μὴ ἐνδέχεται, καταχρῆται τῷ αὐτῷ ἐπὶ πλείω ἔργα.
因为凡是能够用两个器官做两件事且互不防碍的地方,自然就绝不习惯像铜匠为了省钱而制造[烤肉签兼灯台]那样去制造东西;但在不可能的情况下,自然就会把同一个器官挪用于多种工作。
§4.6.1212 τοὺς δὲ πόδας τοὺς προσθίους μείζους ἔνια τούτων ἔχει, ὅπως ἐπειδὴ διὰ τὸ σκληρόφθαλμα εἶναι οὐκ ἀκριβῆ τὴν ὄψιν ἔχουσι, τὰ προσπίπτοντα τοῖς προσθίοις ἀποκαθαίρωσι σκέλεσιν· ὅπερ καὶ φαίνονται ποιοῦσαι αἵ τε μυῖαι καὶ τὰ μελιττώδη τῶν ζῴωνʼ ἀεὶ γὰρ χαρακίζουσι τοῖς προσθίοις σκέλεσιν.
此外,12 它们中的一些前足较大,以便由于拥有硬眼而没有精确视觉的它们,可以用前腿清除落入眼中的东西;这确实是蝇类和蜂类动物显而易见在做的事;因为它们总是用前腿擦拭。
τὰ δʼ ὀπίσθια μείζω τῶν μέσων διά τε τὴν βάδισιν καὶ πρὸς τὸ αἴρεσθαι ῥᾷον ἀπὸ τῆς γῆς ἀναπετόμενα.
而它们的后腿比中间的腿大,既是为了步行,也是为了在飞起时更容易从地面跃起。
§4.6.1313 ὅσα δὲ πηδητικὰ αὐτῶν ἔτι μᾶλλον τοῦτο φανερόν, οἷον αἵ τʼ ἀκρίδες καὶ τὸ τῶν ψυλλῶν γένος· ὅταν γὰρ κάμ ψαντʼ ἐκτείνῃ πάλιν, ἀναγκαῖον ἀπὸ τῆς γῆς ἦρθαι.
在 13 它们之中那些跳跃的昆虫身上,这一点更加明显,例如蝗虫和蚤类;因为当它们弯曲后再次伸展时,必然从地面跃起。
οὐκ ἔμπροσθεν δʼ ἀλλʼ ὄπισθεν μόνον ἔχουσι τὰ πηδαλιώδη αἱ ἀκρίδες· τὴν γὰρ καμπὴν ἀναγκαῖον εἴσω κεκλάσθαι, τῶν δὲ προσθίων κώλων οὐδέν ἐστι τοιοῦτον.
而蝗虫起舵手作用的[跳跃用的]腿不在前部而只在后部;因为关节必然向内弯曲,而前肢中没有一个是这样的。
ἑξάποδα δὲ τὰ τοιαῦτα πάντ ἐστὶ σὺν τοῖς ἁλτικοῖς μορίοις.
所有此类动物,连同跳跃器官在内,都是六足的。