Humanitext Reader

亚里士多德 · 动物的诸部分 §4.5.30-4.5.37

动植物之间的过渡物种及无血动物的感觉器官

第 70 段,共 84 段 · 希腊语

内容简介

论述了海胆的活动性与热力之间的关系,并描述了介于植物和动物之间的海绵、海鞘、海参、刺胞动物和海星等多种无脊椎动物的生态与解剖特征,以及无血动物共有的感觉主导器官。

§4.5.3030 καὶ παρασκευάζει κινητικωτέρους ἡ τῆς φύσεως θερμότης, ὥστε νέμεσθαι καὶ μὴ μένειν ἑδραίους.
30 而且自然的热力使它们更具活动性,从而能四处觅食而不固定在一处。
σημεῖον δὲ τούτου τὸ ἔχειν τοὺς τοιούτους ἀεί τι ἐπὶ τῶν ἀκανθῶν ὡς κινουμένους πυκνά· χρῶνται γὰρ ποσὶ ταῖς ἀκάνθαις.
此点的证据是,这类海胆因为频繁活动,其刺上总是附着有东西;因为它们将刺用作足。
§4.5.3131 τὰ δὲ τήθυα μικρὸν τῶν φυτῶν διαφέρει τὴν φύσιν, ὅμως δὲ ζωτικώτερα τῶν σπόγγων· οὗτοι γὰρ πάμπαν ἔχουσι φυτοῦ δύναμιν.
31 而海鞘在天性上与植物相差无几,但仍比海绵更有生命力;因为后者完全具有植物的力量。
ἡ γὰρ φύσις μεταβαίνει συνεχῶς ἀπὸ τῶν ἀψύχων εἰς τὰ ζῷα διὰ τῶν ζώντων μὲν οὐκ ὄντων δὲ ζῴων, σὕτως ὥστε δοκεῖν πάμπαν μικρὸν διαφέρειν θατέρου θάτερον τῷ σύνεγγυς ἀλλήλοις.
因为自然通过活着但并非动物的事物,连续地从无生命物过渡到动物,以至于由于彼此邻近,一方与另一方看起来相差极小。
§4.5.3232 ὁ μὲν οὖν σπόγγος, ὥσπερ εἴρηται, καὶ τῷ ζῆν προσπεφυκὼς μόνον, ἀπολυθεὶς δὲ μὴ ζῆν, ὁμοίως ἔχει τοῖς φυτοῖς παντελῶς· τὰ δὲ καλούμενα ὁλσθούρια καὶ οἱ πνεύμονες, ἔτι δὲ καὶ ἕτερα τοιαῦτʼ ἐν τῇ θαλάττῃ μικρὸν διαφέρει τούτων τῷ ἀπολελύσθαι· αἴσθησιν μὲν γὰρ οὐδεμίαν ἔχει, ζῇ δʼ ὥσπερ ὄντα φυτὰ ἀπολελυμένα.
32 因此,正如前面所说,海绵仅靠附着而生存,一旦脱离便无法生存,这在各方面都与植物完全相似;而所谓的海参和水母,以及海洋中其他类似之物,仅在它们是游离的这一点上与前者略有不同;因为它们没有任何感觉,而是像游离的植物一样活着。
§4.5.3333 ἔστι δὲ καὶ ἐν τοῖς ἐπιγείοις φυτοῖς ἔνια τοιαῦτα, ἃ καὶ ζῇ καὶ γίνεται τὰ μὲν ἐν ἑτέροις φυτοῖς, τὰ δὲ καὶ ἀπολελυμένας, οἷον καὶ τὸ ἐκ τοῦ Παρνασσοῦ καλούμενον ὑπό τινων ἐπίπετρον· τοῦτο γὰρ ζῇ πολὺν χρόνον κρεμάμενον ἄνω ἐπὶ τῶν παττάλων.
33 陆地植物中也有一些类似的植物,它们生长并存活,有些附生在其他植物中,有些甚至在脱离的状态下存活,例如产自帕尔纳索斯山、被一些人称为‘石上草’的植物;因为它挂在钉子上也能存活很长时间。
§4.5.3434 ἔστι δ᾿ ὅτε καὶ τὰ τήθυα, καὶ εἴ τι τοιοῦτον ἕτερον γένος τῷ μὲν προσπεφυκὸς ζῆν μόνον φυτῷ παραπλήσιον, τῷ δʼ ἔχειν τι σαρκῶδες δόξειεν ἂν ἔχειν τιν αἴσθησιν· ἄδηλον δὲ τοῦτο ποτέρως θετέον.
34 而且有时海鞘以及任何其他此类属,在一方面因仅靠附着生存而类似于植物,在另一方面因具有某种肉质部分而似乎拥有某种感觉;但将其归入哪一类尚不明确。
ἔχει δὲ τοῦτο τὸ ζῷον δύο πόρους καὶ μίαν διαίρεσιν, ᾗ τε δέχεται τὴν ὑγρότητα τὴν εἰς τροφήν, καὶ ᾗ πάλιν διαπέμπει τὴν ὑπολειπομένην ἰκμάδα· περίττωμα γὰρ οὐδέν ἐστι δῆλον ἔχον, ὥσπερ τἆλλα τὰ ὀστρακόδερμα.
这种动物有两个通道和一个分隔,通过一个通道它摄入作为食物的水分,通过另一个通道它再次排出剩余的水分;因为与其它贝类不同,它没有明显的排泄物。
διὸ μάλιστα καὶ τοῦτο, κἂν εἴ τι ἄλλο τοιοῦτον τῶν ζῴων, φυτικὸν δίκαιον καλεῖν· οὐδὲ γὰρ τῶν φυτῶν οὐδὲν ἔχει περίττωμα.
因此,最合理的做法是将这一类,以及任何其他此类动物称为植物性的;因为植物也完全没有任何排泄物。
διὰ μέσου δὲ λεπτὸν διάζωμα, ἐν ᾧ τὸ κύριον ὑπάρχειν εὔλογον τῆς ζωῆς.
而在中间有一层薄薄的隔膜,生命的主导部分理所当然存在于其中。
§4.5.35ἃς δὲ καλοῦσιν οἱ μὲν κνίδας οἱ δʼ ἀκαλήφας, 35 ἔστι μὲν οὐκ ὀστρακόδερμα, ἀλλʼ ἔξω πίπτει τῶν διῃρημένων γενῶν, ἐπαμφοτερίζει δὲ τοῦτο καὶ φυτῷ καὶ ζῴῳ τὴν φύσιν.
35 至于有些人称为‘刺胞’、另一些人称为‘海荨麻’的生物, 35 它们并不是贝类,而是属于已被划分的属之外,但它在天性上介于植物和动物之间。
τῷ μὲν γὰρ ἀπολύεσθαι καὶ προσπίπτειν πρὸς τὴν τροφὴν ἐνίας αὐτῶν ζῳικόν ἐστι, καὶ τῷ αἰσθάνεσθαι τάν προσπιπτόντων· ἔτι δὲ τῇ τοῦ σήματος τραχύτητι χρῆται πρὸς τὴν σωτηρίαν·
因为一方面,它们中的一些能够脱离并扑向食物,且能感知到接触它们之物,这是动物性的特征;此外为了自身安全而利用身体的粗糙性也是如此。
τῷ δʼ ἀτελὲς εἶναι καὶ προσφύεσθαι ταχέως ταῖς πέτραις τῷ γένει τῶν φυτῶν παραπλήσιον, καὶ τῷ περίττωμα μηδὲν ἔχειν φανερόν, στόμα δʼ ἔχειν.
另一方面,因发育不全且能迅速附着在岩石上,它们与植物属相似,而且没有明显的排泄物,尽管它们确实有口。
§4.5.36ὅμοιον δὲ τούτῳ καὶ τὸ τῶν ἀστέρων ἐστὶ γένος· καὶ 36 γὰρ τοῦτο προσπῖπτον ἐκχυμίζει πολλὰ τῶν ὀστρέων, τοῖς τ᾿ ἀπολελυμένοις τῶν εἰρημένων ζῴων, οἷον τοῖς τε μαλακίοις καὶ τοῖς μαλακοστράκοις.
36 与此相似的还有海星类;因为它们也会扑向并吸食许多贝类,这一点与前述已脱离的动物(如软体动物和软甲动物)相似。
ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν ὀστρακοδέρμων.
关于贝类也有相同的道理。
§4.5.37τὰ μὲν οὖν μόρια 37 τὰ περὶ τὴν τροφὴν, ἅπερ ἀναγκαῖον πᾶσιν ὑπάρχειν, ἔχει τὸν προειρημένον τρόπον, δεῖ δὲ δη`λονότι καὶ τῶν τοῖς ἐναίμοις ὑπαρχόντων κατὰ τὸ κύριον τῶν αἰσθήσεων ἔχειν ἀνάλογόν τι μόριον· τοῦτο γὰρ δεῖ πᾶσιν ὑπάρχειν τοῖς ζῴοις.
37 因此,关于食物的器官, 37 即所有动物都必然拥有的那些器官,正如前文所述;但显然,它们也必须拥有某种与有血动物中支配感觉的主导部分相对应的器官;因为这是所有动物都必须拥有的。
ἔστι δὲ τοῦτο τοῖς μὲν μαλακίοις ἐν ὑμένι κείμενον ὑγρόν, διʼ οὗπερ ὁ στόμαχος τέταται πρὸς τὴν κοιλίαν, προσπέφυκε δὲ πρὸς τὰ πρανῆ μᾶλλον, καὶ καλεῖται μύτις ὑπό τινων.
在软体动物中,这是位于膜中的液体,食道通过它延伸到胃部,并且它较多地附着在背部,被一些人称为‘墨囊’。

词汇与语法注释

  1. 4.5.30ὡς κινουμένους πυκνά — 分词 κινουμένους 修饰前文的宾格短语 τοὺς τοιούτους(此类海胆)。连词 ὡς 在此表示主观或客观原因(“因为它们……”),解释了由于频繁活动而导致海胆刺上总是附着碎屑的因果关系。
  2. 4.5.34ἔστι δ᾿ ¦25¦ ὅτε — 虽然通常作为副词短语表示“有时”,但在此处它引入了整个句子的陈述,与带 ἄν 的希求语气(δόξειεν ἂν)相呼应,用以呈现一种假设性的可能性或观察到的现象。
  3. 4.5.35ἃς δὲ καλοῦσιν οἱ μὲν κνίδας οἱ δʼ ἀκαλήφας — 关系代词 ἃς(阴性复数宾格)与主句谓语动词 ἔστι(单数第三人称)构成破格(anacoluthon)关系。整个关系从句充当主语,但其格和性受到从句中阴性复数谓语名词(κνίδας, ἀκαλήφας)的同化影响。
  4. 4.5.37δεῖ δὲ δηλονότι ¦15¦ καὶ τῶν τοῖς ἐναίμοις ὑ파ρχόντων ... ἔχειν ἀνάλογόν τι μόριον — 在非人称动词 δεῖ 后的“宾格+不定式”结构中,不定式 ἔχειν 的逻辑主语(无血动物)在上下文中被省略。属格短语 τῶν τοῖς ἐναίmoις ὑπαρχόντων 依附于形容词短语 ἀνάλογόν τι(“相对应的某种部分”),意为“与有血动物所拥有的事物相对应的器官”。

引用这一段

亚里士多德, 动物的诸部分 §4.5.30-4.5.37. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:4.5.30-4.5.37

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。