§4.3.1Καὶ περὶ μὲν χολῆς, διὰ τίνʼ αἰτίαν τὰ μὲν ἔχει τὰ δʼ οὐκ ἔχει τῶν ζῴων, εἴρηται, περὶ δὲ μεσεντερίου 3 καὶ ἐπιπλόου λοιπὸν εἰπεῖν·
关于胆汁,由于什么原因动物中有的拥有它而有的没有,已经说明过了;剩下 3 的是说明肠间膜和大网。
ταῦτα γὰρ ἐν τῷ τόπῳ τούτῳ καὶ μετὰ τῶν μορίων ἐστὶ τούτων.
因为它们在这个位置上,并且与这些器官共存。
ἔστι δὲ τὸ μὲν ἐπίπλοον ὑμὴν τοῖς μὲν στέαρ ἔχουσι στεατώδης, τοῖς δὲ πιμελὴν πιμελώδης· ποῖα δʼ ἐστὶν ἑκάτερα τούτων, εἴρηται πρότερον.
大网是一层膜,在拥有硬脂的动物中是硬脂质的,在拥有软脂的动物中是软脂质的;这两者各是什么,之前已经说明过了。
§4.3.2ἢρτηται δὲ τὸ 2 ἐπίπλοον ὁμοίως τοῖς τε μονοκοιλίοις καὶ τοῖς πολυκοιλίοις ἀπὸ μέσης τῆς κοιλίας κατὰ τὴν ὑπογεγραμμένην οἷον ῥαφήν.
2 无论在单胃动物还是多胃动物中,大网都同样地从胃的中部悬挂下来,沿着下方勾勒出的类似于缝线的地方。
ἐπέχει δὲ τό τε λοιπὸν τῆς κοιλίας καὶ τὸ τῶν ἐντέρων πλῆθος ὁμοίως τοῖς ἐναίμοις, ἔν τε τοῖς πεζοῖς καὶ τοῖς ἐνύδροις ζῴοις.
在有血动物中,无论陆生动物还是水生动物,它都同样覆盖着胃的其余部分和大量的肠道。
§4.3.3ἡ 3 μὲν οὖν γένεσις ἐξ ἀνάγκης συμβαίνει τοιαύτη τοῦ μορίου τούτου· ξηροῦ γὰρ καὶ ὑγροῦ μίγματος θερμαινομένου τὸ ἔσχατον ἀεὶ δερματῶδες γίνεται καὶ ὑμενῶδες, ὁ δὲ τόπος οὗτος τοιαύτης πλήρης ἐστὶ τροφῆς.
3 那么,这个器官的生成从必然性上来说是这样的:因为当干与湿的混合物被加热时,其最外层总是变得像皮一样且像膜一样,而这个地方充满了这样的营养。
§4.3.4ἔτι δὲ διὰ πυκνότητα τοῦ ὑμένος τὸ διηθούμενον 4 της αἱματώδους τροφῆς ἀναγκαῖον λιπαρὸν εἶναι (τοῦτο γὰρ λεπτότατον) καὶ διὰ τὴν θερμότητα τὴν περὶ τὸν τόπον συμπεττόμενον ἀντὶ σαρκώδους καὶ αἱματώδους συστάσεως στέαρ γίνεσθαι καὶ πιμελήν.
4 此外,由于膜的致密性,从血性营养中过滤出来的部分必然是多脂的(因为这是最精细的部分),并且由于该区域周围的热量,经过共消化,它没有形成肉质和血性的结构,而是变成了硬脂和软脂。
§4.3.5ἡ μὲν οὖν γένεσις τού ἐπιπλόου σβαίνειυμ 5 κατὰ τὸν λόγον τοῦτον, καταχρῆται δʼ ἡ φύσις αὐτῷ πρὸς τὴν εὐπεψίαν τῆς τροφῆς, ὅπως ῥᾷον πέττῃ καὶ θάττον τὰ ζῷα τὴν τροφήν· τὸ μὲν γὰρ θερμὸν πεπτικόν, τὸ δὲ πῖον θερμόν, τὸ δʼ ἐπίπλοον πῖον.
5 那么,大网的生成是按照这个道理发生的,但自然将其利用于营养的良好消化,以便动物能更轻易、更快速地消化食物;因为热的东西能促进消化,脂肪是热的,而大网就是脂肪。
καὶ διὰ τοῦτʼ ἀπὸ μέσης ἢρτηται τῆς κοιλίας, ὅτι τὸ ἐπʼ ἐκεῖνο μέρος συμπέττει τὸ παρακείμενον ἧπαρ.
也正是因为这个原因,它悬挂在胃的中部,因为朝向那一侧的部分是由相邻的肝脏来进行共消化的。
καὶ περὶ μὲν τοῦ ἐπιπλόου εἴρηται.
关于大网,已经说明过了。