Humanitext Reader

亚里士多德 · 动物的诸部分 §4.2.1-4.2.13

胆汁的分布及其作为排泄物的性质

第 63 段,共 84 段 · 希腊语

内容简介

说明了多种有血动物体内胆汁位置的差异以及存在与否的个体及物种差异,论证了胆汁并非为了某种特定目的而存在,而仅是从不纯净血液中产生的排泄物。

§4.2.12 Ἐχει δὲ καὶ χολὴν τὰ πολλὰ τῶν ἐναίμων ζῴων, τὰ μὲν ἐπὶ τῷ ἥπατι, τὰ δʼ ἀπηρτημένην ἐπὶ τοῖς ἐντέροις, ὡς οὖσαν οὐχ ἧττον ἐκ τῆς κάτω κοιλίας τὴν φύσιν αὐτῆς δῆλον δὲ μάλιστʼ ἐπὶ τῶν ίχθύων· οὗτοι γὰρ ἔχουσί τε πάντες, καὶ οἱ πολλοὶ πρὸς ἐντέροις, ἔνιοι δὲ παῤ ὅλον τὸ ἔντερον παρυφασμένην, οἷον ἡ ἄμια·
2 此外,大多数有血动物也拥有胆汁,有的在肝脏上,有的则与肝脏分离而附在肠道上,因为其本性同样源自下腹腔,这在鱼类中最为明显;因为鱼类全都拥有胆汁,且大多数在肠道附近,有的甚至像弓鳍鱼一样,胆汁交织在整个肠道上;大多数蛇类也是以相同的方式。
καὶ τῶν ὄφεων οἱ πλεῖστοι τὸν αὐτὸν τρόπον. διόπερ οἱ λέγοντες τὴν φύσιν τῆς χολῆς αἰσθήσεώς τινος εἶναι χάριν, οὐ καλῶς λέγουσιν.
因此,那些声称胆汁的本性是为了某种感觉而存在的人,其说法并不正确。
φασὶ γὰρ εἶναι διὰ τοῦτο, ὅπως τῆς ψυχῆς τὸ περὶ τὸ ἧπαρ μόριον δάκνουσα μὲν συνιστῇ, λυομένη δʼ ἵλεων ποιῇ.
因为他们声称其存在是出于这个原因,即通过刺激灵魂在肝脏周围的部分使其收缩,并在溶解时使其温和。
τὰ μὲν γὰρ ὅλως οὐκ ἔχει χολήν, οἷον ἵππος καὶ ὀρεὺς καὶ ὄνος καὶ ἔλαφος καὶ πρόξ.
实际上,有些动物完全没有胆汁,例如马、骡、驴、鹿和狍。
§4.2.2οὐκ 2 ἔχει δʼ οὐδʼ ἡ κάμηλος ἀποκεκριμένην, ἀλλὰ φλέβια χολώδη μᾶλλον.
此外, 2 骆驼也没有独立分离出来的胆囊,而只有带胆汁的微细血管。
οὐκ ἔχει δʼ οὐδʼ ἡ φώκη χολήν, οὐδὲ τῶν θαλαττίων δελφίς.
海豹也没有胆汁,海洋动物中的海豚也没有。
§4.2.3ἐν δὲ τοῖς γένεσι τοῖς 3 αὐτοῖς τὰ μὲν ἔχειν φαίνεται τὰ δʼ οὐκ ἔχειν, οἷον ἐν τῷ τῶν μυῶν.
而且在 3 同一属中,有些个体显现为拥有它,有些个体则显现为不拥有它,例如在鼠类属中。
τούτων δʼ ἐστὶ καὶ ὁ ἄνθρωπος· ἔνιοι μὲν γὰρ φαίνονται ἔχοντες χολὴν ἐπὶ τοῦ ἥπατος, ἔνιοι δʼ οὐκ ἔχοντες.
人类也属于这类情况;因为有些人显然在肝脏上拥有胆汁,而有些人则显然没有。
διὸ καὶ γίνεται ἀμφισβήτησις περὶ ὅλου τοῦ γένους· οἱ γὰρ ἐντυχόντες ὁποτερωσοῦν ἔχουσι περὶ πάντων ὑπολαμβάνουσιν ὡς ἁπάντων ἐχόντων.
因此,关于整个属也产生了争论;因为那些遇到过其中任何一种状况的人,都会对所有个体做出设想,以为全都拥有它。
§4.2.4συμβαίνει δὲ τοιοῦτον καὶ περὶ 4 τὰ πρόβατα καὶ τὰς αἶγας· τὰ μὲν γὰρ πλεῖστα τούτων ἔχει χολήν, ἀλλʼ ἐνιαχοῦ μὲν τοσαύτην ὥστε δοκεῖν τέρας εἶναι τὴν ὑπερβολήν, οἷον ἐν Νάξῳ, ἐνιαχοῦ δʼ οὐκ ἔχουσιν, οἷον ἐν Χαλκίδι τῆς Εὐβοίας κατά τινα τόπον τῆς χώρας αὐτῶν.
这种情况也发生在 4 绵羊和山羊中;因为这些动物中的大多数都拥有胆汁,但在有些地方其数量之多,以至于过剩的部分似乎成了异兆,例如在纳克索斯岛,而在另一些地方它们则没有胆汁,例如在尤波亚的卡尔基斯境内的某个地区。
ἔτι δέ, ὥσπερ εἴρηται, ἡ τῶν ἰχθύων ἀπήρτηται πολὺ τοῦ ἥπατος.
此外,正如已经指出的,鱼类的胆汁与肝脏相距甚远。
§4.2.5οὐκ ὀρθῶς δʼ ἐοίκασιν οἱ περὶ Ἀναξαγόραν ὑπολαμβάνειν 5 ὡς αἰτίαν οὖσαν τῶν ὀξέων νοσημάτων· ὑπερβάλλουσαν γὰρ ἀπορραίνειν πρὸς τε τὸν πλεύμονα καὶ τὰς φλέβας καὶ τὰ πλευρά.
阿那克萨戈拉及其追随者似乎不正确地认为, 5 胆汁是急性疾病的原因;因为他们声称当胆汁过剩时,它会喷溅到肺、血管和肋部。
σχεδὸν γὰρ οἷς ταύτα συμβαίνει τὰ πάθη τῶν νόσων, οὐκ ἔχουσι χολήν, ἔν τε ταῖς ἀνατομαῖς ἂν ἐγίνετο τοῦτο φανερὸν· ἔτι δὲ τὸ πλῆθος τό τʼ ἐν τοῖς ἀρρωστήμασιν ὑπάρχον καὶ τὸ ἀπορραινόμενον ἀσύμβλητον.
然而,几乎所有遭受这些疾病痛苦的动物都没有胆汁,并且在解剖中这也本来会变得显而易见;此外,疾病中所存在的胆汁数量与传言中喷溅出来的数量是无法相比的。
§4.2.6ἀλλʼ ἔοικεν ἡ 6 χολή, καθάπερ καὶ ἡ κατὰ τὸ ἄλλο σῶμα γινομένη περίττωμά τί ἐστιν ἢ σύντηξις, οὕτω καὶ ἡ ἐπὶ τῷ ἥπατι χολὴ περίττωμα εἶναι καὶ οὐχ ἕνεκά τινος, ὥσπερ καὶ ἡ ἐν τῇ κοιλίᾳ καὶ ἐν τοῖς ἐντέροις ὑπόστασις.
相反, 6 正如身体其他部分所产生的排泄物或融解物是一种排泄物一样,肝脏上的胆汁似乎也是一种排泄物,而不是为了某种目的而存在,正如胃和肠道中的沉淀物一样。
§4.2.77 καταχρῆται μὲν οὖν ἐνίοτε ἡ φύσις εἰς τὸ ὠφέλιμον καὶ τοῖς περιττώμασιν, οὑ μὴν διὰ τοῦτο δεῖ ζητεῖν πάντα ἕνεκα τίνος, ἀλλὰ τινὼν ὄντων τοιούτων ἕτερα ἐξ ἀνάγκης συμβαίνει διὰ ταῦτα πολλά.
7 固然,自然有时甚至会为了某种有益的目的而利用排泄物,但这并不意味着我们必须因此去探求一切事物是为了什么而存在,而是当某些具有此类性质的事物存在时,其他许多事情便必然由于这些事物而随之发生。
§4.2.88 ὅσοις μὲν οὖν ἡ τοῦ ἥπατος σύστασις ὑγιεινὴ ἐστι καὶ ἡ τοῦ αἵματος φύσις γλυκεῖα ἡ εἰς τοῦτʼ ἀποκρινομένη, ταύτα μὶν ἢ πάμπαν οὐκ ἴσχει χολὴν ἐπὶ τοῦ ἥπατος, ἢ ἔν τισι φλεβίοις, ἢ τὰ μὲν τὰ δʼ οὔ.
8 因此,凡是肝脏的构造健康,且分离到其中的血液性质甘甜的动物,它们要么在肝脏上完全没有胆汁,要么只在一些微细血管中拥有它,或者有些个别拥有而有些没有。
διὸ καὶ τὰ ἥπατα τὰ τῶν ἀχόλων εὔχρω καὶ γλυκερά ἐστιν ὡς ἐπίπαν εἰπεῖν, καὶ τῶν ἐχόντων χολὴν τὸ ὑπὸ τῇ χολῇ τοῦ ἥπατος γλυκύτατόν ἐστιν.
因此,概括地说,无胆汁动物的肝脏颜色好且甘甜,即使在拥有胆汁的动物中,肝脏位于胆汁下方的部分也是最甘甜的。
§4.2.99 τῶν δὲ συνισταμένων ἐξ ἧττον καθαροῦ αἵματος τοῦτʼ ἐστὶν ἡ χολὴ τὸ γινόμενον περίττωμα.
但在那些由不甚纯净的血液构成的动物中,这产生的胆汁便是排泄物。
ἐναντίον τε γὰρ τῇ τροφῇ τὸ περίττωμα βούλεται εἶναι καὶ τῷ γλυκεῖ τὸ πικρὸν, καὶ τὸ αἷμα γλυκὺ τὸ ὑγιαῖνον.
因为排泄物倾向于与营养相反,苦与甜相反,而健康的血液是甘甜的。
§4.2.1010 φανερὸν οὖν ὅτι οὔ τινος ἕνεκα, ἀλλ ἀποκάθαρμά ἐστιν ἡ χολή.
10 显然,胆汁并非为了某种目的而存在,而是一种净化排泄物。
διὸ καὶ χαριέστατα λέγουσι τῶν ἀρχαίων οἱ φάσκοντες αἴτιον εἶναι τοῦ πλείω ζῆν χρόνον τὸ μὴ ἔχειν χολὴν, βλέψαντες ἐπὶ τὰ μώνυχα καὶ τὰς ἐλάφους· ταῦτα γὰρ ἄχολά τε καὶ ξῇ πολὺν χρόνον.
因此,古代人中那些声称不拥有胆汁是长寿原因的人,其说法最为巧妙,他们注意到单蹄动物和鹿;因为这些动物缺乏胆汁且寿命很长。
§4.2.1111 ἔτι δὲ καὶ τὰ μὴ ἑωραμένα ὑπʼ ἐκείνων ὅτι οὐκ ἔχει χολήν, οἷον δελφὶς καὶ κάμηλος, καὶ ταῦτα τυγχάνει μακρόβια ὄντα.
11 此外,甚至那些未曾被他们观察到缺乏胆汁的动物,如海豚和骆驼,恰好也是长寿的。
εὔλογον γὰρ τὴν τοῦ ἥπατος φύσιν ἐπίκαιρον οὖσαν καὶ ἀναγκαίαν πᾶσι τοῖς ἐναίμοις ζῴοις αἰτίαν εἶναι, ποιάν τινʼ οὖσαν, τού ζῆν ἐλάττω πλείω χρόνον.
因为肝脏的本性既然对所有有血动物都是关键且必需的,那么它处于何种特定状态,会成为生命较短或较长原因,这是合乎道理的。
§4.2.1212 καὶ τὸ τούτου μὲν τοῦ σπλάγχνου εἶναι περίττωμα τοιοῦτον, τῶν δʼ ἄλλων μηδενός, κατὰ λόγον ἐστίν.
12 并且,只有这一内脏拥有此类排泄物,而其他内脏均无,这也是符合逻辑的。
τῇ μὲν γὰρ καρδίᾳ τοιοῦτον οὐδένα πλησιάζειν οἷον τε χυμόν (οὐδὲν γὰρ δέχεται βίαιον πάθος), τῶν δʼ ἄλλων οὐδὲν σπλάγχνων ἀναγκαῖόν ἐστι τοῖς ζῴοις, τὸ δʼ ἧπαρ μόνον· διόπερ καὶ τοῦτο συμβαίνει περὶ αὐτὸ μόνον.
因为任何此类体液都不可能接近心脏(因为心脏不接受任何剧烈的影响),而其他内脏对动物来说都不是必不可少的,唯独肝脏是必不可少的;因此,这种情况仅仅发生在肝脏周围。
§4.2.13ἄτοπόν τε τὸ μὴ πανταχοῦ νομίζειν, ὅπου 13 ἄν τις ἴδῃ φλέγμα ἦ τὸ ὑπόστημα τῆς κοδιλίας, περίττωμα εἶναι, ὁμοίως δὲ δῆλον ὅτι καὶ χολήν, καὶ μὴ διαφέρεσθαι τοῖς τόποις.
此外,如果在任何地方 13 看到粘液或胃部沉淀物,都认为那是排泄物,却不同样显然地认为胆汁也是如此,而且因所处位置不同而有所差异,这是不合理的。

词汇与语法注释

  1. §4.2.1ὡς οὖσαν οὐχ ἧττον ἐκ τῆς κάτω κοιλίας τὴν φύσιν αὐτῆς — 连词 `ὡς` 与分词 `οὖσαν`(宾格)结合,以 `τὴν φύσιν αὐτῆς` 为其主语,表示主观原因或明确的事实(“因为其本性同样源自……”)。`οὐχ ἧττον`(同样,不亚于)强调,即使胆汁与肝脏分离而附于肠道,其源自下腹腔的性质也毫不逊色。
  2. §4.2.3ἔνιοι μὲν γὰρ φαίνονται ἔχοντες χολὴν ἐπὶ τοῦ ἥπατος, ἔνιοι δʼ οὐκ ἔχοντες. — 动词 `φαίνονται` 伴随分词 `ἔχοντες`(以及 `οὐκ ἔχοντες`),表示显而易见的事实或观察到的现象(“显然拥有/似乎拥有……”)。这里描述了在人类中,根据具体的解剖或观察,不同个体在肝脏上显得有或没有胆汁的情况。
  3. §4.2.5ὑπερβάλλουσαν γὰρ ἀπορραίνειν πρὸς τε τὸν πλεύμονα καὶ τὰς φλέβας καὶ τὰ πλευρά. — 这是一个“宾格加不定式”句型,其中隐含或承接上文的说话动词(如 `φασί`),支配不定式 `ἀπορραίνειν`(喷溅/溢出),而 `ὑπερβάλλουσαν`(修饰省略的宾格 `χολήν` 的分词)作为其主语宾格,表示过剩的状态。这转述了阿那克萨戈拉派的观点。
  4. §4.2.11εὔλογον γὰρ τὴν τοῦ ἥπατος φύσιν ἐπίκαιρον οὖσαν καὶ ἀναγκαίαν πᾶσι τοῖς ἐναίμοις ζῴοις αἰτίαν εἶναι, ποιάν τινʼ οὖσαν, τοῦ ζῆν ἐλάττω πλείω χρόνον. — 该长句围绕无人称句 `εὔλογον` [ἐστί](是合乎道理的)展开,支配宾格加不定式从句 `τὴν τοῦ ἥπατος φύσιν ... αἰτίαν εἶναι`(肝脏的本性是原因)。主语 `τὴν τοῦ ἥπατος φύσιν` 受到分词 `οὖσαν`(既是关键的又是必需的)和 `ποιάν τινʼ οὖσαν`(具有某种性质)的修饰,而属格限定不定式句 `τοῦ ζῆν ἐλάττω πλείω χρόνον`(活得较短或较长时间)则修饰名词 `αἰτίαν`(原因)。

引用这一段

亚里士多德, 动物的诸部分 §4.2.1-4.2.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:4.2.1-4.2.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。