§4.1.1Τὸν αὐτὸν δὲ τρόπον ἔχει τὰ περὶ τὰ σπλάγχνα 1 καὶ τὴν κοιλίαν καὶ τῶν εἰρημένων μορίων ἕκαστον τοῖς τετραπόσι μὲν ᾠοτόκοις δὲ τῶν ζῴων καὶ τοῖς ἄποσιν, οἷον τοῖς ὄφεσιν.
内脏 1、胃以及上述各部分的状况,在卵生四足动物中,以及在像蛇这样无足的动物中,都是相同的。
καὶ γὰρ ἡ τῶν ὄφεων φύσις ἐστὶ συγγενὴς τούτοις· ὁμοία γάρ ἐστι σαύρῳ μακρῷ καὶ ἄποδι.
因为蛇的本性与这些动物相近;它就像是一只长而无足的蜥蜴。
§4.1.2τούτοις δὲ καὶ τοῖς ἰχθύσι πάντα 2 παραπλήσια, πλὴν τὰ μὲν ἔχει πλεύμονα διὰ τὸ πεζεύειν, οἱ δʼ οὐκ ἔχουσιν, ἀλλὰ βράγχια ἀντὶ τοῦ πλεύμονος.
在这些动物和鱼类中,一切都 2 非常相似,只是前者因在陆地上生活而拥有肺,而后者则没有,而是用鳃代替肺。
κύστιν δʼ οὐθʼ οἱ ἰχθύες ἔχουσιν οὔτε τούτων οὐδὲν πλὴν χελώνης· τρέπεται γὰρ εἰς τὰς φολίδας τὸ ὑγρὸν ὀλιγοπότων ὄντων διὰ τὴν ἀναιμότητα τοῦ πλεύμονος, καθάπερ τοῖς ὄρνισιν εἰς τὰ πτερά.
至于膀胱,鱼类没有,而在这些动物中除乌龟外也全都没有;因为它们饮水很少,由于肺部无血,液体便转向鳞片,正如鸟类中液体转向羽毛一样。
§4.1.33 καὶ ἐπιλευκαίνει δὲ τὸ περίττωμα πᾶσι καὶ τούτοις, ὥσπερ καὶ τοῖς ὄρνισιν· διόπερ ἐν τοῖς ἔχουσι κύστιν ἐξελθόντος τοὺ περιττώματος ὑφίσταται ἁλμυρὶς γεώδης ἐν τοῖς ἀγγείοις· τὸ γὰρ γλυκὺ καὶ πότιμον ἀναλίσκεται διὰ κουφότητα εἰς τὰς σάρκας.
3 而且在所有这些动物中,排泄物也带白色,正如在鸟类中一样;因此,在拥有膀胱的动物中,当排泄物排出后,在容器中会留下一层泥土状的盐质沉淀;因为甘甜且可饮用的部分由于轻盈而被消耗到肉中去了。
§4.1.44 τῶν δʼ ὄφεων οἱ ἔχεις πρὸς τοὺς ἅλλους ἔχουσι τὴν αὐτὴν διαφορὰν ἣν καὶ ἐν τοῖς ἰχθύσι τὰ σελάχη πρὸς τοὺς ἄλλους· ζῳοτοκοῦσι γὰρ ἔξω καὶ τὰ σελάχη καὶ οἱ ἔχεις, ἐν αὐτοῖς ᾠοτοκήσαντα πρῶτον.
4 在蛇类中,蝰蛇与其他蛇类的区别,正像在鱼类中软骨鱼类与其他鱼类的区别一样;因为软骨鱼类和蝰蛇都是在体内先产卵,然后才在体外产下活仔。
μονοκοίλια δὲ πάντα τὰ τοιαῦτά ἐστι, καθάπερ τἆλλα τὰ ἀμφώδοντα· καὶ σπλάγχνα δὲ πάμπαν μικρὰ ἔχει, ὥσπερ τἆλλα τὰ μὴ ἔχοντα κύστιν.
所有此类动物都是单胃的,正如其他双排齿动物一样;它们的内脏也非常小,正如其他没有膀胱的动物一样。
§4.1.55 οἱ δʼ ὄφεις διὰ τὴν τού σήματος μορφὴν, οὖσαν μακρὰν καὶ στενήν, καὶ τὰ σχήματα τῶν σπλάγχνων ἔχουσι διὰ ταῦτα μακρὰ καὶ τοῖς τῶν ἅλλων ζῴων ἀνόμοια, διὰ τὸ καθάπερ ἐν τύπῳ τὰ σχήματʼ αὐτῶν πλασθῆναι διὰ τὸν τόπον.
5 而蛇类由于其身体的形状长而狭窄,因此其内脏的形状也是长形的,并且与其他动物的内脏不同,因为它们的形状由于空间限制,就像是在模具中塑造出来的一样。
§4.1.66 ἐπίπλοον δὲ καὶ μεσεντέριον καὶ τὰ περὶ τὴν τῶν ἐντέρων φύσιν, ἔτι δὲ τὸ διάζωμα καὶ τὴν καρδίαν πάντʼ ἔχει τὰ ἔναιμα τῶν ζῴων, πλεύμονα δὲ καὶ ἀρτηρίαν πάντα πλὴν τῶν ἰχθύων.
6 凡是有血动物都具有网膜、系膜、与肠道本性相关的部分,以及横隔膜和心脏;而除鱼类外,所有有血动物都具有肺和气管。
καὶ τὴν θέσιν δὲ τῆς ἀρτηρίας καὶ τοῦ οἰσοφάγου πάντα τὰ ἔχοντα ὁμοίως ἔχει διὰ τὰς εἰρημένας αἰτίας πρότερον.
至于气管和食道的位置,所有拥有它们的动物也都以相似的方式排列,其原因正如此前所述。