Humanitext Reader

亚里士多德 · 动物的诸部分 §4.13.1#2

扁平鱼类的鳍与鳃及口皮结构的多样性

第 83 段,共 84 段 · 希腊语

内容简介

论述鳐鱼和电鳐等扁平鱼类中鳍的特殊排列与功能,并结合生理学目的探讨鱼类特有的呼吸器官(腮)的结构与数量,以及口部和皮肤的多样性。

§4.13.1#2οἱ δὲ βάτοι καὶ τὰ τοιαῦτα ἀντὶ τῶν πτερυγίων τῷ ἐσχάτῳ πλάτει νέουσιν.
至于鳐鱼和此类动物,则利用其扁平身体的最外缘代替鳍来进行游泳。
τὰ δʼ ἧττον ἔχοντα πλάτος πτερύγια ἔχουσιν, οἷον ἡ νάρκη καὶ ὁ βάτραχος, τὰ μὲν ἐν τῷ πρανεῖ κάτω διὰ τὸ πλάτος τῶν ἄνω, τὰ δʼ ἐν τοῖς ὑπτίοις πρὸς τῇ κεφαλῇ· (οὐ γὰρ κωλύει κινεῖσθαι τὸ πλάτος· ) ἀλλʼ ἀντὶ τοῦ ἄνω ἔλαττω ταῦτα τῶν ἐν τῷ πρανεῖ.
而那些扁平程度较低的鱼则具有鳍,例如电鳐和琵琶鱼,它们的背侧鳍因上方身体的宽扁而长在偏下方,腹侧鳍则长在靠近头部的地方(因为在这一部位,身体的宽度并不会阻碍运动);但是,这些腹侧鳍并没有长在上方,反而比背侧的鳍更小。
ἔχει δʼ ἡ νάρκη πρὸς τῇ οὐρᾷ τὰ δύο πτερύγια· ἀντὶ δὲ τῶν δύο τῷ πλάτει χρῆται ὡς δυσὶ πτερυγίοις ἑκατέρῳ τῷ ἡμικυκλίῳ.
电鳐在靠近尾部的地方有两个鳍;而代替另外两个鳍的是,它将自己扁平身体两侧的半圆形边缘当作两个鳍来使用。
περὶ δὲ τῶν ἐν τῇ κεφαλῇ μορίων καὶ αἰσθητηρίων εἴρηται πρότερον.
关于头部的器官和感觉器官,先前已经说明。
ἴδιον δʼ ἔχατ τὸ τῶν ἰχθύων γένος πρὸς τἆλλα τὰ ἔναιμα ζῴα τὴν τῶν βραγχίων φύσιν· διʼ ἣν δʼ αἰτίαν, εἴρηται ἐν τοῖς περὶ ἀναπνοῆς.
鱼类在与其他有血动物相比时,具有其特有的腮这一结构;其原因已在关于呼吸的著作中说明。
καὶ ἔχει δὲ τὰ ἔχοντα βράγχια τὰ μὲν ἐπικαλύμματα τοῖς βραγχίοις, τὰ δὲ σελάχη πάντα (χονδράκανθα γάρ) ἀκάλυπτα.
在拥有腮的鱼类中,有些在腮上具有盖,而所有的软骨鱼类(因为它们是软骨的)的腮都是裸露的。
αἴτιον δʼ ὅτι οἱ μὲν ἀκανθώδεις εἰσί, τὸ δʼ ἐπικάλυμμα ἀκανθῶδες, τὰ δὲ σελάχη πάντα χονδράκανθα.
其原因在于,前者(多棘鱼类)是多棘骨质的,而腮盖也是多棘骨质的,但软骨鱼类则全部都是软骨质的。
ἔτι δʼ αἱ κινήσεις τῶν μὲν νωθραὶ διὰ τὸ μὴ ἀκανθώδη εἶναι μηδὲ νευρώδη, τῶν δʼ ἀκανθωδῶν ταχεῖα· τσῦ δʼ ἐπικαλύμματος ταχεῖαν δεῖ γίνεσθαι τὴν κίνησιν· ὥσπερ γὰρ πρὸς ἐκπνοὴν ἡ τῶν βραγχίων ἐστὶ φύσις.
此外,前者(软骨鱼类)的运动由于既非多棘骨质也非腱质而显得迟缓,而多棘鱼类的运动则是快速的;腮盖的运动也必须是快速的;因为腮的性质就如同用于呼气一样。
διὰ τοῦτο τοῖς σελαχύδεσι καὶ αὐτῶν τῶν πόρων ἡ συναγωγὴ γίνεται τῶν βραγχίων, καὶ οὐ δεῖ ἐπικαλύμματος, ὅπως γίνηται ταχεῖα.
因此,在软骨鱼类中,腮孔自身会发生收缩,不需要腮盖,以便运动能够快速进行。
οἱ μὲν οὖν αὐτῶν ἔχουσι πολλὰ βράγχια οἱ δʼ ὀλίγα, καὶ οἱ μὲν διπλᾶ οἱ δʼ ἁπλά· τὸ δʼ ἔσχαυον ἁπλοῦν οἱ πλεῖστοι.
在它们之中,有些拥有许多腮,有些则较少,有些拥有双重腮,有些则拥有单重腮;而对大多数鱼来说,最外侧的腮是单重的。
τὴν δʼ ἀκρίβοαν ἐκ τῶν ἀνατομῶν περὶ τούτωυ καὶ ἐν ταῖς ἱστορίαις ταῖς περὶ τὰ ζῷα δεῖ θεωρεῖν.
关于这些器官的精确细节,必须结合解剖图在《动物志》中进行观察。
αἴτιον δὲ τοῦ πλήθους καὶ τῆς ὀλιγότητος τὸ τοῦ ἐν τῇ καρδίᾳ θερμοῦ πλῆθος καὶ ὀλιγότης· θάττω γὰρ καὶ ἰσχυροτέραν τὴν κίνησιν δεῖ εἶναι τοῖς πλείω ἔχουσι θερμότητα.
腮数量的多寡,其原因在于心脏中热量的多寡;因为在拥有较多热量的动物中,运动必须更加迅速和强劲。
τὰ δὲ πλείω καὶ διπλᾶ βράγχια τοιαύτην ἔχει τὴν φύσιν μᾶλλον τῶν ἁπλῶν καὶ ἐλαττόνων.
而较多且双重的腮,比单重且较少的腮更能体现这种散热的性质。
διὸ καὶ ἔνια αὐτῶν ἔξω ζῆν δύναται πολύν χρόνον, τῶν ἐχόντων ἐλάττω καὶ ἧττον ἐγκρατῆ τὰ βρέγχια, οἷον ἐγχέλυς καὶ ὅσα ὀφιώδη· οὐ γὰρ πολλῆς δέονται κατατψύξεως.
因此,在那些拥有较少且较弱腮的鱼类中,有些能够离开水存活很长时间,例如鳗鲡和所有蛇形鱼类;因为它们不需要很多的冷却。
ἔχει δὲ καὶ περὶ τὸ στόμα διαφορές.
此外,关于口部也有不同。
τὰ μὲν γὰρ κατ᾿ ἀντικρὺ ἔχει τὸ στόμα καὶ εἰς τὸ πρόσθεν, τὰ δʼ ἐν τοῖς ὑπτίοις, οἷον οἵ τε δελφῖνες καὶ τὰ σελαχώδη· διὸ καὶ ὕπτια στρεφόμενα λαμβάνει τὴν τροφήν.
有些鱼的口部长在正前方,有些则长在腹侧,例如海豚和软骨鱼类;因此它们需要翻转身体使腹部向上来获取食物。
φαίνεται δʼ ἡ φύσις οὐ μόνον σωτηρίας ἕνεκεν ποιῆσαι τοῦτο τῶν ἄλλων ζῴων (ἐν γὰρ τῇ στρέψει σώζεται τἆλλα βραδυνόντων· πάντα γὰρ τὰ τοιαῦτα ζῳοφάγα ἐστίν), ἀλλὰ καὶ πρὸς τὸ μὴ ἀκολουθεῖν τῇ λαιμαργίᾳ τῇ περὶ τὴν τροφήν· ῥᾷον γὰρ λαμβάνοντα διεφθείρετʼ ἂν διὰ τὴν πλήρωσιν ταχέως.
自然这样做似乎不仅是为了保护其他动物(因为在它们翻转身体耽误时间的时候,其他动物得以得救;因为所有这类动物都是食肉的),而且也是为了防止它们沉溺于对食物的贪婪;因为如果能轻易获取,它们会由于迅速填满而很快自我毁灭。
πρὸς δὲ τούτοις περιφερῆ καὶ λεπτὴν ἔχοντα τὴν τοῦ ῥύγχους φύσιν οὐχ οἷόν τʼ εὐδιαίρετον ἔχειν.
此外,对于那些具有圆而细的吻部特性的鱼类,其口部是不可能大大张开的。
ἔτι δὲ καὶ τῶν ἄνω τὸ στόμα ἐχόντων τὰ μὲν ἀνερρωγὸς ἔχει τὸ στόμα τὰ δὲ μύουρον, ὅσα μὲν σαρκοφάγα, ἀνερρωγὸς, ὥσπερ τὰ καρχαρόδοντα, διὰ τὸ ἐν τῷ στόματι εἶναι τοῖς τοιούτοις τὴν ἰσχύν, ὅσα δὲ μὴ σαρκοφάγα, μύουρον.
再者,即使在口部长在正前方的鱼类中,有些口部大大张开,有些则细小窄狭;凡是食肉的,其口部均大大张开,如同具有锯齿状牙齿的动物,因为在这类动物中,它们的力量在于口部;而凡不食肉的,口部则窄狭。
τὸ δὲ δέρμα οἱ μὲν λεπιδωτὸν ἔχουσιν αὐτῶν (ἡ δὲ λεπὶς διὰ λαμπρότητα καὶ λεπτότητα τού σώματος ἀφίσταται), οἱ δὲ τραχύ, οἷον ῥίνη καὶ βάτος καὶ τὰ τοιαῦτα· ἐλάχιστα δὲ τὰ λεῖα.
至于它们的皮肤,有些拥有鳞状皮肤(鳞片固然由于身体的闪亮和薄弱而脱落),有些则拥有粗糙的皮肤,例如天使鱼、鳐鱼和此类动物;而光滑的则极少。

词汇与语法注释

  1. p.152.l.29ἀλλʼ ἀντὶ τοῦ ἄνω ἔλαττω ταῦτα τῶν ἐν τῷ πρανεῖ — ἀντὶ τοῦ ἄνω 的解析。指出腹侧的鳍并未如常长在更靠上方(背侧)的位置,反而其尺寸比背侧的鳍更小,体现了一种结构上的补偿关系。
  2. p.152.l.30ἀντὶ δὲ τῶν δύο τῷ πλάτει χρῆται ὡς δυσὶ πτερυγίοις ἑκατέρῳ τῷ ἡμικυκλίῳ — ἀντὶ δὲ τῶν δύο 意为“代替(缺失的)另外两个鳍”。此处解释了在尾部仅有两个鳍的电鳐,如何利用其圆扁身体两侧的半圆形部分来代替另外两个鳍进行游泳运动。
  3. p.152.l.19τῶν ἐχόντων ἐλάττω καὶ ἧττον ἐγκρατῆ τὰ βράγχια — 分词属格短语 τῶν ἐχόντων... 作为部分属格修饰前文的 ἔνια αὐτῶν(它们之中的一些),或起同格限定作用,具体说明是那些拥有较少且较弱腮的鱼类。
  4. p.153.l.27φαίνεται δʼ ἡ φύσις οὐ μόνον σωτηρίας ἕνεκεν ποιῆσαι τοῦτο — φαίνεται 与不定式(ποιῆσαι)连用的句型,意为“自然似乎为了……而这样做”,是亚里士多德在通过观察推测并解释自然的目的论意图时的典型表达。

引用这一段

亚里士多德, 动物的诸部分 §4.13.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:4.13.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。