Humanitext Reader

亚里士多德 · 动物的诸部分 §4.13.1#3

鲸类与中间性动物的构造及全书总结

第 84 段,共 84 段 · 希腊语

内容简介

讨论了鱼类、鲸类以及介于两者之间的动物(海豹、蝙蝠、鸵鸟)的身体特征,阐明其结构如何反映其混合栖息地和分类特征,并总结了关于动物身体部位的论述,宣告将进入关于繁殖的讨论。

§4.13.1#3τὰ δὲ σελάχη ἀλεπίδωτα μὲν τραχέα δʼ ἐστὶ διὰ τὸ χονδράκανθα εἶναι· τὸ γὰρ γεῶδες ἐκεῖθεν ἡ φύσις εἰς τὸ δέρμα κατανήλωκεν.
至于软骨鱼类,它们没有鳞片,但由于是软骨质的而显得粗糙;因为自然将原本用于那里的泥土性物质消耗在了它们的皮肤上。
ὄρχεις δʼ οὐδεὶς ἔχει ἰχθὺς οὔτ᾿ ἐκτὸς οὔτʼ ἐντός, οὐδʼ ἄλλο τι τῶν ἀπόδων οὐδέν, διὸ οὐδʼ οἱ ὄφεις.
任何鱼类无论在体外还是体内都没有睾丸,其他无足动物也同样没有任何这种器官,因此蛇也没有。
πόρον δὲ τοῦ περιττώματος καὶ τῶν περὶ τὴν γένεσιν τὸν αὐτόν, καθάπερ καὶ τἆλλα ᾠοτόκα πάντα καὶ τετράποδα, διὰ τὸ μὴ ἔχειν κύστιν μηδὲ γίνεσθαι περίττωμ᾿ αὐτοῖς ὑγρόν.
它们排泄和生殖的通道是同一个,就像其他所有卵生动物和卵生四足动物一样,因为它们没有膀胱,也不产生液态排泄物。
τὸ μὲν οὖν τῶν ἰχθύων γένος πρὸς τἆλλα ζῷα ταύτας ἔχει τἀς διαφοράς, οἱ δὲ δελφῖνες καὶ αἱ φάλαιναι καὶ πάντα τὰ τοιαῦτα τῶν κητῶν βράγχια μὲν οὐκ ἔχουσιν, αὐλὸν δὲ διὰ τὸ πνεύμονα ἔχειν· δεχόμενα γὰρ κατὰ τὸ στόμα τὴν θάλατταν ἀφιᾶσι κατὰ τὸν αὐλόν.
因此,鱼类这一种属与其他动物相比具有这些区别。 另一方面,海豚、鲸鱼和所有此类鲸豚类动物没有腮,但因为有肺而具有喷水孔;因为它们从口中吸入海水,并从喷水孔排出。
ἀνάγκη μὲν γὰρ δέξασθαι τὸ ὑγρὸν διὰ τὸ λαμβάνειν τὴν τροφὴν ἐν τῷ ὑγρῷ· δεξάμενα δ᾿ ἀφιέναι ἀναγκαῖον.
因为在水中获取食物,吸入液体是必然的;而吸入之后,将其排出也是必然的。
τὰ μὲν οὖν βράγχιά ἐστι χρήσιμα τοῖς μὴ ἀναπνέουσιν· διʼ ἣν δʼ αἰτίαν, εἴρηται ἐν τοῖς περὶ ἀναπνοῆς· ἀδύνατον γὰρ ἅμα τὸ αὐτὸ ἀναπνεῖν καὶ βράγχια ἔχειν· ἀλλἀ πρὸς τὴν ἄφεσιν τοῦ ὕδατος ἔχουσι τὸν αὐλόν.
那么,腮对于不呼吸的动物是有用的(其原因已在关于呼吸的著作中说明);因为同一只动物不可能同时呼吸又拥有腮;但它们拥有喷水孔是为了排出水分。
κεῖται δʼ αὐτοῖς οὗτος πρὸ τοῦ ἐγκεφάλου· διελάμβανε γὰρ ἂν ἀπὸ τῆς ῥάχεως αὐτόν.
这个喷水孔在它们身上位于脑的前方;因为如果位于别处,脊柱就会阻断它。
αἴτιον δὲ τοῦ πνεύμονα ταῦτʼ ἔχειν καὶ ἀναπνεῖν, ὅτι τὰ μεγάλα τῶν ζῴων πλείονος δεῖται θερμότητος, ἵνα κινῆται· διὸ ὁ πνεύμων ἔγκειται αὐτοῖς θερμότητος ὢν πλήρης αἱματικῆς.
这些动物拥有肺部并进行呼吸的原因在于,大型动物需要更多的热量才能运动;因此肺部存在于它们体内,充满了血液般的热量。
ἔστι δὲ ταῦτα τρόπον τινὰ πεζὰ καὶ ἔνυδρα· τὸν μὲν γὰρ ἀέρα δέχεται ὡς πεζά, ἄποδα δʼ ἐστὶ καὶ λαμβάνει ἐκ τοῦ ὑγροῦ τὴν τροφὴν ὥσπερ τὰ ἔνυδρα.
而且在某种意义上,它们既是陆生的又是水生的:因为它们像陆生动物一样吸收空气,但又没有足,像水生动物一样从水中获取食物。
καὶ αἱ φῶκαι δὲ καὶ αἱ νυκτερίδες διὰ τὸ ἐπαμφοτερίζειν αἱ μὲν τοῖς ἐνύδροις καὶ πεζοῖς, αἱ δὲ τοῖς πτηνοῖς καὶ πεζοῖς, διὰ τοῦτο ἀμφοτέρων τε μετέχουσι καὶ οὐδετέρων.
海豹和蝙蝠也是如此,因为它们具有双重特性——前者介于水生和陆生之间,后者介于飞禽和陆生之间——因此它们既兼具两者的特征,又不属于任何一类。
αἵ τε γὰρ φῶκαι ὡς μὲν ἔνυδροι πόδας ἔχουσιν, ὡς δὲ πεζαὶ πτέρυγας (τοὺς γὰρ ὄπισθεν πόδας ἰχθυώδεις ἔχουσι πάμπαν, ἔτι δὲ τοὺς ὀδόντας πάντας καρχαρόδοντας καὶ ὀξεῖς)· καὶ αἱ νυκτερίδες ὡς μὲν πτηνὰ ἔχουσι πόδας, ὡς δὲ τετράποδα οὐκ ἔχουσι, καὶ οὔτε κέρκον ἔχουσιν οὔτʼ οὐροπύγιον, διὰ μὲν τὸ πτηνὰ εἶναι κέρκον, διὰ δὲ τὸ πεζὰ ούροπύγιον.
海豹作为水生动物拥有足,但作为陆生动物则拥有像鳍一样的足(因为它们的后足完全像鱼鳍一样,而且它们所有的牙齿都是锋利的锯齿状);蝙蝠作为飞禽拥有足,但作为四足动物则没有,它们既没有尾巴也没有尾羽腺;因为是飞禽所以没有尾巴,因为是陆生所以没有尾羽腺。
συμβέβηκε δʼ αὐταῖς τοῦτʼ ἐξ ἀνάγκης· εἰσὶ γὰρ δερμόπτεροι, οὐδὲν δʼ ἔχει οὐροπύγιον μὴ σχιζόπτερον· ἐκ τοιούτου γὰρ πτεροῦ γίνεται τὸ οὐροπύγιον.
这种情况在它们身上是必然发生的;因为它们是皮膜翼的,而任何非羽翼的动物都没有尾羽腺;因为尾羽腺是由这种羽毛产生的。
ἡ δὲ κέρκος καὶ ἐμπόδιος ἂν ἦν ὑπάρχουσα ἐν τοῖς πτερσῖς.
如果存在尾巴,在翅膀运动时也会成为阻碍。
τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ στρουθὸς ὁ Λιβυκός· τὰ μὲν γὰρ ὄρνιθος ἔχει, τὰ δὲ ζῴου τετράποδος.
同样的方式也适用于利比亚鸵鸟;因为它具有一些鸟类的特征,以及另一些四足动物的特征。
ὡς μὲν γὰρ οὐκ ὢν τετράπους πτερὰ ἔχει, ὡς δʼ οὐκ ὢν ὄρνις οὔτε πέταται μετεωριζόμενος, καὶ τὰ πτερὰ οὐ χρήσιμα πρὸς πτῆσιν ἀλλὰ τριχώδη.
作为非四足动物它拥有翅膀,但作为非鸟类它又不能高飞,它的翅膀对飞行无用,而是像毛发一般的。
ἔτι δὲ ὡς μὲν τετράπους ὢν βλεφαρίδας ἔχει τὰς ἄνωθεν καὶ ψιλός ἐστι τὰ περὶ τὴν κεφαλὴν καὶ τὰ ἄνω τού αὐχένος, ὥστε τριχωδεστέρας ἔχειν τὰς βλεφαρίδας, ὡς δʼ ὄρνις ὢν τὰ κάτωθεν ἐπτέρωται, καὶ δίπους μέν ἐστιν ὡς ὄρνις, διχαλὸς δʼ ὡς τετράπους· οὐ γὰρ δακτύλους ἔχει ἀλλὰ χηλάς.
此外,作为四足动物它拥有上睫毛,而且头部周围和颈部上方是裸露的,从而使其睫毛更像毛发;但作为鸟类,它的下部覆有羽毛,它像鸟一样是双足的,但又像四足动物一样是裂蹄的;因为它们没有脚趾,而是有蹄。
τούτου δ᾿ αἴτιον ὅτι τὸ μέγεθος οὐκ ὅρνιθος ἔχει ἀλλὰ τετράποδος· ἐλάχιστον γὰρ ἀναγκαῖον εἶναι τὸ μέγεθος ὡς καθόλου εἰπεῖν τὸ τῶν ὀρνίθων· οὐ γὰρ ῥᾴδιον πολύν ὄγκον κινεῖσθαι σύματος μετέωρον.
其原因在于它拥有四足动物的体型,而不是鸟类的体型;因为一般而言,鸟类的体型必然是非常小的;因为要让庞大的身体悬浮在空中运动并非易事。
Περὶ μὲν οὖν τῶν μορίων, διὰ τίνʼ αἰτίαν ἕκαστόν ἐστιν ἐν τοῖς ζῴοις, εἴρηται περὶ πάντων τῶν ζῴων καθʼ ἕκαστον· τούτων δὲ διωρισμένων ἐφεξῆς ἐστὶ τὰ περὶ τὰς γενέσεις αὐτῶν διελθεῖν.
因此,关于动物的各个部位以及每个部位在动物中存在的原因,已经对所有动物逐一进行了论述;在这些问题得到阐明之后,接下来顺理成章地应当探讨关于它们生殖的课题。

词汇与语法注释

  1. p.154διελάμβανε γὰρ ἂν ἀπὸ τῆς ῥάχεως αὐτόν. — 动词 `διελάμβανε`(分隔、阻碍)的主语是 `ἡ ῥάχις`(脊柱),省略的宾语是 `τὸν αὐλόν`(喷水孔)。未完成过去直陈式加上 `ἄν`(`ἂν ... διελάμβανε`)表示与现在事实相反的虚拟条件(“因为如果长在别处,脊柱就会阻断它”)。
  2. p.154διὰ τὸ ἐπαμφοτερίζειν — 由 `διὰ` 引导的“对格+不定式”结构。动词 `ἐπαμφοτερίζω` 意为“具有双重性质”或“介于两者之间”,用于解释海豹和蝙蝠分别在水陆两栖、空陆两栖方面具有的中间过渡特征。
  3. p.155ὡς μὲν οὐκ ὢν τετράπους πτερὰ ἔχει — 分词 `ὢν` 和名词 `τετράπους` 与主语(鸵鸟)一致。`ὡς` 加上分词表示视角的特征(“作为不是四足动物的存在,它拥有翅膀”)。接下来的分句 `ὡς δʼ οὐκ ὢν ὄρνις` 也具有相同的结构,巧妙地表现了鸵鸟混合的形态矛盾。

引用这一段

亚里士多德, 动物的诸部分 §4.13.1#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:4.13.1%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。