§4.13.1#113 Τα μὲν οὖν τῶν ὀρνίθων μόρια τὸν τρόπον ἔχει τοῦτον.
13 鸟类的身体器官如上所述。
τὸ δὲ τῶν ἐχθύων γένος ἔτι μᾶλλον κεκολόβωται τῶν ἐκτὸς μορίων.
而鱼类在外部器官上则更为残缺。
οὔτε γὰρ σκέλη οὔτε χεῖρας οὔτε πτέρυγας ἔχουσιν (εἴρηται δὲ περὶ τούτων ἡ αἰτία πρότερον), ἀλλ᾿ ὅλον ἀπὸ τῆς κεφαλῆς τὸ κύτος συνεχές ἐστι μέχρι τῆς οὐρᾶς.
因为它们既没有腿,没有手,也没有翼(关于这些器官缺失的原因先前已经说明),而是从头部到尾部的整个身体躯干都是连续的。
ταύτην δʼ οὐχ ὁμοίαν ἔχουσι πάντες, ἀλλὰ τὰ μὲν παραπλησίαν, τῶν δὲ πλατέων ἔνια ἀκανθώδη καὶ μακράν· ἡ ἐκεῖθεν γὰρ αὔξησις γίνεται εἰς τὸ πλάτος, οἷόν ἐστι νάρκαις καὶ τρυγόσι καὶ εἴ τι τοιοῦτον ἄλλο σέλαχός ἐστιν.
它们并不是所有的尾部都相同,有的具有相似的尾部,而扁平鱼类中的某些则具有多刺且长的尾部;因为从该处起的生长被转向了宽度,正如电鳐、魟鱼以及其他任何这类软骨鱼类那样。
τῶν μὲν οὖν τοιούτων ἀκανθῶδες καὶ μακρὸν τὸ οὐραῖόν ἐστιν, ἐνίων δὲ σαρκῶδες μὲν βραχὺ δὲ διὰ τὴν αὐτὴν αἰτίαν διʼ ἥνπερ ταῖς νάρκαις· διαφέρει γὰρ οὐδέν, ἢ βραχὺ μὲν σαρκωδέστερον δέ, ἢ μακρὸν μὲν ἀσαρκότερον δʼ εἶναι.
因此,对于这类动物,它们的尾部是多刺且长的,但有些鱼类出于与电鳐相同的理由,其尾部多肉而短;因为是短而多肉,还是长而少肉,这并没有什么区别。
ἐπὶ δὲ τῶν βατράχων τὸ ἐναντίον συμβέβηκεν· διὰ γὰρ τὸ μὴ σαρκῶδες εἶναι τὸ πλάτος αὐτῶν τὸ ἐμπρόσθιον, ὅσον ἀφῄρηται σαρκῶδες, πρὸς τὸ ὄπισθεν αὐτὸ ἔθηκεν ἡ φύσις καὶ τὴν οὐράν.
但在琵琶鱼身上,情况正好相反;因为它们前方的宽阔部分不是多肉的,凡是被夺走的多肉部分,自然就将它和尾部放在了后方。
οὐκ ἔχουσι δʼ ἀπηρτημένα κῶλα οἱ ἰχθύες διὰ τὸ νευστικὴν εἶναι τὴν φύσιν αὐτῶν κατὰ τὸν τῆς οὐσίας λόγον, ἐπεὶ οὔτε περίεργον οὐδὲν οὔτε μάτην ἡ φύσις ποιεῖ.
而鱼类没有分离的肢体,是因为根据其本质的定义,它们的本性是适合游泳的,因为自然不作任何多余或无益之事。
ἐπεὶ δʼ ἔναιμά ἐστι κατὰ τὴν οὐσίαν, διὰ μὲν τὸ νευστικὰ εἶναι πτερύγια ἔχει, διὰ δὲ τὸ μὴ πεζεύειν οὐκ ἔχει πόδας· ἡ γὰρ τῶν ποδῶν πρόσθεσις πρὸς τὴν ἐπὶ τῷ πεδίῳ κίνησιν χρὴσιμός ἐστιν.
既然它们在本质上是有血动物,一方面因为它们适合游泳而具有鳍,另一方面因为它们不在陆地上行走而不具有足;因为增加足部有利于在平地上的运动。
ἅμα δὲ πτερύγια τέτταρα καὶ πόδας οὐχ οἷόν τʼ ἔχειν, οὐδʼ ἄλλο κῶλον τοιοῦτον οὐδέν· ἔναιμα γάρ.
同时,不可能既有四个鳍又有足,也不可能有任何其他此类肢体;因为它们是有血动物。
οἱ δὲ κορδύλοι βράγχια ἔχοντες πόδας ἔχουσιν· πτερύγια γὰρ οὐκ ἔχουσιν, ἀλλὰ τὴν οὐρὰν μανώδη καὶ πλατεῖαν.
而蝾螈虽有鳃,却有足;因为它们没有鳍,而是具有粗糙且宽扁的尾部。
ἔχουσι δὲ τῶν ἰχθύων ὅσοι μὴ πλατεῖς, καθάπερ βάτος καὶ τρυγών, τέτταρα πτερύγια, δύο μὲν ἐν τοῖς πρανέσι, δύο δʼ ἐν τοῖς ὑπτίοις.
在鱼类中,凡不像鳐鱼和魟鱼那样扁平的,都有四个鳍,两个在背侧,两个在腹侧。
πλείω δὲ τούτων οὐδείς· ἄναιμοι γὰρ ἂν ἦσαν.
任何鱼都没有超过这些数量的鳍;否则它们就成了无血动物。
τούτων δὲ τὰ μὲν ἐν τῷ πρανεῖ σχεδὸν πάντες ἔχουσι, τὰ δʼ ἐν τοῖς ὑπτίοις ἔνιοι τῶν μακρῶν καὶ πάχος ἐχόντων οὐκ ἔχουσιν, οἷον ἐγχέλυς καὶ γόγγρος καὶ κεστρέων τι γένος τὸ ἐν τῇ λίμνῃ τῇ ἐν Σιφαῖς.
在这些鳍中,几乎所有鱼类都具有背侧的鳍,但有些长而厚的鱼类则没有腹侧的鳍,例如鳗鲡、康吉鳗和西非(Siphae)湖中的某种鲻鱼。
ὅσα δʼ ἐστὶ μακροφυέστερα καὶ ὀφιώδη μᾶλλον, οἷον σμύραινα, οὐδὲν ἔχουσι πτερύγιον ἀπλῶς, ἀλλὰ ταῖς καμπαῖς κινοῦνται, χρώμεναι τῷ ὑγρῷ ὡσπερ οἱ ὄφεις τῇ γῇ· τοῦτον γὰρ τὸν τρόπον οἱ ὄφεις νέουσιν ὅνπερ ἐπὶ τῆς γῆς ἕρπουσιν.
而那些长得更长、更像蛇的鱼类,如海鳝,则完全没有鳍,而是通过身体的弯曲来运动,利用水体就像蛇利用陆地一样;因为蛇在水里游泳的方式,正和它们在陆地上爬行的方式相同。
αἰτία δὲ τού μὴ ἔχειν τοὺς ὀφιώδεις τῶν ἐχθύων πτερύγια, ἥπερ καὶ τῶν ὄφεων τοῦ ἄποδας εἶναι.
蛇形鱼类没有鳍的原因,与蛇没有足的原因完全相同。
τὸ δʼ αἴτιον ἐν τοῖς περὶ πορείας καὶ κινήσεως τῶν ζῴων εἴρηται.
这一原因已在《动物步态与运动》中说明。
ἢ γὰρ κακῶς ἂν ἐκινοῦντο, τέτταρσι σημείοις κινούμενα.
因为如果它们以四个点运动,就会运动得很差。
εἴτε γὰρ σύνεγγυς εἶχον τὰ πτερύγια, μόγις ἂν ἐκινοῦντο, εἴτε πόρρω, διὰ τὸ πολὺ μεταξύ.
如果它们的鳍长得很近,它们将很难移动,如果长得很远,则因为中间间隔太大。
εἰ δὲ πλείω τὰ κινητικὰ σημεῖα εἶχον, ἄναιμα ἂν ἦν.
如果它们具有更多的运动点,它们就会是无血动物。
ἡ δʼ αὐτὴ αἰτία καὶ ἐπὶ τῶν δύο μόνον ἐχόντων πτερύγια ἰχθύων· ὀφιώδη γάρ ἐστι καὶ εὐμηκέστερα, καὶ χρῆται τῇ κάμψει ἀντὶ τῶν δύο πτερυγίων.
同样的原因也适用于仅有两个鳍的鱼类;因为它们是蛇形且较长的,它们用身体的弯曲来代替那两个鳍。
διὸ καὶ ἐν τῷ ξηρῷ ἕρπουσι καὶ ζῶσι πολύν χρόνον, καὶ τὰ μὲν οὐκ εὐθύ, τὰ δʼ οἰκεῖα τῆς πεξῆς ὄντα φύσεως ἧττον ἀσπαρίζει.
因此,它们也会在干旱的陆地上爬行并存活很长时间,有的并不会立刻挣扎,而那些更接近陆生本性的挣扎得更少。
αὐτῶν δὲ τῶν πτερυγίων τὰ ἐν τοῖς πρανέσιν ἔχει τὰ δύο ἔχοντα πτερύγια μόνον, ὅσα μὴ κωλύεται διὰ τὸ πλάτος.
在这些鳍本身之中,仅有两个鳍的鱼类,只要不因宽度而受阻,就只拥有背侧的鳍。
τὰ δʼ ἔχοντα πρὸς τῇ κεφαλῇ ἔχει διὰ τὸ μὴ ἔχειν μῆκος ἐν τῷ τόπῳ, ᾧ ἀντὶ τούτων κινήσεται· ἐπὶ γὰρ τὴν οὐρὰν πρόμηκες τὸ τῶν τοιούτων ἐστὶν ἐχθύων σῶμα.
而那些拥有鳍的鱼类,其鳍长在靠近头部的地方,因为在它们代替这些鳍进行运动的部位上没有长度;因为这类鱼的身体向尾部方向延伸得很长。