§4.11.8τῶν μὲν οὖν ὀρνίθων ἔνιοι καὶ σκαρδαμύττουσιν 8 ὑμένι ἐκ τῶν κανθῶν, ταῦτα δὲ τὰ ζῷα οὐ σκαρδαμύττει·
虽然某些鸟类也会用眼角处的膜来眨眼,但这些动物并不眨眼;因为它们的眼睛比鸟类更硬。
σκληροφθαλμότερα γάρ ἐστι τῶν ὀρνίθων. αἴτιον δʼ ὅτι ἐκείνοις χρησιμωτέρα ἡ ὀξυωπία πτηνοῖς οὖσι πρὸς τὸν βίον, τούτοις δʼ ἧττον· τρωγλόδυτα γὰρ πάντα τὰ τοιαῦτά ἐστιν.
其原因在于,鸟类因为是飞禽,敏锐的视力对它们的生活更有用,而对这些动物则用处较小;因为所有这类动物都是栖息于洞穴的。
εἰς δύο δὲ διῃρημένης τῆς κεφαλῆς, τοῦ τε ἄνω μορίσυ καὶ τῆς σιαγόνος τῆς κάτω, ἄνθρωπος μὲν οὖν καὶ τὰ ζῳοτόκα τάν τετραπόδων καὶ ἄνω καὶ κάτω κινοῦσι τὰς σιαγόνας καὶ εἰς τὸ πλάγιον, οἱ δʼ ἰχθύες καὶ ὄρνιθες καὶ τὰ ᾠοτόκα τῶν τετραπόδων εἰς τὸ ἄνω καὶ κάτω μόνον.
在头部被分为两部分(即上部和下颚)的情况下,人类和胎生四足动物可以上下及侧向活动颚部,而鱼类、鸟类和卵生四足动物则只能上下活动。
§4.11.99 αἴτιον δʼ ὅτι ἡ μὲν τοιαύτη κίνησις χρήσιμος εἰς τὸ δακεῖν καὶ διελεῖν, ἡ δʼ εἰς τὸ πλάγιον ἐπὶ τὸ λεαίνειν.
9 其原因在于,上述上下运动有利于咬和撕裂,而侧向运动则有利于磨碎。
τοῖς μὲν οὖν ἔχουσι γομφίους χρήσιμος ἡ εἰς τὸ πλάγιον κίνησις, τοῖς δὲ μὴ ἔχουσιν οὐδὲν χρήσιμος, διόπερ ἀφῄρηται πάντων τῶν τειούτων· οὐδὲν γὰρ ποιεῖ περίεργον ἡ φύσις.
因此,对于拥有臼齿的动物来说,侧向运动是有用的,但对于不拥有的动物,它毫无用处;因此,这一运动从所有这类动物身上被剥夺了;因为自然不作任何多余之事。
§4.11.1010 τὰ μὲν οὖν ἄλλα πάντα κινεῖ τὴν σιαγόνα τὴν κάτω, ὁ δὲ ποτάμιος κροκόδειλος μόνος τὴν ἄνω.
10 因而,其他所有动物都活动下颚,唯独河鳄活动上颚。
τούτου δʼ αἴτιον ὅτι πρὸς τὸ λαβεῖν καὶ κατασχεῖν ἀχρήστους ἔχει τοὺς πόδας· μικροὶ γάρ εἰσι πάμπαν.
其原因在于,为了抓取和压制猎物,它们长着完全无用的足部;因为它们的足部非常小。
πρὸς οὖν ταύτας τὰς χρείας ἀντὶ ποδῶν τὸ στόμα ἡ φύσις χρήσιμον αὐτῷ ἐποίησεν.
因此,为了这些生理需要,自然让它们的口代替足部发挥作用。
§4.11.1111 πρὸς δὲ τὸ κατασχεῖν ἢ λαβεῖν, ὁποτέρωθεν ἂν ᾖ ἡ πληγὴ ἰσχυρστέρα, ταύτῃ χρηδιμωτέρα κινουμένη ἐστίν· ἡ δὲ πληγὴ ἰσχυροτέρα ἀεὶ ἄνωθεν ἢ κάτωθεν·
11 而对于压制或抓取而言,无论从哪一侧发出的力道更强,那一侧在活动时就更有用;而力道总是从上方比从下方更强。
ἐπεὶ οὖν ἀμφοτέρων μὲν διὰ τοῦ στόματος ἡ χρῆσις, καὶ τοῦ λαβεῖν καὶ τοῦ δακεῖν, ἀναγκαιοτέρα δʼ ἡ τοῦ κατασχεῖν μήτε χεῖρας ἔχοντι μήτε πόδας εὐφυεῖς, χρησιμώτερον τὴν ἄνωθεν κινεῖν σιαγόνα ἢ τὴν κάτωθεν αὐτοῖς.
因此,既然口部的用途兼具抓取和撕咬,而对于既无手也无合适足部的动物来说,压制猎物的需要更为迫切,那么活动上方的颚部就比活动下方的颚部对它们更为有用。
§4.11.12διὰ τὸ αὐτὸ δὲ καὶ οἱ καρκίνοι τὸ ἄνωθεν 12 τῆς χηλῆς κινοῦσι μόριον, ἀλλʼ οὐ τὸ κάτωθεν· ἀντὶ χειρὸς γὰρ ἔχουσι τὰς χηλάς, ὥστε πρὸς τὸ λαβεῖν ἀλλʼ οὐ πρὸς τὸ διελεῖν χρήσιμον δεῖ εἶναι τὴν χηλήν.
12 出于同样的原因,螃蟹也只活动螯的上方部分,而不活动下方部分;因为它们用螯代替手,因此螯必须是为了抓取,而不是为了撕裂才有用。
τὸ δὲ διελεῖν καὶ δακεῖν ὀδόντων ἔργον ἐστίν.
而撕裂和撕咬是牙齿的工作。
τοῖς μὲν οὖν καρκίνοις καὶ τοῖς ἄλλοις ὅσκς ἐνδέχεται σχολαίως ποιεῖσθαι τὴν λῆψιν διὰ τὸ μὴ ἐν ὑγρῷ εἶναι τὴν χρῆσιν τοῦ στόματος, διῄρηται, καὶ λαμβάνουσι μὲν χερσὶν ποσί, διαιροῦσι δὲ τῷ στόματι καὶ δάκνουσιν· §4.11.13τοῖς δὲ κροκοδείλοις ἐπʼ ἀμφότερα 13 χρήθιμον τὸ στόμα πεποίηκεν ἡ φύσις, κινουμένων οὕτω τῶν σιαγόνων.
因此,对于螃蟹和所有其他由于口部不用在液体中而得以从容进行捕食的动物来说,功能是分工的,它们用手和足抓取,而用口部撕裂和撕咬; 13 但对于鳄鱼,随着颚部如此活动,自然使它们的口部对这两种用途都有用。
ἔχουσι δὲ καὶ αὐχένα πάντα τὰ τοιαῦτα διὰ τὸ πλεύμονα ἔχειν· δέχονται γὰρ τὸ πνεῦμα διὰ τῆς ἀρτηρίας μῆκος ἐχούσης.
此外,所有这类动物也都拥有颈部,因为它们拥有肺;因为它们通过具有一定长度的气管吸入空气。