§4.10.32ἔχει δὲ διαφορὰς τὸ τῶν 32 ἀρρένων ὄργανον κατὰ τὰς τοῦ σώματος διαφοράς.
雄性器官根据身体的差异而有所不同。
οὐ γὰρ ὁμοίως ἅπαντα νευρώδη τὴν φύσιν ἐστίν.
因为它们并非在天性上都同样是腱质的。
ἔτι δὲ μόνον τοῦτο τῶν μορίων ἄνευ νοσερᾶς μεταβολῆς αὔξησιν ἔχει καὶ ταπείνωσιν· τούτων γὰρ τὸ μὲν χρήσιμον πρὸς τὸν συνδυασμόν, τὸ δὲ πρὸς τὴν τοῦ ἄλλου σώματος χρείαν· ἀεὶ γὰρ ὁμοίως ἔχοντα ἐνεπόδιζεν ἄν.
此外,在所有器官中,只有这个器官在没有发生病理变化的情况下具有增大和缩小;因为在这些状态中,一者对交配有用,另一者对身体其他部分的需要有用;因为如果它始终处于相同的状态,就会成为阻碍。
§4.10.33συνέστηκε δὲ τὴν φύσιν ἐκ τοιούτων 33 τὸ μόριον τοῦτο ὥστε δύνασθαι ταῦτ᾿ ἀμφότερα συμβαίνειν· τὸ μὲν γὰρ ἔχει νευρῶδες τὸ δὲ χονδρῶδες, διόπερ συνιέναι τε δύναται καὶ ἔκτασιν ἔχειν καὶ πνεύματός ἐστι δεκτικόν.
这个器官在天性上是由此类物质构成的,以便这两者都能够发生:它一方面具有腱质,另一方面具有软骨质,因而能够收缩和伸展,并且能够容纳精气。
τὰ μὲν οὖν θή λεα τῶν τετραπόδων πάντʼ ἐστὶν ὀπισθουρητικὰ διὰ τὸ πρὸς τὴν ὀχείαν οὕτως εἶναι αὐτοῖς χρησίμην τὴν θέσιν, τῶν δʼ ἀρρένων ὀλίγα ἐστὶν ὀπισθουρητικά, οἷον λύγξ, λέων, κάμηλος, δασύπους· μώνυχον δʼ οὐδέν ἐστιν ὀπισθουρητικὸν.
因此,四足动物的雌性全都是向后排尿的,因为这种位置对于它们的交配是有用的;而雄性中只有少数是向后排尿的,例如猞猁、狮子、骆驼、野兔;而在单蹄动物中,没有一种是向后排尿的。
§4.10.34τὰ δʼ ὄπισθεν 34 καὶ τὰ περὶ τὰ σκέλη τοῖς ἀνθρώποις ἰδίως ἔχει πρὸς τὰ τετράποδα.
人类的后部以及腿部周围的部分与四足动物相比具有独特之处。
κέρκον δʼ ἔχει πάντα σχεδόν, οὐ μόνον τὰ ζῳοτόκα ἀλλὰ καὶ τὰ ᾠοτόκα· καὶ γὰρ ἂν μὴ μέγεθος αὐτοῖς ἔχον ᾖ τοῦτο τὸ μόριον, ἀλλὰ σημείου γʼ ἕνεκεν ἔχουσί τινα στόλον.
几乎所有动物都有尾巴,不仅是胎生的,而且也是卵生的;因为即使这个器官在它们身上没有很大的尺寸,但至少为了作为标记,它们也拥有某种突起。
§4.10.35ὁ δ᾿ ἄνθρωπος 35 ἄκερκον μέν ἐστιν, ἰσχία δʼ ἔχει, τῶν δὲ τετραπόδων οὐδέν.
但人类是没有尾巴的,却拥有臀部,而四足动物中没有一种拥有臀部。
ἔτι δὲ καὶ τὰ σκέλη ὁ μὲν ἄνθρωπος σαρκώδη καὶ μηροὺς καὶ κνήμας, τὰ δʼ ἄλλα πάντʼ ἄσαρκα ἔχει, οὐ μόνον τὰ ζῳοτόκα ἀλλʼ ὅλως ὅσα σκέλη ἔχει τῶν ζῴων· νευρώδη γὰρ ἔχει καὶ ὀστώδη καὶ ἀκανθώδη.
此外,关于腿部,人类拥有多肉的腿、大腿和小腿,而其他所有动物的腿都是无肉的,不仅是胎生的,而且一般来说所有具有腿部的动物都是如此;因为它们的腿是腱质、骨质和刺状的。
§4.10.36τούτων δʼ αἰτία μία τίς ἐστιν ὡς 36 εἰπεῖν ἀπάντων, διότι μόνον ἐστὶν ὀρθὸν τῶν ζῴων ἄνθρωπος.
这些事情的原因可以说只有一个,即在所有动物中只有人类是直立的。
ἵνʼ οὖν φέρῃ ῥᾳδίως τἄυω κοῦφα ὄντα, ἀφελοῦσα τὸ σωματῶδες ἀπὸ τῶν ἄνω πρὸς τὰ κάτω τὸ βάρος ἡ φύσις προσέθηκεν· διόπερ τὰ ἰσχία σαρκώδη ἐποίησε καὶ μηροὺς καὶ γαστροκνημίας.
因此,为了能够轻松地承载较轻的上部,自然从上部取走了肉体成分,并将重量增加到了下部;为此,她使臀部、大腿和小腿变得多肉。
§4.10.37ἅμα 15 δὲ τήν τε τῶν ἰσχίων φύσιν καὶ πρὸς τὰς ἀναπαύσεις ἀπέδωκε χρήσιμον·
同时 15,自然也将臀部的构造赋予为对休息有用。
τοῖς μὲν γὰρ τετράποσιν ἄκοπον τὸ ἑστάναι, καὶ οὐ κάμνουσι τοῦτο ποιοῦντα συνεχῶς (ὥσπερ γὰρ κατακείμενα διατελεῖ ὑποκειμένων τεττάρων ἐρεισμάτων), τοῖς δʼ ἀνθρώποις οὐ ῥᾴδιον ὀρθῶς ἑστῶσι διαμένειν, ἀλλὰ δεῖται τὸ σῶμα ἀναπαύσεως καὶ καθέδρας.
因为对于四足动物来说,站立是无疲劳的,它们连续这样做也不会感到劳累(因为它们在有四个支撑物垫在下面的情况下,就像一直躺着一样),但对于人类来说,保持直立站立并不容易,身体需要休息和坐下。
§4.10.3838 ὁ μὲν οὖν ἄνθρωπος ἰσχία τʼ ἔχει καὶ τὰ σκέλη σαρκώδη διὰ τὴν εἰρημένην αἰτιαν, καὶ διὰ ταῦτα ἄκερκον (ἥ τε γὰρ ἐκεῖ τροφὴ πορευομένη εἰς ταῦτα ἀναλίσκεται, καὶ διὰ τὸ ἔχειν ἰσχία ἀφῄρηται ἡ τῆς οὐρᾶς ἀναγκαία χρῆσις), τὰ δὲ τετράποδα καὶ τἆλλα ζῷα ἐξ ἐναντίας· νανώδεσι γὰρ οὖσι πρὸς τὸ ἄνω τὸ βάρος καὶ τὸ σωματῶδες ἐπίκειται πᾶν, ἀφῃρημένον ἀπὸ τῶν κάτωθεν· διόπερ ἀνίσχια καὶ σκληρὰ τὰ σκέλη ἔχουσιν.
因此,由于上述原因,人类拥有臀部和多肉的腿,也因为这些原因而没有尾巴(因为流向那里的养分消耗在了这些部位上,并且由于拥有臀部,尾巴的必要用途已被取消),而四足动物和其他动物则相反;因为它们朝向上半身呈矮人状,所有的重量和肉体成分都压在上部,从下部被剥夺了;因此它们没有臀部,并且腿部坚硬。
§4.10.3939 ὅπως δʼ ἐν φυλακῇ καὶ σκέπῃ ᾖ τὸ λειτουργοῦν μόριον τὴν ἔξοδον τοῦ περιττώματος, τὴν καλουμένην οὐρὰν καὶ κέρκον αὐτοῖς ἀπέδωκεν ἡ φύσις, ἀφελο μένη τῆς εἰς τὰ σκέλη γινομένης τροφῆς.
但是,为了使排泄残余物的出口器官得到保护和遮蔽,自然赋予了它们所谓的尾巴,这是从本应流向腿部的养分中剥夺而来的。
ὁ δὲ πίθηκος διὰ τὸ τὴν μορφὴν ἐπαμφοτερίζειν καὶ μηδετέρων τʼ εἶναι καὶ ἀμφοτέρων, διὰ τοῦτʼ οὔτʼ οὐρὰν ἔχει οὔτʼ ἰσχία, ὡς μὲν δίπους ὢν οὐράν, ὡς δὲ τετράπους ἰσχία.
而猿猴由于其形态具有双重性,既不属于任何一方又属于双方,因此它既没有尾巴也没有臀部:作为双足动物没有尾巴,作为四足动物没有臀部。