Humanitext Reader

亚里士多德 · 动物的诸部分 §3.8.1-3.8.2

膀胱的存在与否及肺部性质的差异

第 52 段,共 84 段 · 希腊语

内容简介

讨论了膀胱的存在与否,说明拥有多血之肺的动物才具有膀胱,而其他动物则没有。同时指出,龟类由于其肺部的性质和壳的致密性,在同类动物中是一个例外。

§3.8.18 Κύστιν δʼ οὐ πάντʼ ἔχει τὰ ζῷα, ἀλλʼ ἔοικεν ἡ φύσις βουλομένῃ ἀποδιδόναι τοῖς ἔχουσι τὸν πλεύμονα ἔναιμον μόνον, τούτοις δʼ εὐλόγως.
8 并非所有的动物都拥有膀胱,自然似乎只愿意将其赋予那些拥有多血之肺的动物,这对于它们来说是合乎情理的。
διὰ γὰρ τὴν ὑπεροχὴν τῆς φύσεως, ἣν ἔχουσιν ἐν τῷ μορίῳ τούτῳ, διψητικά τε ταῦτʼ ἐστὶ μάλιστα τῶν ζῴων, καὶ δεῖται τροφῆς οὐ μόνον τῆς ξηρᾶς ἀλλὰ καὶ τῆς ὑγρᾶς πλείονος, ὥστʼ ἐξ ἀνάγκης καὶ περίττωμα γίνεσθαι πλεῖον καὶ μὴ τοσοῦτον μιόνον ὅσον ὑπὸ τῆς κοιλίας πέττεσθαι καὶ ἐκκρίνεσθαι μετὰ τού ταύτης περιττῴματος.
因为由于它们在这个部位所具有的本性的优越性,这些动物是所有动物中最容易口渴的,并且不仅需要干燥的食物,还需要更多的液体食物,因此必然会产生更多的残余物,而不仅仅是多到能够被胃消化并随胃的残余物一起排出的程度。
ἀνάγκη τοίνυν εἶναί τι δεκτικὸν καὶ τούτου τού περιττώματος.
因此,必然存在某种也能够容纳这种残余物的器官。
§3.8.22 διόπερ ὅσα πλεύμονα ἔχει τοιοῦτον, ἅπαντʼ ἔχει κύστιν· ὅσα δὲ μὴ τοιοῦτον, ἀλλʼ ἢ ὀλιγόποτά ἐστι διὰ τὸ πλεύμονα ἔχειν σομφόν, ἢ ὅλως τὸ ὑγρὸν προσφέρεται οὐ ποτοῦ χάριν ἀλλὰ τροφῆς, οἷον τὰ ἔντομα καὶ οἱ ἰχθύες, ἔτι δὲ πτερωτά ἐστιν ἢ λεπιδωτὰ ἢ φολιδωτά, ταύτα διʼ ὀλιγότητά τε τῆς τοῦ ὑγροῦ προσφορᾶς καὶ διὰ τὸ τρέπεσθαι εἰς ταῦτα τὸ περιγινὸμενον τού περίττώματος οὐδὲν ἔχει τούτων κύστιν, πλὴν αἱ χελῶναι τῶν φολιδωτῶν.
2 所以,凡是拥有这种肺的动物都拥有膀胱;而那些没有这种肺,或者是因为拥有多孔海绵状的肺而饮水极少,或者整体上摄入液体并非为了饮用而是为了食物(例如昆虫和鱼类),此外还有那些拥有羽翼、细鳞或角鳞的动物——这些动物由于摄入液体的量极少,且因为剩余的残余物被转向这些结构,它们中没有一个拥有膀胱,除了角鳞类动物中的龟类。
καὶ ἐνταῦθʼ ἡ φύσις κεκολόβωται μόνον.
而仅在此处,自然被削减。
αἴτιον δʼ ὅτι αἱ μὲν θαλαττίαι σαρκώδη καὶ ἔναιμον ἔχουσι τὸν πλεύμονα καὶ ὅμοιον τῷ βοείῳ, αἱ δὲ χερσαῖαι μείζω ἢ κατὰ λόγον.
其原因在于,海龟拥有肉质且多血的肺,类似于牛的肺,而陆龟则拥有按比例偏大的肺。
ἔτι δὲ διὰ τὸ ὀστρακῶδες καὶ πυκνὸν εἶναι τὸ περιέχον οὐ διαπνέοντος τού ὑγροῦ διὰ μανῶν τῶν σαρκῶν, οἷον τοῖς ὄρνισι καὶ τοῖς ὄφεσι καὶ τοῖς ἄλλοις τοῖς φολιδωτοῖς, ὑπόστασις γίνεται τοσαύτη ὥστε δεῖσθαι τὴν φύσιν αὐτῶν ἔχειν τι μόριον δεκτικὸν καὶ ἀγγειῶδες.
此外,由于包裹着它们的壳是骨质且致密的,液体无法像鸟类、蛇类和其他角鳞类动物那样,通过疏松的肌肉发散,因此产生的沉淀物如此之多,以至于它们的自然本性需要它们拥有某种具有容纳作用的血管状器官。
κύστιν μὲν οὖν ταῦτα μόνον τῶν τοιούτων ἔχει διὰ ταύτην τὴν αἰτίαν, ἡ μὲν θαλαττία μεγάλην, αἱ δὲ χερσαῖαι μικρὰν πάμπαν.
因此,正是由于这个原因,在这一类动物中只有它们拥有膀胱,其中海龟拥有巨大的膀胱,而陆龟则拥有极小的膀胱。

词汇与语法注释

  1. 3.8.1βουλομένῃ — 与格分词 `βουλομένῃ` 由无人称动词 `ἔοικεν`(似乎)支配。这里希腊语没有使用直接修饰主语 `ἡ φύσις` 的主格分词,而是采用了 `ἔοικε` 搭配与格分词的常见句式,表示“自然似乎渴望……”。
  2. 3.8.1μὴ τοσοῦτον μιόνον ὅσον — 文本中的 `μιόνον` 是 `μόνον` 的抄写错误。关系结构 `τοσοῦτον ... ὅσον` 在此处表示程度或限制,意思是“并非少到仅仅能被胃消化并随其残余物一起排出的程度”。
  3. 3.8.2ὅσα δὲ μὴ τοιοῦτον — 该句具有复杂的无粘着(破格)结构:在引入作为主语的关系从句(`ὅσα δὲ μὴ τοιοῦτον`)之后,插入了多个限定和并列分句,最后在动词 `οὐδὲν ἔχει` 之前,通过指示代名词 `ταῦτα` 重新承接并概括了前面的主语。
  4. 3.8.2κεκολόβωται — 动词 `κολοβόω`(使不完整、削减、裁剪)的第三人称单数完美式被动语态。这里将自然的例外性不规则(在此类动物中仅赋予龟类膀胱)描述为对其系统性秩序的一种“削减”或“裁剪”。
  5. 3.8.2οὐ διαπνέοντος τού ὑγροῦ — 属格绝对结构(独立分词构文),其中 `τοῦ ὑγροῦ`(文本中写为带锐音符的 `τού`)作分词 `διαπνέοντος` 的逻辑主语。配合否定词 `οὐ`,它表示原因:“由于水分无法蒸发”。

引用这一段

亚里士多德, 动物的诸部分 §3.8.1-3.8.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:3.8.1-3.8.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。