Humanitext Reader

亚里士多德 · 动物的诸部分 §1.3.1-1.3.5

缺乏分割的不可能性与基于本质差异的分类

第 7 段,共 84 段 · 希腊语

内容简介

亚里士多德批评了通过二分法分类动物的做法,指出通过“缺乏(否定)”进行分割的不可能性,以及最终差异的数量与不可分割的物种数量之间的不一致,并主张应根据与质料相结合的本质属性来进行分割。

§1.3.13 Ἔτι στερήσει μὲν ἀναγκαῖον διαιρεῖν, καὶ διαιροῦσιν οἱ διχοτομοῦντες.
3 此外,通过缺乏来进行分割是必然的,而进行二分的人也正是这样分割的。
οὐκ ἔστι δὲ διαφορὰ στερήσεως ᾗ στέρησις· ἀδύνατον γὰρ εἴδη εἶναι τοὺ μὴ ὄντος, οἷον τῆς ἀποδίας ἢ τοῦ ἀπτέρου ὥσπερ πτερώσεως καὶ ποδῶν.
但是,作为缺乏本身的缺乏并没有差异;因为非存在是不可能有种的,例如“无足”或“无翼”,正如“有翼”和“有足”那样。
δεῖ δὲ τῆς καθόλου διαφορᾶς εἴδη εἶναι· εἰ γὰρ μὴ ἔσται, διὰ τί ἂν εἴη τῶν καθόλου καὶ οὐ τῶν καθʼ ἕκαστον;
但是,普遍的差异必须有种;因为如果没有的话,凭什么说它是属于普遍的而不是属于个别的呢?
τῶν δὲ διαφορῶν αἱ μὲν καθόλου εἰσὶ καὶ ἔχουσιν εἴθη, οἷον πτερότης· τὸ μὲν γὰρ ἄσχιστον τὸ δʼ ἐσχισμένον ἐστὶ πτερόν.
在差异中,有些是普遍的并具有种,例如“有翼”;因为有些羽翼是不分裂的,而另一些是分裂的。
καὶ ποδότης ὡσαύτως ἡ μὲν πολυσχιδὴς, ἡ δὲ δισχιδής, οἷον τὰ διχαλά, ἡ δʼ ἀσχιδὴς καὶ ἀδιαίρετες, οἷον τὰ μώνυχα.
同样,“有足”也是如此:有的是多裂的,有的是双裂的(例如偶蹄类),有的是无裂且不可分割的(例如单蹄类)。
§1.3.22 χαλεπὸν μὲν οὖν διαλαβεῖν καὶ εἰς τοιαύτας διαφορὰς ὧν ἔστιν εἴδη, ὥσθ᾿ ὁτιοῦν ζῷον ἐν ταύταις ὑπάρχειν καὶ μὴ ἐν πλείοσι ταὐτόν, οἷον πτερωτὸν καὶ ἄπτερον (ἔστι γὰρ ἄμφω ταὐτόν, οἷον μύρμηξ καὶ λαμπυρὶς καὶ ἕτερά τινα), πάντων δὲ χαλεπώτατον ἢ ἀδύνατον εἰς τὰ ἄναιμα.
2 因此,要把动物区分入那些本身拥有种的差异中是困难的,使得任何动物都属于这些差异,且同一动物不属于多个差异,例如“有翼的”和“无翼的”(因为同一个动物可以兼具两者,例如蚂蚁、萤火虫和其他一些动物);而在所有事情中,这在无血动物中是最困难甚至是不可能的。
ἀναγκαῖον γὰρ τῶν καθʼ ἕκαστον ὑπάρχειν τινὶ τῶν διαφορῶν ἑκάστην, ὥστε καὶ τὴν ἀντικειμένην.
因为每一个差异都必然属于某一个体,因而对立的差异也同样如此。
§1.3.3εἰ δὲ 3 μὴ ἐνδέχεται τοῖς εἴδει διαφέρουσιν ὑπάρχειν εἶδός τι τῆς οὐσίας ἄτομον καὶ ἕν, ἀλλʼ ἀεὶ διαφορὰν ἕξει, οἷον ὄρνις ἀνθρώπου (ἡ διποδία γὰρ ἄλλη καὶ διάφορος), κἂν εἰ ἔναιμα, τὸ αἷμα διάφορον· ἢ οὐδὲν τῆς οὐσίας τὸ αἷμα θετέον.
如果 3 在物种上相异的事物中,不可能存在某种不可分割且单一的实质之种,而是总是具有差异,例如鸟与人(因为两者的双足性是不同且有差异的),即使它们是有血动物,其血液也是不同的,否则血液就不能被视为其实质的一部分。
εἰ δʼ οὕτως ἐστίν, ἡ μία διαφορὰ δυσὶν ὑπάρξει.
如果是这样,那么单一的差异将属于两个事物。
εἰ δὲ τοῦτο, δῆλον ὅτι ἀδύνατον στέρησιν εἶναι διαφοράν.
如果是这样,显然缺乏是不可能作为差异的。
ἔσονται δʼ αἱ διαφοραὶ ἴσαι τοῖς ἀτόμοις ζῴοις, εἴπερ ἄτομά τε ταύτα καὶ αἱ διαφοραὶ ἄτομοι, κοινὴ δὲ μὴ ἐστιν.
如果这些动物是不可分割的,且差异也是不可分割的,并且没有共同的差异,那么差异的数量将与不可分割的动物相等。
εἰ δʼ ἐνδέχεται μὴ ὑπάρχειν καὶ κοινήν, ἄτομον δέ, δῆλον ὅτι κατά γε τὴν κοινὴν ἐν τῷ αὐτῷ ἐστίν, ἕτερα ὄντα τῷ εἴδει ζῷα.
如果可能不存在共同的差异,而只有不可分割的差异,显然,至少就共同差异而言,在物种上相异的动物是处于同一个差异之中的。
ὥστʼ ἀναγκαῖον, εἰ ἴδιοι αἱ διαφοραὶ εἰς ἃς ἅπαντα ἐμπίπτει τὰ ἄτομα, μηδεμίαν αὐτῶν εἶναι κοινὴν.
因此,如果所有个体落入的那些差异是特有的,那么它们中必然没有一个是共同的。
εἰ δὲ μή, ἕτερα ὄντα εἰς τὴν αὐτὴν βαδιεῖται.
否则,不同的事物将会走向相同的差异。
§1.3.4δεῖ δʼ οὔτε τὸ αὐτὸ καὶ 4 ἄτομον εἰς ἑτέραν καὶ ἑτέραν ἰέναι διαφορὰν τῶν διῃρημένων, οὔτʼ εἰς τὴν αὐτὴν ἕτερα, καὶ ἅπαντα εἰς ταὐτάς.
我们既 4 不能让同一个不可分割的个体进入已被划分的不同差异中,也不能让不同的个体进入同一个差异中,并且所有个体都必须进入这些相同的差异中。
φανερὸν τοίνυν ὅτι οὐκ ἔστι λαβεῖν τὰ ἄτομα εἴδη ὡς διαιροῦνται οἱ εἰς δύο διαιροῦντες τὰ ζῷα ἢ καὶ ἄλλο ὁτιοῦν γένος.
显然,像那些将动物或任何其他属进行二分的人那样进行分割,是无法把握不可分割的种的。
καὶ γὰρ κατ’ ἐκείνους ἀναγκαῖον ἴσας τὰς ἐσχάτας εἶναι διαφορὰς τοῖς ζῴοις πάσι τοῖς ἀτόμοις τῷ εἴδει.
因为根据他们的观点,最后的差异必然与所有在物种上不可分割的动物数量相等。
ὄντος γὰρ τοῦδέ τινος γένους, οὗ διαφοραὶ πράται τὰ λευκά, τούτων δʼ ἑκατέρου ἄλλαι, καὶ οὕτως εἰς τὸ πρόσω ἕως τῶν ἀτόμων, αἱ τελευταῖαι τέτταρες ἔσονται ἄλλο τι πλῆθος τῶν ἀφʼ ἑνὸς διπλασιαζομένων· τοσαῦτα δὲ καὶ τὰ εἴδη.
因为如果有某个属,其最初的的差异是“白”,而这两者的每一个又各有其他的差异,如此继续前进直到不可分割的个体,那么最后的四个差异将是从一个开始成倍增加的另一数量;而物种的数量也恰好与之相同。
§1.3.5ἔστι δʼ ἡ διαφορὰ τὸ εἶδος ἐν τῇ ὕλῃ.
而差异就是质料中的形式。
5 οὔτε γὰρ ἄνευ ὕλης οὐδὲν ζῴου μόριον, οὕτε μόνη ἡ ὕλη· οὐ γὰρ πάντως ἔχον σῶμα ἔσται ζῷον, οὐδὲ τῶν μορίων οὐδέν, ὥσπερ πολλάκις εἴρηται.
5 因为没有质料,动物的任何部分都不能存在,而只有质料也是不行的;因为并非任何状态下的身体都会是动物,其部分也不是,正如多次指出的那样。
ἔτι διαιρεῖν χρὴ τοῖς ἐν τῇ οὐσίᾳ καὶ μὴ τοῖς συμβεβηκόσι καθʼ αὐτό, οἷον εἴ τις τὰ σχήματα διαιροίη, ὅτι τὰ μὲν δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, τὰ δὲ πλείοσιν·
此外,应该根据实质中的东西来进行分割,而不是根据其自身附带的属性,例如,如果有人在分割图形时,说有些图形的内角和等于两个直角,而另一些则大于两个直角。

词汇与语法注释

  1. §1.3.1ὥσπερ πτερώσεως καὶ ποδῶν — 由关系/比较副词 `ὥσπερ`(正如……那样)引导的属格短语。为了与前句中的 `τοῦ μὴ ὄντος`(非存在)及其例子 `τῆς ἀποδίας` 和 `τοῦ ἀπτέρου` 相对比,此处使用了肯定性本质属性“有翼”(`πτέρωσις`)和“有足”(`πόδες`)的属格。在语法上,此处省略了 `εἴδη εἶναι`(存在种),应当补足理解为“正如存在有翼和有足的种那样”。
  2. §1.3.3κἂν εἰ ἔναιμα — 由让步连词短语 `κἂν εἰ`(即使……/即便……)引导的从句。形容词 `ἔναιμα`(有血的)为中性复数主格,作为表语修饰省略的主语(由前文推导出的动物 `τὰ ζῷα`)。在语境中,它表示一种假设性的让步条件:“即使它们是有血动物”。
  3. §1.3.4πράται τὰ λευκά — 涉及文本传抄和逻辑结构的关键之处。`πράται` 是 `πρῶται`(第一的、最初的)的异体字或误植。在现代校勘本中,`τὰ λευκά`(白色的事物)被普遍认为是抄本将符号 `τὰ Α Β`(A和B)或 `τὰ δίχα`(二分的事物)误读或误写的结果。由于亚里士多德在此处解释的是一个二分法累积和加倍的数学图式(从属的1到最初差异的2,再到后续差异的4),逻辑上需要一个符号化或数字化的区分。本翻译保留了传抄文本的字面意思(白色),但提示了其图式性的论证意图。

引用这一段

亚里士多德, 动物的诸部分 §1.3.1-1.3.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:1.3.1-1.3.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。