§2.2.34Ἀντιμένης Ῥόδιος ἡμιόδιος γενόμενος Ἀλεξάνδρου περὶ Βαβυλῶνα ἐπόρισε χρήματα ὧδε.
罗得斯人安蒂梅内斯在巴比伦担任亚历山大的财政总监时,通过以下方式筹集了资金。
νόμου ὄντος ἐν Βαβυλωνίᾳ παλαιοῦ δεκάτην εἶναι τῶν εἰσαγομένων, χρωμένου δὲ αὐτῷ οὐθενός, τηρήσας τούς τε σατράπας ἅπαντας προσδοκίμους ὄντας καὶ στρατιώτας, οὐκ ὀλίγους τε πρέσβεις καὶ τεχνίτας κλητοὺς ἄλλους τοὺς ἄγοντας καὶ ἰδίᾳ ἀποδημοῦντας, καὶ δῶρα πολλὰ ἀναγόμενα, τὴν δεκάτην ἔπρασσε κατὰ τὸν νόμον τὸν κείμενον.
巴比伦尼亚曾有一条古老的法律,规定对进口货物征收十分之一的税,但此前并无任何人执行此法。 他便对所有预计返回的总督和士兵、以及为数不少的使节和应聘的工匠,以及其他运送货物或私人旅行的人,还有送来的许多礼物进行监视,按照既定的法律征收十分之一的税。
πάλιν τε πορίζων τἀνδράποδα τὰ ἐπὶ στρατοπέδῳ ὄντα ἐκέλευσε τὸν βουλόμενον ἀπογράφεσθαι ὁπόσου θέλοι, μέλλειν δὲ τοῦ ἐνιαυτοῦ ὀκτὼ δραχμάς ἀποτίσαι, ἂν δὲ ἀποδρᾷ τὸ ἀνδράποδον, κομίζεσθαι τὴν τιμὴν ἧς ἀνεγράψατο.
此外,为了再次筹款,他下令允许军营中的奴隶主自愿按其期望的价格登记奴隶,每年支付八德拉克马的保险费;而如果奴隶逃跑,他们将收回登记时的价格。
ἀπογραφέντων οὖν πολλῶν ἀνδραπόδων οὐκ ὀλίγον συνετελεῖ ἀργύριον.
于是,由于登记了许多奴隶,筹集了为数不少的资金。
εἰ δέ τι ἀποδρῴη ἀνδράποδον, ἐκέλευε τὸν σατράπην τῆς ἐν ᾗ ἐστι τὸ στρατόπεδον, ἀνασῴζειν ἢ τὴν τιμὴν τῷ κυρίῳ ἀποδοῦναι.
而如果有奴隶逃跑,他就命令军营所在地区的总督将其寻回,否则就将该价格赔偿给所有者。
§2.2.35Ὀφέλας Ὀλύνθιος καταστήσας ἐπιμελητὴν εἰς τὸν νομὸν τὸν Ἀθριβίτην, ἐπεὶ προσελθόντες αὐτῷ οἱ νομάρχαι οἱ ἐκ τοῦ τόπου τούτου ἔφασαν βούλεσθαι πλείω αὐτοὶ πολὺ φέρειν, τὸν δʼ ἐπιμελητὴν τὸν νῦν καθεστηκότα ἀπαλλάξαι αὐτὸν ἠξίουν, ἐπερωτήσας αὐτοὺς εἰ δυνήσονται συντελεῖν ἅπερ ἐπαγγέλλονται, φησάντων αὐτῶν, τὸν μὲν ἐπιμελητὴν κατὰ χώραν εἴα, τοὺς δὲ φόρους πράσσεσθαι ἐκέλευεν ὅσους αὐτοὶ ὑπετιμήσαντο.
奥林索斯人奥菲拉斯在任命了阿特里比斯县的管理人后,该地区的地方长官们前来找到他,表示他们自己愿意缴纳多得多的税款,并请求他撤换目前任命的管理人。 奥菲拉斯询问他们是否能够按承诺的数额缴纳,在他们确认可以后,他让该管理人留任原职,但命令按他们自己提议的数额征收税款。
οὔτε οὖν ὃν κατέστησεν ἀτιμάσαι ἐδόκει οὔτʼ ἐκείνοις πλείους φόρους ἐπιβαλεῖν ἢ αὐτοὶ ἔταξαν, χρήματα δὲ πολλαπλάσια αὐτὸς ἐλάμβανεν.
这样,他既没有贬低自己任命的人,也没有向他们课以超过他们自己承诺的税款,但他自己却收到了数倍于前的资金。
§2.2.36Πυθοκλῆς Ἀθηναῖος Ἀθηναίοις συνεβούλευσε τὸν μόλυβδον τὸν ἐκ τῶν Λαυρίων παραλαμβάνειν παρὰ τῶν ἰδιωτῶν τὴν πόλιν, ὥσπερ ἐπώλουν, δίδραχμον, εἶτα τάξαντας αὐτοὺς τιμὴν ἑξαδράχμου οὕτω πωλεῖν.
雅典人皮托克莱斯建议雅典人,国家应当按民间私人出售的价格(即两德拉克马)收购劳里翁产出的铅,然后由国家将价格定为六德拉克马,并以此价格售出。
§2.2.37Χαβρίας πληρωμάτων τε κατειλεγμένων εἰς ἑκατὸν καὶ εἴκοσι ναῦς, τῷ δὲ Ταῲ ἑξήκοντα μόνον οὔσης χρείας, προσέταξε τοῖς ἐκ τῶν ἑξήκοντα νεῶν αὐτοῦ τῶν ὑπομενουσῶν τοὺς πλέοντας εἰς δίμηνον σιτηρεσιάσαι, ἢ αὐτοὺς πλέειν.
哈布里亚斯在为一百二十艘战船征募了船员、而塔奥斯却只需要六十艘时,命令留下的六十艘船的船员为出航者提供两个月的口粮费,否则他们自己就要出航。
οἱ δὲ βουλόμενοι ἐπὶ τῶν ἰδίων μεῖναι ἔδωκαν ἃ προσέταξεν.
由于他们希望留在自己的土地上,便支付了他所命令的数额。
§2.2.38Ἀντιμένης τούς τε θησαυροὺς τοὺς παρὰ τὰς ὁδοὺς τὰς βασιλικὰς ἀναπληροῦν ἐκέλευε τοὺς σατράπας κατὰ τὸν νόμον τὸν τῆς χώρας· ὁπότε δὲ διαπορεύοιτο στρατόπεδον ἢ ἕτερος ὄχλος ἄνευ τοῦ βασιλέως, πέμψας τινὰ παρʼ αὑτοῦ ἐπώλει τὰ ἐκ τῶν θησαυρῶν.
安蒂梅内斯还命令总督们按照该国法律,将皇家道路旁边的仓库填满;每当有军队或其他人群在没有国王陪同的情况下经过时,他便派自己的代理人去出售仓库中的物资。
§2.2.39Κλεομένης προσπορευομένης τε τῆς νουμηνίας καὶ δέον τοῖς στρατιώταις σιταρχίαν δοῦναι, κατέπλευσεν ἐξεπίτηδες· προπορευομένου δὲ τοῦ μηνὸς ἀναπλεύσας διέδωκε τὴν σιταρχίαν, εἶτα τοῦ εἰσιόντος μηνὸς διέλιπεν ἕως τῆς νουμηνίας.
克莱奥梅内斯在每逢新月临近、需要向士兵发放口粮时,便故意乘船离开;等到这个月过完大半时,他才乘船返回并分发口粮,接着在接下来的一个月里,他又一直拖延到下一个新月。
οἱ μὲν οὖν στρατιῶται διὰ τὸ νεωστὶ εἰληφέναι τὴν σιταρχίαν ἡσυχίαν εἶχον, ἐκεῖνος δὲ παραλλάξας ἕνα μῆνα παρὰ τὸν ἐνιαυτὸν ἀφῄρει μισθὸν ἀεὶ μηνός.
因此,士兵们因为刚刚拿到口粮而保持了平静,而他则通过这样在一年的过程中将发放时间推迟一个月,实际上每次都扣除了一个月的薪资。
§2.2.40Σταβέλβιος ὁ Μυσῶν στρατιώταις μισθὸν συγκαλέσας ἔφησεν αὑτῷ τῶν μὲν ἰδιωτῶν οὐδεμίαν χρείαν εἶναι, τῶν δὲ ἡγεμόνων, ὅταν δὲ δέηται στρατιωτῶν, ἐκείνων ἑκάστῳ δοὺς ἀργύριον ἀποστέλλειν ἐπὶ ξενολογίαν, τούς τε μισθοὺς οὓς δεῖ ἐκείνοις δοῦναι, τοῖς ἡγεμόσιν ἂν ἥδιον διδόναι·
米西亚人的统治者斯塔贝尔比乌斯召集了将校们,对他们说,自己根本不需要普通士兵,只需要将校;每当需要士兵时,他会给他们每个人资金,派他们去招募雇佣兵,而本来要发给士兵的薪水,他更愿意发给将校们。
ἐκέλευεν οὖν αὐτοὺς ἀποστέλλειν ἕκαστον τοὺς αὑτῶν καταλόγους ἐκ τῆς χώρας.
因此,他命令他们各自将本部的兵员遣送出国。
τῶν δὲ ἡγεμόνων ὑπολαβόντων χρηματισμὸν αὑτοῖς ἔσεσθαι, ἀπέστειλαν τοὺς στρατιώτας, καθάπερ ἐκεῖνος προσέταξε.
将校们以为自己会有利可图,便按照他的命令把士兵遣送走了。
διαλιπὼν δὲ ὀλίγον χρόνον καὶ συναγαγὼν αὐτοὺς οὔτε αὐλητὴν ἄνευ χοροῦ οὔτε ἡγεμόνας ἄνευ ἰδιωτῶν οὐδὲν ἔφη χρησίμους εἶναι·
过了一小段时间,他再次召集他们,宣称没有歌队的笛手毫无用处,而没有普通士兵的将校也毫无用处。
ἐκέλευεν οὖν αὐτοὺς ἀπαλλάττεσθαι ἐκ τῆς χώρας.
因此,他命令他们也离开这个国家。
§2.2.41Διονύσιος τά ἱερὰ περιπορευόμενος, εἰ μὲν τράπεζαν ἴδοι παρακειμένην χρυσῆν ἢ ἀργυρᾶν, ἀγαθοῦ δαίμονος κελεύσας ἐγχέαι ἐκέλευεν ἀφαιρεῖν, ὅσα δὲ τῶν ἀγαλμάτων φιάλην εἶχε προτετακότα, εἴπας ἂν ὅτι δέχομαι, ἐξαιρεῖν ἐκέλευε.
狄奥尼修斯巡视神庙时,如果看到摆放着金制或银制的祭桌,便会下令“向善灵奠酒”,然后命令将其撤走;每当看到有神像手里拿着献酒碟呈伸出状时,他便会说“我接受了”,并命令将其取走。
τά θʼ ἱμάτια τά τε χρυσᾶ καὶ τοὺς στεφάνους τοὺς περιῄρει τῶν ἀγαλμάτων φάσκων αὐτὸς καὶ κουφότερα καὶ εὐωδέστερα δοῦναι· εἶτα ἱμάτια μὲν λευκά, στεφάνους δὲ λευκοΐνους περιετίθει.
他还剥去神像身上的金制衣服和冠冕,声称自己会给它们换上更轻、更香的衣服和冠冕,然后给它们穿上白色衣服,戴上白紫罗兰的花冠。