Humanitext Reader

亚里士多德 · 经济学 §1.3.1-1.3.4

夫妻的自然结合与互补的分工

第 3 段,共 15 段 · 希腊语

内容简介

作者论述了夫妻结合是一项自然的共同体,在人类中,这超越了单纯的生存,通过神圣预设且互补的角色分工,以实现幸福的生活与子女的抚育。

§1.3.1τῶν δὲ περὶ τοὺς ἀνθρώπους ἡ περὶ γυναῖκα πρώτη ἐπιμέλεια· κοινωνία γὰρ φύσει τῷ θήλει καὶ τῷ ἄρρενι μάλιστά ἐστιν.
在关于人的照管中,关于妻子的照管是第一位的;因为雌性与雄性之间天然地具有最紧密的结合。
ὑπόκειται γὰρ ἡμῖν ἐν ἄλλοις ὅτι πολλὰ τοιαῦτα ἡ φύσις ἐφίεται ἀπεργάζεσθαι, ὥσπερ καὶ τῶν ζῴων ἕκαστον· ἀδύνατον δὲ τὸ θῆλυ ἄνευ τοῦ ἄρρενος ἢ τὸ ἄρρεν ἄνευ τοῦ θήλεος ἀποτελεῖν τοῦτο· ὥστʼ ἐξ ἀνάγκης αὐτῶν ἡ κοινωνία συνέστηκεν.
因为我们在其他著作中已设为前提,即自然旨在产生许多此类事物,正如每种动物也同样如此;而雌性无雄性,或雄性无雌性,便不可能完成此事;因此他们之间的结合是出于必然。
§1.3.2ἐν μὲν οὖν τοῖς ἄλλοις ζῴοις ἀλόγως τοῦτο ὑπάρχει, καὶ ἐφʼ ὅσον μετέχουσι τῆς φύσεως, ἐπὶ τοσοῦτον, καὶ τεκνοποιίας μόνον χάριν· ἐν δὲ τοῖς ἡμέροις καὶ φρονιμωτέροις διήρθρωται μᾶλλον (φαίνονται γὰρ μᾶλλον βοήθειαι γινόμεναι καὶ εὔνοιαι καὶ συνεργίαι ἀλλήλοις), §1.3.3ἐν ἀνθρώπῳ δὲ μάλιστα, ὅτι οὐ μόνον τοῦ εἶναι ἀλλὰ καὶ τοῦ εὖ εἶναι συνεργὰ ἀλλήλοις τὸ θῆλυ καὶ τὸ ἄρρεν ἐστί.
在其他动物中,这种情况是不凭理性的,它们分得多少自然,就在多少程度上存在,而且仅仅是为了生育子嗣;而在温驯且更具智慧的动物中,这更加结构化(因为它们之间显然有更多的相互协助、好意和合作),而在人类中最为显著,因为雌性与雄性相互合作,不仅是为了生存,更是为了幸福的生活。
καὶ ἡ τῶν τέκνων κτῆσις οὐ λειτουργίας ἕνεκεν τῇ φύσει μόνον οὖσα τυγχάνει ἀλλὰ καὶ ὠφελείας· ἃ γὰρ ἂν δυνάμενοι εἰς ἀδυνάτους πονήσωσι, πάλιν κομίζονται παρὰ δυναμένων ἀδυνατοῦντες ἐν τῷ γήρᾳ.
并且获得子女不仅恰好是对自然的义务贡献,也是为了获得益处;因为他们在有能力时为无能力的子女所付出的劳动,在他们年老无力而子女有能力时,又会重新从子女那里得到回报。
§1.3.4ἅμα δὲ καὶ ἡ φύσις ἀναπληροῖ ταύτῃ τῇ περιόδῳ τὸ ἀεὶ εἶναι, ἐπεὶ κατʼ ἀριθμὸν οὐ δύναται, ἀλλὰ κατὰ τὸ εἶδος.
与此同时,自然也通过这一循环完成了永恒的存在,因为事物在数量上无法永恒,但在种类上可以。
οὕτω προῳκονόμηται ὑπὸ τοῦ θείου ἑκατέρου ἡ φύσις, τοῦ τε ἀνδρὸς καὶ τῆς γυναικός, πρὸς τὴν κοινωνίαν.
如此,男人和女人的天性都已由神圣者为了两者的结合而预先做好了安排。
διείληπται γὰρ τῷ μὴ ἐπὶ ταὐτὰ πάντα χρήσιμον ἔχειν τὴν δύναμιν, ἀλλʼ ἔνια μὲν ἐπὶ τἀναντία, εἰς ταὐτὸν δὲ συντείνοντα· τὸ μὲν γὰρ ἰσχυρότερον τὸ δʼ ἀσθενέστερον ἐποίησεν, ἵνα τὸ μὲν φυλακτικώτερον ᾖ διὰ τὸν φόβον, τὸ δʼ ἀμυντικώτερον διὰ τὴν ἀνδρίαν, καὶ τὸ μὲν πορίζῃ τὰ ἔξωθεν, τὸ δὲ σῴζῃ τὰ ἔνδον· καὶ πρὸς τὴν ἐργασίαν τὸ μὲν δυνάμενον ἑδραῖον εἶναι, πρὸς δὲ τὰς ἔξωθεν θυραυλίας ἀσθενές, τὸ δὲ πρὸς μὲν τὰς ἡσυχίας χεῖρον, πρὸς δὲ τὰς κινήσεις ὑγιεινόν· καὶ περὶ τέκνων τὴν μὲν γένεσιν κοινήν, τὴν δὲ ὠφέλειαν ἴδιον· τῶν μὲν γὰρ τὸ θρέψαι, τῶν δὲ τὸ παιδεῦσαί ἐστιν.
因为两者的不同在于,其能力并不是在所有相同的事情上都起作用,而是在某些相反的事情上起作用,但最终指向同一个目的:因为它使一者更强壮,使另一者更柔弱,以便一者因恐惧而更倾向于防守,另一者因勇敢而更倾向于御敌,一者从外部获取物资,另一者在内部保管物资;并且在劳动方面,一者能够坐着工作,但对于户外的劳作较为柔弱,另一者不适合静止,但对于运动身体则更为健康;至于子女,生育是共同的,但其带来的益处是各自独特的:因为养育属于一者,而教育属于另一者。

词汇与语法注释

  1. §1.3.1ὑπόκειται γὰρ ἡμῖν ἐν ἄλλοις ὅτι — 非人称动词 ὑπόκειται(作为前提)引导 ὅτι 从句作为其主语。与格 ἡμῖν(我们)表示施事者,指代作者(或亚里士多德学派)在其他著作(如《政治学》或《动物产生论》)中已确立的前提。
  2. §1.3.3ἃ γὰρ ἂν δυνάμενοι εἰς ἀδυνάτους πονήσωσι — 关系代词 ἃ 用作不及物动词 πονέω(劳作)的“同族宾语或内含宾语”,表示“他们所付出的劳动”。此句为 ἄν + 虚拟语气(πονήσωσι)引导的一般性关系从句。主格分词 δυνάμενοι(有能力时)与前置词短语中的形容词 ἀδυνάτους(对无能力的子女)形成对比,并与后半句的 ἀδυνατοῦντες(年老无力时)和 δυναμένων(来自有能力的子女)形成完美的呼应与反转。
  3. §1.3.4τῷ μὴ ἐπὶ ταὐτὰ πάντα χρήσιμον ἔχειν τὴν δύναμιν — 冠词不定式的与格(τῷ ... ἔχειν)用作“原因与格”,解释了前述被动动词 διείληπται(被区分)的原因。译为“因为他们的能力(τὴν δύναμιν)并非在所有相同的事情上都起作用(χρήσιμον)”。χρήσιμον 是不定式 ἔχειν 的宾语 ᾐὴν δύναμιν 的 predicate accusative(宾语补足语)。
  4. §1.3.4τὸ μὲν δυνάμενον ἑδραῖον εἶναι — 从此处到本节末尾,带强列对比(τὸ μὲν ... τὸ δὲ ...)的宾格结构松散地延续,作为前述动词 ἐποίησεν(使/做成)的宾语,或者作为一种独立宾格(语法脱节),在没有严格的主动词支配下并列展示这些互补的特征。

引用这一段

亚里士多德, 经济学 §1.3.1-1.3.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg029.humanitext-grc2:1.3.1-1.3.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。