Humanitext Reader

亚里士多德 · 气象学 §4.9#3

可燃性与熏烟性的定义及排出物的差异

第 64 段,共 68 段 · 希腊语

内容简介

继可燃与不可燃的定义之后,本文根据湿气与干燥土质的比例,解释了蒸发与熏烟的区别,以及烟、煤烟、脂香等不同排出物,并阐明了引火性与可熔性的关系。

§4.9#3καὶ τὰ μὲν καυστὰ ἐστιν τὰ δὲ ἄκαυστα, οἷον ξύλον μὲν καυστὸν καὶ ἔριον καὶ ὀστοῦν, λίθος δὲ καὶ κρύσταλλος ἄκαυστον.
此外,有些物体是可燃的,有些则是不可燃的,例如木材、羊毛和骨头是可燃的,而石头和冰是不可燃的。
ἔστιν δὲ καυστὰ ὅσα ἔχει πόρους δεκτικοὺς πυρὸς καὶ ὑγρότητα ἐν τοῖς κατʼ εὐθυωρίαν πόροις ἀσθενεστέραν πυρός.
可燃的是指那些拥有能够容纳火的孔道,并且在直通的孔道中,拥有比火更弱的湿气的物体。
ὅσα δὲ μὴ ἔχει ἢ ἰσχυροτέραν, οἷον κρύσταλλος καὶ τὰ σφόδρα χλωρά, ἄκαυστα.
而那些不具有这种孔道、或湿气比火更强的物体,例如冰和非常青绿(湿润)的植物,则是不可燃的。
θυμιατὰ δʼ ἐστὶ τῶν σωμάτων ὅσα ὑγρότητα ἔχει μέν, οὕτω δʼ ἔχει ὥστε μὴ ἐξατμίζειν πυρουμἔνων χωρίς· ἔστιν γὰρ ἀτμὶς ἡ ὑπὸ θερμοῦ καυστικοῦ εἰς ἀέρα καὶ πνεῦμα ἔκκρισις ἐξ ὑγροῦ διαντική.
而物体中可熏烟的是指那些虽然含有湿气,但其含有的方式使它们在不被燃烧的情况下不会蒸发的物体;因为蒸气是指在燃烧热的作用下,从湿润物中分离并排出到空气和气流中、具有湿润性质的排出物。
τὰ δὲ θυμιατὰ χρόνῳ εἰς ἀέρα ἐκκρίνεται, καὶ τὰ μὲν ἀφανιζόμενα ξηρά, τὰ δὲ γῆ γίγνεται.
而可熏烟的物体则随着时间排出到空气中,其中一些消失并变干,另一些则变成土。
διαφέρει δʼ αὕτη ἡ ἔκκρισις, ὅτι οὔτε διαίνει οὔτε πνεῦμα γίγνεται.
这种排出的不同之处在于,它既不产生湿润,也不变成气流。
ἔστιν δὲ πνεῦμα ῤύσις συνεχὴς ἀέρος ἐπὶ μῆκος·
气流是指空气在长度方向上的连续流动。
θυμίασις δʼ ἐστὶν ἡ ὑπὸ θερμοῦ καυστικοῦ κοινὴ ἔκκρισις ξηροῦ καὶ ὑγροῦ ἀθρόως· διόπερ οὐ διαίνει, ἀλλὰ χρωματίζει μᾶλλον.
而熏烟则是指在燃烧热的作用下,干燥物和湿润物一并同时进行的共同排出;因此它不产生湿润,而是更容易使物体着色。
ἔστι δʼ ἡ μὲν ξυλώδους σώματος θυμίασις καπνός.
木质物体的熏烟是烟。
λέγω γὰρ καὶ ὀστᾶ καὶ τρίχας καὶ πᾶν τὸ τοιοῦτον ἐν ταὐτῷ· οὐ γὰρ κεῖται ὄνομα κοινόν, ἀλλὰ κατʼ ἀναλογίαν ὅμως ἐν ταὐτῷ πάντʼ ἐστίν, ὥσπερ καὶ Ἐμπεδοκλῆς φησιν “ταὐτὰ τρίχες καὶ φύλλα καὶ οἰωνῶν πτερὰ πυκνὰ καὶ λοπίδες γίγνονται ἐπὶ στιβαροῖσι μέλεσσιν.
因为我也将骨头、毛发以及所有类似的东西归在同一类中;虽然没有一个共同的名字,但在类比上,它们全都属于同一类,正如恩培多克勒所说:“在强壮的肢体上,毛发、树叶、鸟类茂密的羽毛和鳞片,都是相同的东西。
” ἡ δὲ πίονος θυμίασις λιγνύς, ἡ δὲ λιπαροῦ κνῖσα.
” 而富含脂肪之物的熏烟是煤烟,多油之物的熏烟则是脂香。
διὰ τοῦτο τὸ ἔλαιον οὐχ ἕψεται οὐδὲ παχύνεται, ὅτι θυμιαιτόν ἐστιν ἀλλʼ οὐκ ἀτμιστόν· ὕδωρ δʼ οὐ θυμιατὸν ἀλλʼ ἀτμιστόν.
因此,油既不沸腾也不变稠,因为它是可熏烟的而非可蒸发的;而水不是可熏烟的,而是可蒸发的。
οἶνος δʼ ὁ μὲν γλυκὺς θυμιᾶται.
在葡萄酒中,甜酒可以熏烟。
πίων γάρ, καὶ ταὐτὰ ποιεῖ τῷ ἐλαίῳ· οὔτε γὰρ ὑπὸ ψύχους πήγνυται, καίεταί τε.
因为它是富含脂肪的,并且产生与油相同的现象:它既不因寒冷而凝固,又可以燃烧。
ἔστιν δὲ ὀνόματι οἶνος, ἔργῳ δʼ οὐκ ἔστιν· οὐ γὰρ οἰνώδης ὁ χυμός· διὸ οὐ μεθύσκει, ὁ τυχὼν δʼ οἶνος (μικρὰν δʼ ἔχει θυμίασιν· διὸ ἀνίησιν φλόγα).
但它在名字上是葡萄酒,在实际上却不是;因为它的汁液不具葡萄酒的性质;因此它不能醉人,而普通的葡萄酒[虽能醉人,但](它只有少量的熏烟,因此能放出火焰)。
καυστὰ δὲ δοκεῖ εἶναι ὅσα εἰς τέφραν διαλύεται τῶν σωμάτων.
此外,在物体中,那些能分解为灰烬的被认为是可燃的。
πάσχει δὲ τοῦτο πάντα ὅσα πέπηγεν ἢ ὑπὸ θερμοῦ ἢ ὑπʼ ἀμφοῖν, ψυχροῦ καὶ θερμοῦ· ταῦτα γὰρ φαίνεται κρατούμενα ὑπὸ τοῦ πυρός· ἥκιστα δὲ τῶν λίθων ἡ σφραγίς, ὁ καλούμενος ἄνθραξ.
而且,凡是被热、或被冷与热两者所凝固的所有物体都会承受这种情况;因为这些物体显现出被火所战胜;但在石头中,最不易受影响的是印章石,即所谓的“红晶石”(碳石)。
τῶν δὲ καυστῶν τὰ μὲν φλογιστά ἐστιν τὰ δʼ ἀφλόγιστα· τούτων δʼ ἔνια ἀνθρακευτά.
在可燃物中,有些是引火的,有些则是非引火的;而在这些之中,有些是可木炭化的。
φλογιστὰ μὲν οὖν ὅσα φλόγα δύναται παρέχεσθαι· ὅσα δὲ ἀδύνατα, ἀφλόγιστα.
引火的是指那些能够产生火焰的物体;而不能产生的则是非引火的。
ἔστι δὲ φλογιστὰ ὅσα μὴ ὑγρὰ ὄντα θυμιατά ἐστιν· πίττα δὲ ἢ ἔλαιον ἢ κηρὸς μᾶλλον μετʼ ἄλλων ἢ καθʼ αὑτὰ φλογιστά· μάλιστα δʼ ὅσα καπνὸν ἀνίησιν.
引火的是指那些非液态的可熏烟物体;而沥青、油或蜡与其说是单独引火,不如说是与其他物质混合时更容易引火;特别是那些放出烟雾的物体。
ἀνθρακευτὰ δʼ ὅσα τῶν τοιούτων γῆς πλέον ἔχει ἢ καπνοῦ, ἔτι δʼ ἔνια τηκτὰ ὄντα οὐ φλογιστά ἐστιν, οἷον χαλκός, καὶ φλογιστὰ οὐ τηκτά, οἷον ξύλον, τὰ δʼ ἄμφω, οἶον λιβανωτός.
可木炭化的是指在这些物体中,含土比含烟更多的物体,此外,有些物体虽可熔化但非引火,例如铜,而有些是引火但不可熔化,例如木材,另一些则是两者兼具,例如乳香。
αἴτιον δʼ ὅτι τὰ μὲν ξύλα ἀθρόον ἔχει τὸ ὑγρόν, καὶ διʼ ὅλου συνεχές ἐστιν, ὥστε διακάεσθαι, ὁ δὲ χαλκὸς παρʼ ἕκαστον μὲν μέρος, οὐ συνεχὲς δέ, καὶ ἔλαττον ὥστε φλόγα ποιῆσαι· ὁ δὲ λιβανωτὸς τῇ μὲν οὕτως τῇ δʼ ἐκείνως ἔχει.
其原因在于,木材一并含有全部湿气,且湿气在整体中是连续的,因而能够烧尽;而铜虽然在每个部分都含有湿气,但不是连续的,且太少而不足以产生火焰;而乳香则是介于两者之间,兼具这两种情况。
φλογιστὰ δʼ ἐστὶν τῶν θυμιατῶν ὅσα μὴ τηκτά ἐστιν διὰ τὸ μᾶλλον εἶναι γῆς.
在可熏烟的物体中,那些不可熔化的物体之所以是引火的,是因为它们含有更多的土。
(τὸ ξηρὸν γὰρ ἔχει κοινὸν τῷ πυρί· τοῦτʼ οὖν θερμὸν ἄν γένηται τὸ ξηρόν, πῦρ γίγνεται.
(因为干燥与火有共同的性质;因此,如果这干燥物变热,它就变成火。
διὰ τοῦτο ἡ φλὸξ πνεῦμα ἢ καπνὸς καόμενός ἐστιν.
故而火焰是燃烧着的气流或烟雾。
) ξύλων μὲν οὖν ἡ θυμίασις καπνός, κηροῦ δὲ καὶ λιβανωτοῦ καὶ τῶν τοιούτων καὶ πίττης, καὶ ὅσα ἔχει πίτταν ἢ τοιαῦτα, λιγνύς, ἐλαίου δὲ καὶ ὅσα ἐλαιώδη, κνῖσα, καὶ ὅσα ἥκιστα καίεται μόνα, ὅτι ὀλίγον ξηροῦ ἔχει, ἡ δὲ μετάβασις διὰ τούτου, μετὰ δʼ ἑτέρου τάχιστα·
)因此,木材的熏烟是烟,而蜡、乳香、类似之物以及沥青,还有含有沥青或类似物的物体的熏烟是煤烟,而油和油性物质的熏烟是脂香,这些物质单独极难燃烧。
τοῦτο γάρ ἐστιν τὸ πῖον, ξηρὸν λιπαρόν.
因为它们只含有少量的干燥物(尽管转变是通过干燥物进行的),但在与其他物质混合时燃烧得最快;因为这就是富含脂肪之物,即干燥而多脂的物质。
τὰ μὲν οὖν ἐκθυμιώμενα τῶν ὑγρῶν ὑγροῦ μᾶλλον, ὡς ἔλαιον καὶ πίττα, τὰ δὲ καόμενα ξηροῦ.
因此,在液体中,作为熏烟排出的物质含有更多的湿润(例如油和沥青),而燃烧的物质则含有更多的干燥。

词汇与语法注释

  1. p.148πυρουμένων χωρίς — 属格绝对结构,解释为“在它们不被燃烧(加热)的情况下”。这表明,与单纯的水分蒸发(ἀτμίς)不同,熏烟(θυμίασις)是一个伴随着物质本身受热或燃烧的过程。
  2. p.149ὁ τυχὼν δʼ οἶνος — 与前句中甜酒“不能醉人”(οὐ μεθύσκει)的表述相对比,此处对“普通的葡萄酒”省略了其肯定动词“能醉人”。由此对比,突出了括号中提到的普通葡萄酒“只有少量熏烟”的特征。
  3. 388aἡ δὲ μετάβασις διὰ τοῦτου — 代词 τοῦτο 指前文的 ξηρόν(干燥物)。“转变(μετάβασις)”是指物质向火(燃烧状态)的转化,解释了以干燥成分为媒介,物质能最快地过渡到燃烧状态。

引用这一段

亚里士多德, 气象学 §4.9#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:4.9%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。