Humanitext Reader

亚里士多德 · 气象学 §4.9#2

物体可压缩性与延展性等物理特性的定义

第 63 段,共 68 段 · 希腊语

内容简介

本节定义并阐述了物体的多种物理属性,如可压缩性、可拉伸性、可锻展性、可裂性、可切断性、粘性及可压实性,并基于孔道等内部结构解释了这些性质的成因。

§4.9#2ἔστι δὲ πιεστὰ ὅσα ὠθούμενα εἰς αὐτὰ συνιέναι δύναται, εἰς βάθος τοῦ ἐπιπέδου παραλλάττοντος, οὐ διαιρουμένου, καὶ μὴ μεθισταμένου ἄλλου ἄλλῳ μορίου, οἶον τὸ ὕδωρ ποιεῖ· τοῦτο γὰρ ἀντιμεθίσταται.
而可压缩的是指那些在被推挤时能够缩入其自身的物体,在此过程中,其表面向深处位移而不被分割,且没有一部分与另一部分替换位置,正如水所做的那样;因为水会相互替换位置。
ἔστι δὲ ὦσις ἡ κίνησις ὑπὸ τοῦ κινοῦντος, ἣ γίγνεται ἀπὸ τῆς ἅψεως· πληγὴ δέ, ὅταν ἀπὸ τῆς φορᾶς.
而推挤是指由推动者引起的、源于接触的运动;敲击则是指出于运动惯性而产生的情况。
πιέζεται δὲ ὅσα πόρους ἔχει κενοὺς συγγενοῦς σώματος· καὶ πιεστὰ ταῦτα ὅσα δύναται εἰς τὰ ἑαυτῶν κενὰ συνιέναι ἢ εἰς τοὺς ἑαυτῶν πόρους· οἷον ὁ βεβρεγμένος σπόγγος (πλήρεις γὰρ αὐτοῦ οἱ πόροι), ἀλλʼ ἂν ἂν οἱ πόροι πλήρεις ὦσι μαλακωτέρων ἢ αὐτὸ τὸ πεφυκὸς συνιέναι εἰς αὐτά.
凡是具有缺少同类物质的空通道的物体都会被压缩;而那些能够缩入其自身空隙或其自身通道中的物体,就是可压缩的;例如浸湿的海绵(因为它的孔道是满的),但前提是如果孔道中充满的东西比那自然倾向于缩入其中的物质本身更软的话。
πιεστὰ μὲν οὖν ἐστιν οἷον σπόγγος, κηρός, σάρξ· ἀπίεστα δὲ τὰ μὴ πεφυκότα συνιέναι ὤσει εἰς τοὺς ἑαυτῶν πόρους διὰ τὸ ἢ μὴ ἔχειν ἢ σκληροτέρων ἔχειν πλήρεις· ὁ γὰρ σίδηρος ἀπίεστος καὶ λίθος καὶ ὕδωρ καὶ πᾶν ὑγρόν.
因此,可压缩的是如海绵、蜡、肉等;而不可压缩的是那些由于没有孔道、或孔道中充满了更硬的物质,因而不具有通过推挤缩入其自身孔道之本性的物体;因为铁是不可压缩的,石头、水以及所有液体也是如此。
ἑλκτὰ δʼ ἐστὶν ὅσων δυνατὸν εἰς τὸ πλάγιον μεθίστασθαι τὸ ἐπίπεδον· τὸ γὰρ ἕλκεσθαί ἐστι τὸ ἐπὶ τὸ κινοῦν μεθίστασθαι τὸ ἐπίπεδον συνεχὲς ὄν.
可拉伸的是指其表面能够向侧向位移的物体;因为被拉伸是指表面在保持连续的情况下,朝向推动它的方向发生位移。
ἔστιν δὲ τὰ μὲν ἑλκτά, οἷον θρίξ, ἱμάς, νεῦρον, σταίς, ἰξός, τὰ δʼ ἄνελκτα, οἷον ὕδωρ καὶ λίθος.
其中,有些是可拉伸的,例如毛发、皮带、肌腱、面团、鸟胶,而另一些是不可拉伸的,例如水和石头。
τὰ μὲν οὖν ταὐτά ἐστιν ἑλκτὰ καὶ πιεστά, οἷον ἔριον, τὰ δʼ οὐ ταὐτά, οἷον φλέγμα πιεστὸν μὲν οὐκ ἔστιν, ἑλκτὸν δέ, καὶ ὁ σπόγγος πιεστὸν μέν, οὐχ ἑλκτὸν δέ.
因此,有些物体既是可拉伸的又是可压缩的,例如羊毛;而另一些则不同,例如粘液是不可压缩的却是可拉伸的,而海绵是可压缩的却不可拉伸。
ἔστιν δὲ καὶ τὰ μὲν ἐλατά, οἶον χαλκός, τὰ δʼ ἀνήλατα, οἷον λίθος καὶ ξύλον.
此外,有些物体是可锻展的,例如铜;而有些是不可锻展的,例如石头和木材。
ἔστιν δʼ ἐλατὰ μὲν ὅσα τῇ αὐτῇ πληγῇ δύναται ἄμα καὶ εἰς πλάτος καὶ εἰς βάθος τὸ ἐπίπεδον μεθίστασθαι κατὰ μέρος, ἀνήλατα δὲ ὅσα ἀδύνατα.
可锻展的是指其表面的一部分能够通过同一次敲击而同时向宽度和深度方向位移的物体,而不可锻展的则是那些无法做到这一点的物体。
ἔστιν δὲ τὰ μὲν ἐλατὰ ἅπαντα καὶ θλαστά, τὰ δὲ θλαστὰ οὐ πάντα ἐλατά, οἷον ξύλον· ὡς μέντοι ἐπίπαν εἰπεῖν, ἀντιστρέφει.
凡是可锻展的也都是可压凹的,但并非所有可压凹的都是可锻展的,例如木材;然而总体而言,这两者是相互对应的。
τῶν δὲ πιεστῶν τὰ μὲν ἐλατὰ τὰ δʼ οὔ, κηρὸς μὲν καὶ πηλὸς ἐλατά, ἔριον δʼ οὔ οὐδʼ ὕδωρ].
在可压缩的物体中,有些是可锻展的,有些则不是:蜡和泥土是可锻展的,而羊毛则不是[水也不是]。
ἔστιν δὲ καὶ τὰ μὲν σχιστά, οἶον ξύλον, τὰ δὲ ἄσχιστα, οἷον κέραμος.
还有,有些物体是可裂开的,例如木材;而有些是不可裂开的,例如陶器。
ἔστιν δὲ σχιστὸν τὸ δυνάμενον διαιρεῖσθαι ἐπὶ πλέον ἢ τὸ διαιροῦν διαιρεῖ· σχίζεται γάρ, ὅταν ἐπὶ πλέον διαιρῆται ἢ τὸ διαιροῦν διαιρεῖ, καὶ προηγεῖται ἡ διαίρεσις· ἐν δὲ τῇ τμήσει οὐκ ἔστιν τοῦτο.
可裂开是指能够被分割得比分割工具所分割的程度更深;因为当物体被分割得比分割工具实际分割的更深,并且分割先行发生时,这就叫做裂开;而在切断中,这种情况并不发生。
ἄσχιστα δὲ ὅσα μὴ δύνανται τοῦτο πάσχειν.
不可裂开则是指不能承受此种情况的物体。
ἔστιν δὲ οὔτε μαλακὸν οὐδὲν σχιστὸν (λέγω δὲ τῶν ἀπλῶς μαλακῶν καὶ μὴ πρὸς ἄλληλα· οὕτω μὲν γὰρ καὶ σίδηρος ἔσται μαλακός) οὔτε τὰ σκληρὰ πάντα, ἀλλʼ ὅσα μήτε ὑγρά ἐστιν μήτε θλαστὰ μήτε θραυστά· τοιαῦτα δʼ ἐστὶν ὅσα κατὰ μῆκος ἔχει τοὺς πόρους, καθʼ οὓς προσφύεται ἀλλήλοις, ἀλλὰ μὴ κατὰ πλάτος.
任何软的物体都不是可裂开的(我说的是绝对意义上的软,而不是相对而言的;因为按照相对的说法,连铁也将是软的),并非所有硬的物体也都是可裂开的,而只有那些既不是液体、也不是可压凹的、又不是可碎裂的物体;这类物体是指在长度方向上拥有它们彼此附着的孔道,而不是在宽度方向上。
τμητὰ δ᾿ ἐστὶν τῶν συνεστώτων σκληρῶν ἢ μαλακῶν ὅσα δύναται μήτʼ ἐξ ἀνάγκης προηγεῖσθαι τῆς διαιρέσεως μήτε θραύεσθαι διαιρούμενα· ὅσα δὲ μὴ ὑγρὰ ᾖ, τὰ τοιαῦτα ἄτμητα.
而可切断是指在固化的硬物体或软物体中,当被分割时,分割不必真实先行,且在被分割时不发生碎裂的物体;而那些不是液体且不具有此类性质的物体,则是不可切断的。
ἔνια δʼ ἐστὶν ταὐτὰ καὶ τμητὰ καὶ σχιστά, οἷον ξύλον· ἀλλʼ ὡς ἐπὶ τὸ πολὺ σχιστὸν μὲν κατὰ τὸ μῆκος, τμητὸν δὲ κατὰ τὸ πλάτος·
有些物体既是可切断的又是可裂开的,例如木材;但通常而言,在长度方向上是可裂开的,在宽度方向上是可切断的。
ἐπεὶ γὰρ διαιρεῖται ἕκαστον εἰς πολλά, ἧ μὲν μήκη πολλὰ τὸ ἕν, σχιστὸν ταύτῃ, ᾗ δὲ πλάτη πολλὰ τὸ ἕν, τμητὸν ταύτῃ.
因为既然每个物体都被分割成许多部分,在一个东西变成许多长度的方向上,它在这一方向上是可裂开的;而在一个东西变成许多宽度的方向上,它在这一方向上是可切断的。
γλίσχρον δʼ ἐστὶν ὅταν ἑλκτὸν ᾖ ὑγρὸν ὂν ἢ μαλακόν.
而具有粘性是指当物体是液态或软的且具有可拉伸性时。
τοιοῦτον δὲ γίγνεται τῇ ἐπαλλάξει ὅσα ὥσπερ αἱ ἀλύσεις σύγκεινται τῶν σωμάτων· ταῦτα γὰρ ἐπὶ πολὺ δύναται ἐκτείνεσθαι καὶ συνιέναι.
这种性质是由那些像链条一样构成的物体的交错结合而产生的;因为这些物体能够极大地延伸和收缩。
ὅσα δὲ μὴ τοιαῦτα, ψαθυρὰ.
而凡是不属于这一类的,则是脆的。
πιλητὰ δʼ ὅσα τῶν πιεστῶν μόνιμον ἔχει τὴν πίεσιν, ἀπίλητα δὲ ὅσα ἢ ὅλως ἀπίεστα μὴ μόνιμον ἔχει τὴν πίεσιν.
而可压实的是指在可压缩物体中,其压缩状态是持久的;不可压实的则是指那些要么完全不可压缩、要么其压缩状态不持久的物体。

词汇与语法注释

  1. p.145τοῦ ἐπιπέδου παραλλάττοντος, οὐ διαιρουμένου, καὶ μὴ μεθισταμένου ἄλλου ἄλλῳ μορίου — 嵌套的独立属格(genitive absolute)结构。其中 τοῦ ἐπιπέδου 是由分词 παραλλάττοντος 和 διαιρουμένου 修饰的绝对句主语,而 καὶ μὴ μεθισταμένου 则是另一个独立属格结构,其意义上的主语为 ἄλλου ἄλλῳ μορίου。短语 ἄλλου ἄλλῳ 表达了相互对照的关系(“一部分与另一部分”)。
  2. 386bἀλλʼ ἂν οἱ πόροι πλήρεις ὦσι — 由连词 ἀλλʼ 引导的 ἂν ὦσι(虚拟语气)构成了一个条件从句。此处省略了与其相对应的整个主句(例如“它们是可以压缩的”),因为这在上下文中是显而易见的。
  3. 25τὸ δυνάμενον διαιρεῖσθαι ἐπὶ πλέον ἢ τὸ διαιροῦν διαιρεῖ — 这是一个带有比较级的句式,其中 ἐπὶ πλέον ἢ 意为“比……更深/更多”。比较的基准是名词化分词 τὸ διαιροῦν(“分割者/分割工具”),它充当动词 διαιρεῖ 的主语。这在语法上解释了物理裂缝先于工具侵入而产生的“劈裂”现象。
  4. 10ᾗ μὲν μήκη πολλὰ τὸ ἕν, σχιστὸν ταύτῃ, ᾗ δὲ πλάτη πολλὰ τὸ ἕν, τμητὸν ταύτῃ — 由关系副词 ᾗ(“在……方向上/在……意义上”)与指示副词 ταύτῃ(“在这一方向上”)呼应的平行句式。τὸ ἕν(“单一物”)为主语,而 μήκη πολλά 和 πλάτη πολλά 充当表语或结果补语,描述分割的结果(“单一物变成许多长度/宽度”)。

引用这一段

亚里士多德, 气象学 §4.9#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:4.9%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。