§4.88 ἐκ δὲ τούτων φανερὸν ὅτι ὑπὸ θερμοῦ καὶ ψυχροῦ συνίσταται τὰ σῶμματα, ταῦτα δὲ παχύνοντα καὶ πηγνύντα ποιεῖται τὴν ἐργασίαν αὐτῶν.
8 从这些可以明显看出,物体是由热和冷构成的,而这两者通过使之变稠和固化来发挥作用。
διὰ δὲ τὸ ὑπὸ τούτων δημιουργεῖσθαι ἐν ἅποσιν ἔνεστι θερμότης, τισὶ δὲ καὶ ψυχρότης ἐκλείπει.
由于物体是由这些所形成的,所以在一切事物中都存在着热,而在某些事物中,冷也因[热的]缺席而存在。
ὥστʼ ἐπεὶ ταῦτα μὲν ὑπάρχει διὰ τὸ ποιεῖν, ὑγρὸν δὲ καὶ ξηρὸν διὰ τὸ πάσχειν, μετέχει αὐτῶν τὰ κοινὰ πάντων.
因此,既然前者因其能动而存在,而湿和干因其受动而存在,那么所有事物中共同的东西都分有它们。
ἐκ μὲν οὖν ὕδατος καὶ γῆς τὰ ὁμοιομερῆ σώματα συνίσταται, καὶ ἐν φυτοῖς καὶ ἐν ζῴοις, καὶ τὰ μεταλλευόμενα, οἷον χριυσὸς καὶ ἄργυρος καὶ ὅσα ἄλλα τοιαῦτα, ἐξ αὐτῶν τε καὶ ἐκ τῆς ἀναθυμιάσεως τῆς ἑκατέρου ἐγκατακλειομένης, ὥσπερ εἴρηται ἐν ἄλλοις.
因此,同质的物体,无论是在植物中还是在动物中,以及开采出来的矿物(例如金、银以及所有其他此类物质),都是由水和地构成的,它们既来自于自身,也来自于被禁锢在其中的两者的蒸汽,正如在其他著作中所说的那样。
ταῦτα δὲ διαφέρει ἀλλήλων τοῖς τε πρὸς τὰς αἰσθήσεις ἴδίοις ἅπαντα, τῷ ποιεῖν τι δύνασθαι (λευκὸν γὰρ καὶ εὐὥδες καὶ ψοφητικὸν καὶ γλυκύ καὶ θερμὸν καὶ ψιυχρὸν τῷ ποιεῖν τι δύνασθαι τὴν αἴσθησίν ἐστι), καὶ ἄλλοις οἰκειοτέροις πάθεσιν, ὅσα τῷ πάσχειν λέγονται, λέγω δʼ οἶον τὸ τηκτὸν καὶ πηκτὸν καὶ καμπτὸν καὶ ὅσα ἄλλα τοιαῦτα· πάντα γὰρ τὰ τοιαῦτα παθητικά, ὥσπερ τὸ ὑγρὸν καὶ τὸ ηρόν.
这一切在对于感官的固有特性上互相区别,这是由于能够产生某种作用(因为白色、芳香、发声、甜、热和冷,都是由于能够对感官产生某种作用),同时也通过其他更特有的受动状态(即所有被称为受动的性质,我指的是例如可熔化、可固化、可弯曲以及所有其他此类性质)来区分;因为所有这些都是受动性的,就像湿和干一样。
τούτοις δʼ ἠδη διαφέρει ὀστοῦν καὶ σὰρξ καὶ νεῦρον καὶ ξύλον καὶ φλοιὸς καὶ λθος καὶ τῶν ἄλλων ἕκαστον τῶν ὁμοιομερῶν μὲν φυσικῶν δὲ σωμάτων.
骨、肉、腱、木材、树皮、石头以及其他每一种属于同质且自然物体的物质,在此时已经通过这些性质而相互区别。
εἴπωμεν δὲ πρῶτον τὸν ἀριθμὸν αὐτῶν, ὅσα κατὰ δύναμιν καὶ ἀδυναμίαν λέγεται.
让我们首先说明它们的数量,即所有根据能与不能来称呼的性质。
ἔστιν δὲ τάδε, πηκτὸν ἄπηκτον, τηκτὸν ἄτηκτον, μαλακτὸν ἀμάλακτον, τεγκτὸν ἄτεγκτον, καμπτὸν ἄκαμμπτον, κατακτὸν ἀκάτακτον, θραυστὸν ἄθραυστον, θλαστὸν ἄθλαστον, πλαστὸν ἄπλαστον, πιεστὸν ἀπίεστον, ἑλκτὸν ἄνελκτον, ἐλατὸν ἀνήλατον, σχιστὸν ἄσχιστον, τμητὸν ἄτμητον, γλίσχρον ψαθυρόν, πιλητὸν ἀπίλητον, καυστὸν ἄκαυστον, θυμιατὸν ἀθυμίατον.
它们是:可固化的与不可固化的,可熔化的与不可熔化的,可软化的与不可软化的,可浸湿的与不可浸湿的,可弯曲的与不可弯曲的,可碎裂的与不可碎裂的,可粉碎的与不可粉碎的,可压凹的与不可压凹的,可塑的与不可塑的,可压缩的与不可压缩的,可拉伸的与不可拉伸的,可锻展的与不可锻展的,可劈裂的与不可劈裂的,可切割的与不可切割的,粘性的与脆性的,可毡合的与不可毡合的,可燃的与不可燃的,可熏蒸的与不可熏蒸的。
τὰ μὲν οὖν πλεῖστα σχεδὸν τῶν σωμάτων τούτοις διαφέρει τοῖς πάθεσιν· τίνα δʼ ἕκαστον τούτων ἔχει δύναμιν, εἴπωμεν.
几乎大多数物体都由这些受动性质而相互区别;那么,让我们来说明这其中的每一种具有什么能力。
περὶ μὲν οὖν πηκτοῦ καὶ ἀπήκτου καὶ τηκτοῦ καὶ ἀτήκτου εἴρηται μὲν καθόλου πρότερον, ὅμως δʼ ἐπανέλθωμεν καὶ νῦν.
首先,关于可固化的与不可固化的,以及可熔化的与不可熔化的,之前已经作了总括性的说明,但我们现在还是要重新回到这些问题上来。
τῶν γὰρ σωμάτων ὅσα πήγνυται καὶ σκληρύνεται, τὰ μὲν ὑπὸ θερμοῦ πάσχει τοῦτο τὰ δʼ ὑπὸ ψυχροῦ, ὑπὸ μὲν τοῦ θερμοῦ ξηραίνοντος τὸ ὑγρόν, ὑπὸ δὲ τοῦ ψυχροῦ ἐκθλίβοντος τὸ θερμόν.
因为在所有固化和变硬的物体中,有些是由于热而发生这种受动,有些则是由于冷;热是通过干燥水分,而冷则是通过挤出热量。
ὥστε τὰ μὲν ὑγροῦ ἀπουσίᾳ τὰ δὲ θερμοῦ τοῦτο πάσχει, ὅσα μὲν ὕδατος, θερμοῦ, ὅσα δὲ γῆς, ὑγροῦ.
因此,有些事物是通过缺乏湿气来经历这种受动的,有些则是通过缺乏热量;水性的事物由于缺乏热量,地性的事物由于缺乏湿气。
τὰ μὲν οὖν ὑγροῦ ἀπουσίᾳ ὑπὸ ὑγροῦ διατήκεται, ἂν μὴ οὕτως συνέλθῃ ὥστε ἐλάττους τούς πόρους λειφθῆναι τῶν τοῦ ὕδατος ὄγκων, οἶον ὁ κέραμος· ὅσα δὲ μὴ οὕτω, πάντα ὑγρῷ τήκεται, ἷον νίτρον, ἄλες, γῇ ἡ ἐκ πηλοῦ· τὰ δὲ θερμοῦ στερήσει ὑπὸ θερμοῦ τήκεται, οἷον κρύσταλλος, μόλυβδος, χαλκός.
因此,那些因缺乏湿气而固化的物质会被湿气熔化,除非它们收缩得如此紧密,以至于留下来的通道比水的微粒还要小,例如陶器;而非如此收缩的,全部会被湿气熔化,例如苏打、盐、由泥土做成的土;另一方面,因缺乏热量而固化的物质会被热熔化,例如冰、铅、铜。
ποῖα μὲν οὖν πηκτὰ καὶ τηκτά, εἴρηται, καὶ ποῖα ἄτηκτα.
那么,哪些是可固化的、可熔化的,以及哪些是不可熔化的,已经说明了。
ἄπηκτα δὲ ὅσα μὴ ἔχει ὑγρότητα ὑδατάδη, μηδὲ ὕδατὸς ἐστιν, ἀλλὰ πλέον θερμοῦ καὶ γῆς, οἶον μέλι καὶ γλεῦκος (ὥσπερ ζέοντα γάρ ἐστιν), καὶ ὅσα ὕδατος μὲν ἔχει, ἔστιν δὲ πλέον ἀέρος, ὥσπερ τὸ ἔλαιον καὶ ὁ ἄργυρος ὁ χυτός, καὶ εἴ τι γλίσχρον, οἶον πίττα καὶ ἰξὸς.
而不可固化的,是那些不含有水性湿气,也不属于水,而是含有较多热和地的物质,例如蜂蜜和未发酵的葡萄酒(因为它们就像是在沸腾一样);以及那些虽含有水却含有较多空气的物质,例如油和流动的银(水银),还有任何粘稠的东西,例如沥青和鸟胶。