§3.6#2ἄνω μὲν οὖν ἐὰν γίγνηται καὶ ἐγγύς, διαλύσει ὁ ἥλιος· ἐὰν δὲ πόρρω, ἐλάττων ἡ ὄψις οὖσα ἢ ὥστε ποιεῖν ἀνάκλασιν οὐ προσπεσεῖται.
因此,如果它产生在上方且靠近,太阳就会消散它;如果遥远,视线则因过于微弱而无法引起反射,因而无法投射到它。
ἐν δὲ τῷ πλαγίῳ ἐστὶ τοσοῦτον ἀποστῆναι τὸ ἔνοπτρον, ὥστε μήτε τὸν ἥλιον διαλῦσαι, τήν τε ὄψιν ἀθρόαν ἐλθεῖν, διὰ τὸ πρὸς τὴν γῆν φερομένην μὴ διασπᾶσθαι ὥσπερ δι᾿ ἀχανοῦς φερομένην.
但在侧面,反射镜可能处于这样一个距离:既不被太阳消散,并且视线又由于向着地面进行而得以整体到达,而不会像穿过无底深渊进行那样被分散。
ὑπὸ δὲ τὸν ἥλιον οὐ γίγνεται διὰ τὸ πλησίον μὲν τῆς γῆς διαλύεσθαι ἂν ὑπὸ τοῦ ἡλίου, ἄνω δὲ μεσουρανίου γιγνομένης συστάσεως τὴν ὄψιν διασπᾶσθαι.
但在太阳下方则不会产生,因为若靠近地面,它就会被太阳消散;而若在上方中天产生积聚,视线就会被分散。
καὶ ὅλως οὐδ᾿ ἐκ πλαγίου μεσουρανίου γίγνεται· ἡ γὰρ ὄψις οὐχ ὑπὸ τὴν γῆν φέρεται, ὥστε ὀλίγη ἀφικνεῖται πρὸς τὸ ἔνοπτρον, καὶ ἡ ἀνακλωμένη γίγνεται πάμπαν ἀσθενής.
并且总的来说,当太阳在中天时,即使在侧面也不会产生;因为视线不向地面附近进行,以致只有极少部分到达反射镜,而反射的视线则变得完全微弱。
ὅσα μὲν οὖν ἔργα συμραίνει παρέχεσθαι τὴν ἔκκρισιν ἐν τοῖς τόποις τοῖς ὑπὲρ τῆς γῆς, σχεδόν ἐστι τοσαῦτα καὶ τοιαῦτα.
因此,排泄物在地面以上的区域中碰巧产生的现象,几乎就是这么多且是这些种类。
ὅσα δ᾿ ἐν αὐτῇ τῇ γῇ, ἐγκατακλειομένη τοῖς τῆς γῆς μέρεσιν, ἀπεργάζεται, λεκτέον.
然而,我们必须阐述那些由于排泄物被封闭在地球的内部各处,而在地球本身内部所产生的事物。
ποιεῖ γὰρ δύο διαφορὰς σωμάτων διὰ τὸ διπλῆ πεφυκέναι καὶ αὐτή, καθάπερ καὶ ἐν τῷ μετεώρῳ·
因为排泄物自身在本质上也是双重的,正如同在高空一样,所以它产生了两种不同类别的物体。
δύο μὲν γὰρ αἱ ἀναθυμιάσεις, ἡ μὲν ἀτμιδώδης ἡ δὲ καπνώδης, ὥς φαμεν, εἰσίν· δύο δὲ καὶ τὰ εἴδη τῶν ἐν τῇ γῇ γιγνομένων, τὰ μὲν ὀρυκτὰ τὰ δὲ μεταλλευτά.
实际上,正如我们所说,有两种发散物:一种是湿润的雾气,另一种是干燥的烟气;在地球内部产生的事物也有两种,即采掘物和金属物。
ἡ μὲν οὖν ξηρὰ ἀναθυμίασίς ἐστιν ἥ τις ἐκπυροῦσα ποιεῖ τὰ ὀρυκτὰ πάντα, οἷον λίθων τε γένη τὰ ἄτηκτα καὶ σανδαράκην καὶ ὤχραν καὶ μίλτον καὶ θεῖον καὶ τἆλλα τὰ τοιαῦτα.
那么,干燥的发散物(烟气)是那种因受热而产生所有采掘物的,例如不融化的各类石头、鸡冠石、黄土、赭石、硫黄以及其他此类事物。
τὰ δὲ πλεῖστα τῶν ὀρυκτῶν ἐστιν τὰ μὲν κονία κεχρωματισμένη, τὰ δὲ λίθος ἐκ τοιαύτης γεγονὼς συστάσεως, οἷον τὸ κιννάβαρι.
大部分采掘物要么是着了色的粉末,要么是由此类积聚物形成的石头,例如辰砂。
τῆς δ᾿ ἀναθυμιάσεως τῆς ἀτμιδώδους, ὅσα μεταλλεύεται, καὶ ἔστιν ἢ χυτὰ ἢ ἐλατά, οἷον σίδηρος, χρυσός, χαλκός.
另一方面,从湿润的发散物(雾气)中产生所有金属物,它们要么是可熔的,要么是可延展的,例如铁、金、铜。
ποιεῖ δὲ ταῦτα πάντα ἡ ἀναθυμίασις ἡ ἀτμιδώδης ἐγκατακλειομένη, καὶ μάλιστα ἐν τοῖς λίθοις, διὰ ξηρότητα εἰς ἓν συνθλιβομένη καὶ πηγνυοἷον ἢ δρόσος ἢ πάχνη, ὅταν ἀποκριθῇ.
湿润的发散物在被封闭时产生所有这些,尤其是由于干燥在石头内部被挤压成一体并凝固,正如露水或霜在分离时形成一样。
ἐνταῦθα δὲ πρὶν ἀποκριθῆναι γεννᾶται ταῦτα.
但在地中,这些是在它们分离之前生成的。
διὸ ἔστι μὲν ὡς ὕδωρ ταῦτα, ἔστιν δ᾿ ὡς οὔ· δυνάμει μὲν γὰρ ἡ ὕλη ὕδατος ἦν, ἔστι δ᾿ οὐκέτι, οὐδ᾿ ἐξ ὕδατος γενομένου διά τι πάθος, ὥσπερ οἱ χυμοί·
因此,这些在某种意义上是水,在某种意义上则不是;因为它们的物质在潜能上曾是水,但现在已不再是,也不是像液汁那样,由水因某种变化而产生的事物。
οὐδὲ γὰρ οὕτω γίγνεται τὸ μὲν χαλκὸς τὸ δὲ χρυσός, ἀλλὰ πρὶν γενέσθαι παγείσης τῆς ἀναθυμιάσεως ἕκαστα τούτων ἐστίν.
因为某物成为铜,另一物成为金,并不是以这种方式产生的,而是在它们成为水之前,发散物凝固而使得这些事物各自存在的。
διὸ καὶ πυροῦται πάντα καὶ γῆν ἔχει· ξηρὰν γὰρ ἔχει ἀναθυμίασιν· ὁ δὲ χρυσὸς μόνος οὐ πυροῦται.
因此,它们受热时都会熔化并含有土,因为它们含有干燥的发散物;唯独金受热不熔。
κοινῇ μὲν οὖν εἴρηται περὶ αὐτῶν ἁπάντων, ἰδίᾳ δὲ σκεπτέον προχειριζομένοις περὶ ἕκαστον γένος.
那么,关于所有这些已经作了总括性的说明,接下来我们必须将每一个类别提出来进行单独考察。