§3.6#16 τὰς δ᾿ αὐτὰς αἰτίας ὑποληπτέον καὶ περὶ παρηλίων καὶ ῥάβδων ταῖς εἰρημέναις.
对于幻日和光棒,我们应当假定与已述现象相同的成因。
γίγνεται γὰρ παρήλιος μὲν ἀνακλωμένης τῆς ὄψεως πρὸς τὸν ἥλιον, ῥάβδοι δὲ διὰ τὸ προσπίπτειν τοιαύτην οὖσαν τὴν ὄψιν, οἵαν εἴπομεν ἀεὶ γίγνεσθαι ὅταν πλησίον ὄντων τοῦ ἡλίου νεφῶν ἀπό τινος ἀνακλασθῇ τῶν ὑγρῶν πρὸς τὸ νέφος·
因为当视线向太阳反射时,幻日便会产生;而当视线以我们所说的那种状态投射时,光棒便会产生。 这种情况总是发生在当云靠近太阳时,视线从某种湿气中反射到云上。
φαίνεται γὰρ αὐτὰ μὲν ἀχρωμάτιστα τὰ νέφη κατ᾿ εὐθυωρίαν εἰσβλέπουσιν, ἐν δὲ τῷ ὕδατι ῥάβδων μεστὸν τὸ νέφος·
因为对于直接注视云的人来说,云本身显得没有颜色,但在水中,云显得充满了光棒。
πλὴν τότε μὲν ἐν τῷ ὕδατι δοκεῖ τὸ χρῶμα τοῦ νέφους εἶναι, ἐν δὲ ταῖς ῥάβδοις ἐπ᾿ αὐτοῦ τοῦ νέφους.
只不过在水中的情况下,云的颜色似乎是在水中,而在光棒中,颜色则显得是在云的自身上。
γίγνεται δὲ τοῦτο ὅταν ἀνώμαλος ἡ τοῦ νέφους ᾖ σύστασις, καὶ τῇ μὲν πυκνότερον τῇ δὲ μανόν, καὶ τῇ μὲν ὑδατωδέστερον τῇ δ᾿ ἧττον·
而这发生在云的构成不均匀时,即有的地方较浓,有的地方较稀,且有的地方水气较多,有的地方较少。
ἀνακλασθείσης γὰρ τῆς ὄψεως πρὸς τὸν ἥλιον, τὸ σχῆμα μὲν οὐχ ὁρᾶται, τὸ δὲ χρῶμα· διὰ δὲ τὸ ἐν ἀνωμάλῳ φαίνεσθαι λαμπρὸν καὶ λευκὸν τὸν ἥλιον, πρὸς ὃν ἀνεκλάσθη ἡ ὄψις, τὸ μὲν φοινικοῦν φαίνεται, τὸ δὲ πράσινον ξανθόν.
因为当视线向太阳反射时,看到的不是太阳的形状,而是颜色;并且因为视线反射所指向的太阳在不均匀的介质中显得明亮而白,所以一部分显得是深红色,另一部分是绿色和黄色。
διαφέρει γὰρ οὐδὲν διὰ τοιούτων ὁρᾶν ἢ ἀπὸ τοιούτων ἀνακλωμένην· ἀμφοτέρως γὰρ φαίνεται τὴν χρόαν ὅμοιον, ὥστ· εἰ κἀκείνως φοινικοῦν, καὶ οὕτως.
因为通过这种介质观看,与从这种介质中反射出来,并没有任何区别;因为在这两种情况下,颜色显得是相似的,所以如果在前一种情况下是深红色,在后一种情况下也是如此。
αἱ μὲν οὖν ῥάβδοι γίγνονται δι᾿ ἀνωμαλίαν τοῦ ἐνόπτρου οὐ τῷ σχήματι ἀλλὰ τῷ χρώματι· ὁ δὲ παρήλιος, ὅταν ὅτι μάλιστα ὁμαλὸς ᾖ ὁ ἀὴρ καὶ πυκνὸς ὁμοίως· διὸ φαίνεται λευκός.
因此,光棒是由于反射镜在颜色上而非形状上的不均匀而产生的;而幻日则发生在空气尽可能均匀且同样浓厚的时候;所以它显得是白色的。
ἡ μὲν γὰρ ὁμαλότης τοῦ ἐνόπτρου ποιεῖ χρόαν μίαν τῆς ἐμφάσεως· ἡ δ᾿ ἀνάκλασις ἀθρόας τῆς ὄψεως, διὰ τὸ ἅμα προσπίπτειν πρὸς τὸν ἥλιον ἀπὸ πυκνῆς οὔσης τῆς ἀχλύος, καὶ οὔπω μὲν οὔσης ὕδωρ ἐγγὺς δ᾿ ὕδατος, τὸ ὑπάρχον τῷ ἡλίῳ ἐμφαίνεσθαι χρῶμα ποιεῖ, ὥσπερ ἀπὸ χαλκοῦ λείου κλωμένην διὰ τὴν πυκνότητα.
因为反射镜的均匀性使影像呈现出单一的颜色;而视线整体的反射(因为从浓雾中同时投射到太阳上,这雾还不是水,但已接近于水)使得太阳原本的颜色被映射出来,正如由于其浓密而从光滑的青铜中反射出来一样。
ὥστ᾿ ἐπεὶ τὸ χρῶμα τοῦ ἡλίου λευκόν, καὶ ὁ παρήλιος φαίνεται λευκός.
所以,既然太阳的颜色是白色的,幻日也显得是白色的。
διὰ δὲ τὸ αὐτὸ τοῦτο μᾶλλον ὕδατος σημεῖον ὁ παρήλιος τῶν ῥάβδων· μᾶλλον γὰρ συμβαίνει τὸν ἀέρα εὐεργῶς ἔχειν πρὸς γένεσιν ὕδατος.
正是因为这同一个原因,幻日比光棒更成为下雨的征兆;因为空气此时更处于有利于产生水的状态。
ὁ δὲ νότιος τοῦ βορείου μᾶλλον, ὅτι μᾶλλον ὁ νότιος ἀὴρ εἰς ὕδωρ μεταβάλλει τοῦ πρὸς ἄρκτον.
而南方的幻日比北方的更明显,因为南方的空气比偏北的空气更容易转化为水。
γίγνονται δ᾿, ὥσπερ εἴπομεν, περί τε δυσμὰς καὶ περὶ τὰς ἀνατολάς, καὶ οὔτε ἄνωθεν οὔτε κάτωθεν, ἀλλ᾿ ἐκ τῶν πλαγίων καὶ ῥάβδοι καὶ παρήλιοι· καὶ οὔτ᾿ ἐγγὺς τοῦ ἡλίου λίαν οὔτε πόρρω παντελῶς·
正如我们所说,光棒和幻日都产生在日落和日出前后,既不在上方,也不在下方,而是从侧面产生;并且既不离太阳太近,也不完全遥远。
ἐγγὺς μὲν γὰρ οὖσαν ὁ ἥλιος διαλύει τὴν σύστασιν, πόρρω δ᾿ οὔσης ἡ ὄψις οὐκ ἀνακλασθήσεται· ἀπὸ γὰρ μικροῦ ἐνόπτρου πόρρω ἀποτεινομένη ἀσθενὴς γίγνεται· διὸ καὶ αἱ ἅλως οὐ γίγνονται ἐξ ἐναντίας τοῦ ἡλίου.
因为如果太近,太阳会消散其积聚;如果太远,视线则不会被反射,因为从微小的反射镜中延伸太远,视线会变得微弱;因此,晕也不会产生在太阳的相反方向。