Humanitext Reader

亚里士多德 · 气象学 §3.4#3

虹的三色构成原理与副虹的色彩反转

第 48 段,共 68 段 · 希腊语

内容简介

亚里士多德根据视线的强弱解释了虹为何由深红、绿、紫三色构成,以及黄色由于颜色并置而显现的机制。同时,他阐明了外侧副虹因双重反射而颜色更暗淡且排列相反的原理,并解释了为何无法产生三重或更多重虹。

§3.4#3ἡ μὲν οὖν ἰσχυροτέρα ὄψις εἰς φοινικοῦν χρῶμα μετέβαλεν, ἡ δ᾿ ἐχομένη εἰς τὸ πράσινον, ἡ δὲ ἔτι ἀσθενεστέρα εἰς τὸ ἁλουργόν.
因此,较强的视线转变为深红色,紧接着的转变为绿色,更弱的则转变为紫色。
ἐπὶ δὲ τὸ πλέον οὐκέτι φαίνεται, ἀλλ᾿ ἐν τοῖς τρισίν, ὥσπερ καὶ τῶν ἄλλων τὰ πλεῖστα, καὶ τούτων ἔσχεν τέλος· τῶν δ᾿ ἄλλων ἀναίσθητος ἡ μεταβολή.
超出这些则不再显现,而是在这三种颜色中,正如其他大多数事物一样,这些颜色也达到了极限;对于其他变化,则是无法觉察的。
διὸ καὶ ἡ ἶρις τρίχρως φαίνεται, ἐκατέρα μέν, ἐναντίως δέ.
因此,虹显现为三色,虽然双重虹的每一个都是如此,但方向相反。
ἡ μὲν οὖν πρώτη τὴν ἔξω φοινικῆν ἔχει· ἀπὸ μεγίστης γὰρ περιφερείας πλείστη προσπίπτει ὄψις πρὸς τὸν ἥλιον, μεγίστη δ᾿ ἡ ἔξω· ἡ δ᾿ ἐχομένη καὶ ἡ τρίτη ἀνάλογον.
第一重虹的外侧是深红色;因为从最大的圆周,有最多的视线投射到太阳上,而外侧是最大的;紧接着的第二和第三重则按比例递减。
ὥστ᾿ εἰ τὰ περὶ τῶν χρωμάτων τῆς φαντασίας εἴρηται καλῶς, ἀνάγκη τρίχρων τε εἶναι αὐτὴν καὶ τούτοις τοῖς χρώμασι κεχρῶσθαι μόνοις.
因此,如果关于颜色的显现所说的内容是正确的,那么它必然既是三色的,且仅由这些颜色着色。
τὸ δὲ ξανθὸν φαίνεται διὰ τὸ παῤ ἄλληλα φαίνεσθαι, τὸ γὰρ φοινικοῦν παρὰ τὸ πράσινον λευκὸν φαίνεται.
而黄色之所以显现,是因为它们并排显现;因为深红色在绿色旁边显得白。
σημεῖον δὲ τούτου· ἐν γὰρ τῷ μελαντάτῳ νέφει μάλιστα ἄκρατος γίγνεται ἶρις· συμβαίνει δὲ τότε ξανθότερον εἶναι δοκεῖν τὸ φοινικοῦν.
这有一个证据:因为在最黑的云中,最容易产生纯净的虹;此时深红色往往显得更黄。
ἔστι δὲ τὸ ξανθὸν ἐν τῇ ἴριδι χρῶμα μεταξὺ τοῦ τε φοινικοῦ καὶ πρασίνου χρώματος.
而在虹中,黄色是介于深红色和绿色之间的颜色。
διὰ τὴν μελανίαν οὖν τοῦ κύκλῳ νέφους ὅλον αὐτοῦ φαίνεται τὸ φοινικοῦν λευκόν· ἔστι γὰρ πρὸς ἐκεῖνα λευκόν.
因此,由于周围云彩的黑色,深红色的整体显得白;因为相对于那些黑色,它是白的。
καὶ πάλιν ἀπομαραινομένης τῆς ἴριδος ἐγγύτατα, ὅταν λύηται τὸ φοινικοῦν· ἡ γὰρ νεφέλη λευκὴ οὖσα, προσπίπτουσα παρὰ τὸ πράσινον, μεταβάλλει εἰς τὸ ξανθόν.
同样,当虹正在消褪、深红色正在消解时,也会发生极其相似的情况;因为云是白的,当它落在绿色旁边时,就转变为黄色。
μέγιστον δὲ σημεῖον τούτων ἡ ἀπὸ τῆς σελήνης ἶρις· φαίνεται γὰρ λευκὴ πάμπαν.
这些最大的证据是月虹;因为它是完全显现为白色的。
γίγνεται δὲ τοῦτο ὅτι ἔν τε τῷ νέφει ζοφερῷ φαίνεται καὶ ἐν νυκτί.
之所以发生这种情况,是因为它既显现在昏暗的云中,又显现在夜间。
ὥσπερ οὖν πῦρ ἐπὶ πῦρ, μέλαν παρὰ μέλαν ποιεῖ τὸ ἡρέμα λευκὸν παντελῶς φαίνεσθαι λευκόν· τοῦτο δ᾿ ἐστὶν τὸ φοινικοῦν.
因此,正如火上加火,黑旁加黑会使微白的东西显得完全白;而这就是深红色。
γίγνεται δὲ τοῦτο τὸ πάθος καταφανὲς καὶ ἐπὶ τῶν ἀνθῶν· ἐν γὰρ τοῖς ὑφάσμασιν καὶ ποικίλμασιν ἀμύθητον διαφέρει τῇ φαντασίᾳ ἄλλα παῤ ἄλλα τιθέμενα τῶν χρωμάτων, οἷον καὶ τὰ πορφυρᾶ ἐν λευκοῖς ἢ μέλασιν ἐρίοις, ἔτι δ᾿ ἐν αὐγῇ τοιᾳδὶ ἢ τοιᾳδὶ· διὸ καὶ οἱ ποικιλταί φασι διαμαρτάνειν ἐργαζόμενοι πρὸς τὸν λύχνον πολλάκις τῶν ἀνθῶν, λαμβάνοντες ἕτερα ἀνθ᾿ ἑτέρων.
这种现象在花卉上也很明显:因为在织物和刺绣中,颜色相互并置时在显现上有着说不尽的差异,例如在白色或黑色羊毛中的紫色,以及在这样或那样的光线下;因此,刺绣工人们也说,在灯光下工作时,他们经常在花色上出错,错拿了其他颜色。
διότι μὲν οὖν τρίχρως τε, καὶ ὅτι ἐκ τούτων φαίνεται τῶν χρωμάτων μόνων ἡ ἦρις, εἴρηται.
因此,关于虹为什么是三色的,以及为什么仅从这些颜色中显现,已经说明了。
διπλῇ δὲ καὶ ἀμαυροτέρα τοῖς χρώμασιν ἡ περιέχουσα, καὶ τῇ θέσει τὰς χρόας ἐξ ἐναντίας ἔχει κειμένας διὰ τὴν αὐτὴν αἰτίαν· μακροτέρα γὰρ ἀποτεινομένη ἡ ὄψις ὥσπερ τὸ πορρώτερον ὁρᾷ, καὶ τὸ ἐνταῦθα τὸν αὐτὸν τρόπον.
而包围在外的第二重虹则是双重的,其颜色也更暗淡,并且由于同样的原因,其颜色在位置上的排列相反;因为视线延伸得更长,正如它看更远的东西一样,在这里也是以同样的方式。
ἀσθενεστέρα οὖν ἀπὸ τῆς ἔξωθεν ἡ ἀνάκλασις γίγνεται διὰ τὸ πορρώτερον ποιεῖσθαι τὴν ἀνάκλασιν, ὥστ᾿ ἐλάττων προσπίπτουσα τὰ χρώματα ποιεῖ ἀμαυρότερα φαίνεσθαι.
因此,来自外侧的反射变得更弱,因为反射是在更远的地方进行的,从而投射较少,使颜色显得更暗淡。
καὶ ἀντεστραμμένως δὴ διὰ τὸ πλείω ἀπὸ τῆς ἐλάττονος καὶ τῆς ἐντὸς περιφερείας προσπίπτειν πρὸς τὸν ἥλιον· ἐγγυτέρω γὰρ τῆς ὄψεως οὖσα ἀνακλᾶται ἀπὸ τῆς ἐγγυτάτω περιφερείας τῆς πρώτης ἴριδος.
而其相反的排列,则是由于较多视线从较小且内侧的圆周投射到太阳上;因为距离视线较近,它是从第一重虹最近的圆周反射出来的。
ἐγγυτάτω δὲ ἐν τῇ ἔξωθεν ἴριδι ἡ ἐλαχίστη περιφέρεια, ὥστε αὕτη ἕξει τὸ χρῶμα φοινικοῦν· ἡ δ᾿ ἐχομένη καὶ ἡ τρίτη κατὰ λόγον.
而在外侧的虹中,最近的是最小的圆周,因此这一侧将具有深红色;紧接着的和第三个则按比例排列。
ἡ ἔξω ἶρις ἐφ᾿ ᾧ τὸ B· ἡ ἔσω, ἡ πρώτη, ἐφ᾿ τὸ Α· τὰ χρώματα δ᾿, ἐφ᾿ ᾧ τὸ Γ, φοινικοῦν, ἐφ᾿ ᾧ τὸ Δ, πράσινον, ἐφ᾿ ᾧ Ε, ἁλουργόν·
外侧的虹在 B 处;内侧的第一重虹在 A 处;颜色方面,Γ 处为深红色,Δ 处为绿色,Ε 处为紫色;黄色显现在 Ζ 处。
τὸ ξανθὸν δὲ φαίνεται ἐφ᾿ οὗ τὸ Ζ. τρεῖς δ᾿ οὐκέτι γίγνονται, οὐδὲ πλείους ἴριδες, διὰ τὸ καὶ τὴν δευτέραν γίγνεσθαι ἀμαυροτέραν ὥστε καὶ τὴν τρίτην ἀνάκλασιν πάμπαν ἀσθενῆ γίγνεσθαι καὶ ἀδυνατεῖν ἀφικνεῖσθαι πρὸς τὸν ἥλιον.
然而,第三重或更多重虹不再产生,因为第二重也变得更暗淡,从而第三次反射变得完全微弱,无法到达太阳。

词汇与语法注释

  1. 30μετέβαλεν — 属于表示视觉现象一般规律的泛指不定过去时(gnomic aorist),而非过去的特定事件,在阅读时应等同于现在时理解。
  2. 15ἐγγύτατα — 意为“极其接近(相似)”的副词。在此指在虹消褪时,也会发生与前文(周围黑云引起的颜色变化)极其相似的情况。
  3. 375bκαὶ ἀντεστραμμένως δὴ — 意为“而其相反的排列正是”的省略表达,需补充前文(375a30附近)“在位置上颜色相反排列”的内容来理解。

引用这一段

亚里士多德, 气象学 §3.4#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:3.4%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。