§3.4#2νῦν δ᾿ ὅλα μὲν οὐ γίγνεται τοιαύτην ἔχοντα τὴν ἔμφασιν, οὐδὲ κύκλῳ, μικρὰ δὲ καὶ κατὰ μόριον, αἳ καλοῦνται ῥάβδοι, ἐπεὶ εἰ συνίστατο τοιαύτη ἀχλὺς οἵα γένοιτ᾿ ἂν ὕδατος ἢ τινος ἄλλου μέλανος, καθάπερ λέγομεν, ἐφαίνετο ἂν ἡ ἶρις ὅλη, ὥσπερ ἡ περὶ τοὺς λύχνους.
然而,现在并不产生具有这种显现的整体,也不产生圆形的显现,而是产生微小且局部的显现,这些被称为“光棒”;因为如果像我们所说的那样,由水或某种其他黑暗物质产生的那种雾气凝结起来,那么虹就会呈现出完整的整体,就像灯盏周围的虹一样。
περὶ γὰρ τούτους τὰ πλεῖστα νοτίων ὄντων ἶρις γίγνεται τοῦ χειμῶνος, μάλιστα δὲ δήλη γίγνεται τοῖς ὑγροὺς ἔχουσι τοὺς ὀφθαλμούς· τούτων γὰρ ἡ ὄψις ταχὺ δι᾿ ἀσθένειαν ἀνακλᾶται.
因为在冬天刮南风时,这些灯盏周围最常产生虹,尤其是对于那些眼睛湿润的人来说,它是最明显的;因为他们的视线由于衰弱而很快被反射。
γίγνεται δ᾿ ἀπὸ τε τῆς τοῦ ἀέρος ὑγρότητος καὶ ἀπὸ λιγνύος τῆς ἀπὸ τῆς φλογὸς ἀπορρεούσης καὶ μειγνυμένης· τότε γὰρ γίγνεται ἔνοπτρον, καὶ διὰ τὴν μελανίαν· καπνώδης γὰρ ἡ λιγνύς·
它既产生于空气的湿气,也产生于从火焰中流出并混合在一起的煤烟;因为那时它变成了镜子,也因为其黑度,因为煤烟是烟雾状的。
τὸ δὲ τοῦ λύχνου φῶς οὐ λευκὸν ἀλλὰ πορφυροῦν φαίνεται κύκλῳ καὶ ἰριῶδες, φοινικοῦν δ᾿ οὔ· ἔστι γὰρ ἥ τε ὄψις ὀλίγη ἡ ἀνακλωμένη, καὶ μέλαν τὸ ἔνοπτρον.
但灯火的光在其周围呈现出圆形且如虹般的紫色,而非深红色;因为反射出来的视线既少,镜子又是黑暗的。
ἡ δ᾿ ἀπὸ τῶν κωπῶν τῶν ἀναφερομένων ἐκ τῆς θαλάττης ἶρις τῇ μὲν θέσει τὸν αὐτὸν γίγνεται τρόπον τῇ ἐν τῷ οὐρανῷ, τὸ δὲ χρῶμα ὁμοιοτέρα τῇ περὶ τοὺς λύχνους· οὐ γὰρ φοινικῆν ἀλλὰ πορφυρᾶν ἔχουσα φαίνεται τὴν χρόαν.
另一方面,从海中提起的桨上产生的虹,在位置上与天空中的虹以相同的方式产生,但在颜色上更接近于灯盏周围的虹;因为它的颜色显现为紫色,而不是深红色。
ἡ δ᾿ ἀνάκλασις ἀπὸ τῶν μικροτάτων μὲν συνεχῶν δὲ γίγνεται ῥανίδων· αὗται δʼ ὕδωρ ἀποκεκριμένον εἰσὶν ἤδη παντελῶς.
这种反射是从非常微小但连续的雨滴中产生的;而这些已经是完全分离出来的水。
γίγνεται δὲ κἄν τις λεπταῖς ῥαίνῃ ῥανίσιν εἴς τι τοιοῦτον χωρίον ὃ τὴν θέσιν πρὸς τὸν ἥλιον ἐστραμμένον ἐστὶ καὶ τῇ μὲν ὁ ἥλιος ἀνέχῃ τῇ δὲ σκιάζῃ·
如果有人将细小的雨滴洒在某个位置朝向太阳的地方,且该处一侧有太阳照射,另一侧有阴影遮挡,虹也会产生。
ἐν τῷ τοιούτῳ γάρ, ἐὰν εἴσω τις ῥαίνῃ, τῷ ἑστῶτι ἐκτός, ᾗ ἐπαλλάττουσιν αἱ ἀκτῖνες καὶ ποιοῦσι τὴν σκιάν, φαίνεται ἶρις.
因为在这样的地方,如果有人朝向内侧喷洒,对于站在外侧的人来说,在光线交错产生阴影的地方,就会显现出虹。
ὁ δὲ τρόπος καὶ ἡ χρόα ὁμοία καὶ τὸ αἴτιον τὸ αὐτὸ τῇ ἀπὸ τῶν κωπῶν· τῇ γὰρ χειρὶ κώπῃ χρῆται ὁ ῥαίνων.
而且其方式和颜色都很相似,原因也与桨产生的虹相同;因为洒水的人把手当作桨来使用。
ὅτι δὲ τὸ χρῶμα τοιοῦτον, ἅμα δῆλον ἔσται καὶ περὶ τῶν ἄλλων χρωμάτων τῆς φαντασίας, ἐκ τῶνδε, δεῖ γὰρ νοήσαντας, ὥσπερ εἴρηται, καὶ ὑποθεμένους πρῶτον μὲν ὅτι τὸ λαμπρὸν ἐν τῷ μέλανι ἢ διὰ τοῦ μέλανος χρῶμα ποιεῖ φοινικοῦν, δεύτερον δ᾿ ὅτι ἡ ὄψις ἐκτεινομένη ἀσθενεστέρα γίγνεται καὶ ἐλάττων, τρίτον δ᾿ ὅτι τὸ μέλαν οἷον ἀπόφασίς ἐστιν· τῷ γὰρ ἐκλείπειν τὴν ἴψιν φαίνεται μέλαν· διὸ τὰ πόρρω πάντα μελάντερα φαίνεται, διὰ τὸ μὴ διικνεῖσθαι τὴν ὄψιν.
而为什么颜色是这样的,连同其他颜色的显现,从以下内容中将同时变得显而易见;因为我们必须理解并假定(如前所述):第一,明亮的东西在黑暗中或透过黑暗会产生深红色;第二,视线在延伸时会变得更弱、更小;第三,黑暗就像是一种否定(因为由于视线的衰退,它显得黑暗,因此所有遥远的东西都显得更黑,因为视线达不到)。
θεωρείσθω μὲν οὖν ταῦτ᾿ ἐκ τῶν περὶ τὰς αἰσθήσεις συμβαινόντων· ἐκείνων γὰρ ἴδιοι οἱ περὶ τούτων λόγοι· νῦν δ᾿ ὅσον ἀνάγκη, τοσοῦτον περὶ αὐτῶν λέγωμεν.
因此,这些事情应当从关于感官的现象中去考察;因为关于这些事情的讨论属于那些专门的主题;但现在,让我们在必要的范围内讨论它们。
φαίνεται δ᾿ οὖν διὰ ταύτην τὴν αἰτίαν τά τε πόρρω μελάντερα καὶ ἐλάττω καὶ λειότερα, καὶ τὰ ἐν τοῖς ἐνόπτροις, καὶ τὰ νέφη μελάντερα βλέπουσιν εἰς τὸ ὕδωρ ἢ εἰς αὐτὰ τὰ νέφη.
总之,由于这个原因,遥远的物体显得更黑、更小、更光滑,镜中的物体也是如此,而且人们看水中的云比直接看云本身时,云显得更黑。
καὶ τοῦτο πάνυ ἐπιδήλως· διὰ γὰρ τὴν ἀνάκλασιν ὀλίγῃ τῇ ὄψει θεωροῦνται.
而这是非常明显的;因为由于反射,人们是用微弱的视线来观察它们的。
διαφέρει δ᾿ οὐδὲν τὸ ὁρώμενον μεταβάλλειν ἢ τὴν ὄψιν· ἀμφοτέρως γὰρ ἔσται ταὐτόν.
而且,是被看见的物体发生变化还是视线发生变化,并没有什么不同;因为在这两种情况下,结果都是相同的。
πρὸς δὲ τούτοις δεῖ μὴ λεληθέναι καὶ τόδε· συμβαίνει γὰρ ὅταν ᾖ τοῦ ἡλίου νέφος πλησίον, εἰς μὲν αὐτὸ βλέποντι μηδὲν φαίνεσθαι κεχρωματισμένον ἀλλ᾿ εἶναι λευκόν, ἐν δὲ τῷ ὕδατι αὐτὸ τοῦτο θεωροῦντι χρῶμά τι ἔχειν τῆς ἴριδος.
除此以外,还不应当忽视这一点:因为当太阳附近有云时,对于直接看云本身的人来说,它显得没有任何颜色而是白色的,但对于在水中观察这同一个云的人来说,它显得具有虹的某种颜色。
δῆλον τοίνυν ὅτι ἡ ὄψις ὥσπερ καὶ τὸ μέλαν κλωμένη δι᾿ ἀσθένειαν μελάντερον ποιεῖ φαίνεσθαι, καὶ τὸ λευκὸν ἧττον λευκόν, καὶ προσάγει πρὸς τὸ μέλαν.
因此显而易见,视线在反射时由于其衰弱,就像黑暗一样,使物体显得更黑,并使白色的显得不那么白,且使其向黑暗靠拢。