Humanitext Reader

亚里士多德 · 气象学 §3.4#1

虹的反射机制与雨滴成镜及色彩成因

第 46 段,共 68 段 · 希腊语

内容简介

阐明虹作为视线反射的形成机制,讨论空气、水以及凝结中的雨滴如何作为镜面发挥作用。同时,根据反射距离和介质的性质,解释了虹与晕在色彩呈现上存在差异的原因。

§3.4#14 ἡ δʼ ἶρις ὅτι μέν ἐστιν ἀνάκλασις, εἴρηται πρότερον· ποία δέ τις ἀνάκλασις, καὶ πῶς καὶ διὰ τίνʼ αἰτίαν ἕκαστα γίγνεται τῶν συμβαινόντων περὶ ταύτην, λέγωμεν νῦν.
4 虹是反射这一事实,先前已经说明过;但它是什么样的反射,以及与它相关的各个现象是如何且因何原因产生的,我们现在来讨论。
ἀνακλωμένη μὲν οὖν ἡ ὄψις ἀπὸ πάντων φαίνεται τῶν λείων, τούτων δʼ ἐστὶν καὶ ἀὴρ καὶ ὕδωρ.
现在,视线被看作是从所有光滑的表面反射的,这些表面既包括空气也包括水。
γίγνεται δὲ ἀπὸ μὲν ἀέρος, ὅταν τύχη συνιστάμενος.
而反射从空气中产生,是当空气恰好在凝结的时候。
διὰ δὲ τὴν τῆς ὄψεως ἀσθένειαν πολλάκις καὶ ἄνεω συστάσεως ποιεῖ ἀνάκλασιν, οἷόν ποτε συνέβαινέ τινι πάθος ἡρέμα καὶ οὐκ ὁξὺ βλέποντι· ἀεὶ γὰρ εἴδωλον ἐδόκει προηγεῖσθαι βαδίζοντι αὐτῷ, ἐξ ἐναντίας βλέπον πρὸς αὐτόν.
但由于视线的软弱,它往往在没有凝结的情况下也会产生反射,正如曾经发生在某个视力微弱且不敏锐的人身上的病态体验那样;因为当他行走时,总觉得有一个幻像走在他的前面,从对面看着他。
τοῦτο δʼ ἔπασχε διὰ τὸ τὴν ὄψιν ἀνακλᾶσθαι πρὸς αὐτόν· οὕτω γὰρ ἀσθενὴς ἦν καὶ λεπτὴ πάμπαν ὑπὸ τῆς ἀρρωστίας, ὥστʼ ἔνοπτρον ἐγίγνετο καὶ ὁ πλησίον ἀήρ, καὶ οὐκ ἐδύνατο ἀπωθεῖν—ὡς ὁ πόρρω καὶ πυκνός· διόπερ αἵ τʼ ἄκραι ἀνεσπασμέναι φαίνονται ἐν τῇ θαλάττῃ, καὶ μείζω τὰ μεγέθη πάντων, ὅταν εὖροι πνέωσι, καὶ τὰ ἐν ταῖς ἀχλύσιν, οἷον καὶ ἥλιος καὶ ἄστρα ἀνίσχοντα καὶ δύνοντα μᾶλλον ἢ μεσουρανοῦντα.
他之所以遭受这种折磨,是因为他的视线被反射回他自己;因为由于疾病,他的视线是如此微弱且完全薄弱,以至于连附近的空气也变成了镜子,而他无法将它穿透——正如那遥远且浓密的空气所表现的那样;因此,在海里,角看起来被拉高了,而且当东风吹拂时,所有物体的大小都显得更大,雾中的物体也是如此,比如太阳和星辰在升起和落下时,比在天中时显得更大。
ἀπὸ δὲ ὕδατος μάλιστα ἀνακλᾶται, καὶ ἀπὸ ἀρχομένου γίγνεσθαι μᾶλλον ἔτι ἢ ἀπʼ ἀέρος· ἕκαστον γὰρ τῶν μορίων ἐξ ὧν γίγνεται συνισταμένων ἡ ψακὰς ἔνοπτρον ἀναγκαῖον εἶναι μᾶλλον τῆς ἀχλύος.
但它最能从水中反射,且从开始形成水的物质中反射,比从空气中更甚;因为凝结成雨滴的每个微粒,必然比雾气更具有镜子的功能。
ἐπεὶ δὲ καὶ δῆλον καὶ εἴρηται πρότερον ὅτι ἐν τοῖς τοιούτοις ἐνόπτροις τὸ χρῶμα μόνον ἐμφαίνεται, τὸ δὲ σχῆμα ἄδηλον, ἀναγκαῖον, ὅταν ἄρχηται ὕειν καὶ ἤδη μὲν συνιστῆται εἰς ψακάδας ὁ ἐν τοῖς νέφεσιν ἀήρ, μήπω δὲ ὕῃ, ἐὰν ἐξ ἐναντίας ᾖ ὁ ἥλιος ἢ ἄλλο τι οὕτω λαμπρὸν ὥστε γίγνεσθαι ἔνοπτρον τὸ νέφος, καὶ τὴν ἀνάκλασιν γίγνεσθαι πρὸς τὸ λαμπρὸν ἐξ ἐναντίας, γίγνεσθαι ἔμφασιν χρώματος, οὐ σχήματος.
既然在这样的镜子里只有颜色显现,而形状不可见,这既是显然的,也是先前说明过的,那么,当开始下雨,且云中的空气已经开始凝结成雨滴但尚未下雨时,如果太阳或另一个如此明亮以至于使云成为镜子的物体在相反的一侧,且反射在相反一侧朝向那明亮物体发生,那么必然会产生颜色的显现,而不是形状的显现。
ἑκάστου δʼ ὄντος τῶν ἐνόπτρων μικροῦ καὶ ἀοράτου, τῆς δʼ ἐξ ἁπάντων αὐτῶν συνεχείας τοῦ μεγέθους ὁρωμένης, ἀνάγκη συνεχὲς μέγεθος τοῦ αὐτοῦ φαίνεσθαι χρώματος· ἕκαστον γὰρ τῶν ἐνόπτρων τὸ αὐτὸ ἀποδίδωσι χρῶμα τῷ συνεχεῖ.
而由于每一个镜子都是微小且看不见的,而由它们整体所构成的连续体的大小是可以看见的,所以必然会显现出相同颜色的连续体;因为每一个镜子都向连续的整体呈现相同的颜色。
ὥστ᾿ ἐπεὶ ταῦτ᾿ δέχεται συμβαίνειν, ὅταν τοῦτον ἔχῃ τὸν τρόπον ὅ τε ἥλιος καὶ τὸ νέφος καὶ ἡμεῖς ὦμεν μεταξὺ αὐτῶν, ἔσται διὰ τὴν ἀνάκλασιν ἔμφασίς τις.
因此,既然当太阳和云处于这种状态而我们介于它们之间时,这些事情便得以发生,那么由于反射,就会产生某种显现。
ἀλλὰ μὴν καὶ φαίνεται τότε καὶ οὐκ ἄλλως ἐχόντων γιγνομένη ἡ ἶρις.
而且事实上,虹也被看到是在那时,且不在其他情况下产生的。
ὅτι μὲν οὖν ἀνάκλασις ἡ ἶρις τῆς ὄψεως πρὸς τὸν ἥλιόν ἐστι, φανερόν· διὸ καὶ ἐξ ἐναντίας ἀεὶ γίγνεται, ἡ δ᾿ ἅλως περὶ αὐτὸν· καίτοι ἄμφω ἀνάκλασις· ἀλλ᾿ ἥ γε τῶν χρωμάτων ποικιλία διαφέρει· ἡ μὲν γὰρ ἀφ᾿ ὕδατος καὶ μέλανος γίγνεται ἀνάκλασις καὶ πόρρωθεν, ἡ δ᾿ ἐγγύθεν καὶ ἀπὸ ἀέρος λευκοτέρου τὴν φύσιν.
因此,虹是视线向着太阳的反射,这是显而易见;因此它也总是产生在相反的一侧,而晕则在太阳自身的周围;然而两者都是反射;但色彩的多样性却不同;因为前者是从水和黑暗物体中,且从远处产生的反射,而后者是从近处且从本性上更白的空气中产生的。
φαίνεται δὲ τὸ λαμπρὸν διὰ τοῦ μέλανος ἢ ἐν τῷ μέλανι (διαφέρει γὰρ οὐδέν) φοινικοῦν (ὁρᾶν δ᾿ ἔξεστι τό γε τῶν χλωρῶν ξύλων πῦρ, ὡς ἐρυθρὰν ἔχει τὴν φλόγα διὰ τὸ τῷ καπνῷ πολλῷ μεμεῖχθαι τὸ πῦρ λαμπρὸν ὂν καὶ λευκόν)· καὶ δι᾿ ἀχλύος καὶ καπνοῦ ὁ ἥλιος φαίνεται φοινικοῦς.
而一个明亮的物体通过黑暗的物体或在黑暗的物体中(因为这没有区别)显现为深红色(正如我们可以看到生木的火,因为火是明亮且白色的,与许多烟混合在一起,所以它的火焰是红色的);而且通过雾气和烟,太阳显现为深红色。
διὸ ἡ μὲν τῆς ἴριδος ἀνάκλασις ἡ μὲν πρώτη τοιαύτην ἔχειν φαίνεται τὴν χρόαν (ἀπὸ ῥανίδων γὰρ μικρῶν γίγνεται ἡ ἀνάκλασις), ἡ δὲ τῆς ἅλω οὔ.
因此,虹的反射的第一层显现出这样的颜色(因为反射是从小雨滴中产生的),而晕的反射则不然。
περὶ δὲ τῶν ἄλλων χρωμάτων ὕστερον ἐροῦμεν.
至于其他颜色,我们稍后讨论。
ἔτι δὲ περὶ αὐτὸν μὲν τὸν ἥλιον οὐ γίγνεται διατριβὴ τοιαύτης συστάσεως, ἀλλ᾿ ἢ ὕει ἢ διαλύεται.
此外,在太阳自身周围,这种凝结不会维持很长时间,而要么下雨,要么消散。
ἐκ δὲ τῶν ἐναντίων ἐν τῷ μεταξὺ τῆς τοῦ ὕδατος γενέσεως γίγνεταί τις χρόνος· τούτου γὰρ μὴ συμβαίνοντος ἦσαν ἂν κεχρωματισμέναι αἱ ἅλως ὥσπερ ἡ ἶρις.
但在相反的一侧,在水的生成的中间过程中,会产生一段时间;因为如果不发生这种情况,晕就会像虹一样呈现出各种颜色。

词汇与语法注释

  1. 373b8οὐκ ἐδύνατο ἀπωθεῖν — 动词 `ἐδύνατο` 的主语不是前句的 `ὁ πλησίον ἀήρ`(近处的空气),而是从上下文推导出的行走者的“视线”(`ἡ ὄψις`)。动词 `ἀπωθεῖν` 意为“推开”或“穿透”;由于疾病,他的视线极其微弱,以至于连近处稀薄的空气都无法穿透,从而使空气起到了镜子的作用,将视线反射了回来。
  2. 373b18ἀναγκαῖον... γίγνεσθαι ἔμφασιν — 句子结构分析。该长句以原因从句 `ἐπεὶ δὲ...`(既然……)开始,其中嵌套了一个名词从句(`ὅτι...`)。主句是由无人称形容词组成的 `ἀναγκαῖον` [ἐστί](……是必然的),其真正的宾格不定式主语位于句尾,即 `γίγνεσθαι ἔμφασιν...`(产生显现)。这一不定式短语受到时间从句 `ὅταν ἄρχηται ὕειν...`(当开始下雨时……)和条件从句 `ἐὰν ἐξ ἐναντίας ᾖ...`(如果……在相反方向)的复杂修饰。
  3. 374a3φαίνεται... φοινικοῦν — 动词 `φαίνεται` 在此起系动词作用,意为“显现为”,其主语承接上文的 `τὸ λαμπρὸν`(明亮之物),补语(表语)为 `φοινικοῦν`(深红色的)。中间插入的介词短语 `διὰ τοῦ μέλανος ἢ ἐν τῷ μέλανι`(通过黑暗之物或在黑暗之物中)作为状语修饰动词,说明显现的条件。

引用这一段

亚里士多德, 气象学 §3.4#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:3.4%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。