Humanitext Reader

亚里士多德 · 气象学 §3.1#2

旋风热暴风与落雷的分类及其性质

第 43 段,共 68 段 · 希腊语

内容简介

解释了旋风、热暴风及各种落雷的产生机制与物理性质的差异,并通过神殿火灾等具体事例,论证了它们都是源于风的同一种现象。

§3.1#2γίγνεται μὲν οὖν τυφῶν, ὅταν ἐκνεφίας γιγνόμενος μὴ δύνηται ἐκκριθῆναι τοῦ νέφους· ἔστι δὲ διὰ τὴν ἀντίκρουσιν τῆς δίνης, ὅταν ἐπὶ γῆν φέρηται ἡ ἕλιξ συγκατάγουσα τὸ νέφος, οὐ δυναμένη ἀπολυθῆναι.
因此,当积云风在形成时无法从云中排出,就会产生旋风;这是由于涡流的反抗,即当螺旋状涡流拉扯着云运向地面,且无法从中脱离时发生的。
ᾗ δὲ κατʼ εὐθυωρίαν ἐκπνεῖ, ταύτῃ τῷ πνεύματι κινεῖ, καὶ τῇ κύκλῳ κινήσει στρέφει καὶ ἀναφέρει ἂν προσπέσῃ βιαζόμενον.
它在直向吹出的方向上,通过其风力移动物体,并以圆周运动使物体旋转,如果以暴力撞击,则会将其带起。
ὅταν δὲ κατασπώμενον ἐκπυρωθῇ (τοῦτο δʼ ἐστὶν ἐὰν λεπτότερον τὸ πνεῦμα γένηται), καλεῖται πρηστήρ· συνεκπίμπρησι γὰρ τὸν ἀέρα τῇ πυρώσει χρωματίζων.
但是,当它在被拉扯向下时发火(如果风变得更为稀薄,就会发生这种情况),它就被称为热暴风;因为通过发火使其带上颜色,从而将周围的空气一同燃烧。
ἐὰν δʼ ἐν αὐτῷ τῷ νέφει πολὺ καὶ λεπτὸν ἐκθλιφθῇ πνεῦμα, τοῦτο γίγνεται κεραυνός, ἑὰν μὲν πάνυ λεπτόν, οὐκ ἐπικάων διὰ λεπτότητα, ὃν οἱ ποιηταὶ ἀργῆτα καλοῦσιν, ἐὰν δʼ ἦττον, ἐπικάων, ὃν ψολόεντα καλοῦσιν·
但如果大量的且稀薄的风在云自身内部被挤出,这就会变成落雷。 如果它极其稀薄,则由于稀薄而不会烧焦,诗人称其为“白炽雷”;如果没那么稀薄,就会烧焦,他们称其为“黑烟雷”。
ὁ μὲν γὰρ διὰ τὴν λεπτότητα φέρεται, διὰ δὲ τὸ τάχος φθάνει διιὼν πρὶν ἢ ἐκπυρῶσαι καὶ ἐπιδιατρίψας μελᾶνοι· ὁ δὲ βραδύτερος ἔχρωσε μέν, ἔκαυσε δʼ οὔ, ἀλλʼ ἔφθασε.
因为前者由于稀薄而被快速运送,且由于其速度,在它发火并停留而使其变黑之前,就已经穿透过去了;而较慢的后者虽然使其染色,但没有烧毁,却也穿透过去了。
διὸ καὶ τὰ μὲν ἀντιτυπήσαντα πάσχει τι, τὰ δὲ μὴ οὐδέν, οἶον ἀσπίδος ἤδη τὸ μὲν χάλκωμα ἐτάκη, τὸ δὲ ξύλον οὐδὲν ἔπαθεν· διὰ γὰρ μανότητα ἔφθασε τὸ πνεῦμα διηθηθὲν καὶ διελθόν· καὶ διʼ ἱματίων ὁμοίως οὐ κατέκαυσεν, ἀλλʼ οἷον τρῦχος ἐποίησεν·
因此,抵挡它的东西会受到某种损害,而不抵挡的东西则毫无影响;例如,盾牌的青铜部分已被熔化,而木质部分却没有受到损害;因为由于多孔性,风得以滤过并穿透过去;同样地,对于衣服,它也没有将其烧毁,而是使其变成了烂布。
ὥστε ὅτι γε πνεῦμα ταῦτα πάντα, δῆλον καὶ ἐκ τῶν τοιούτων.
因此,从这些事实中也可以明显看出,所有这些都是风。
ἔστι δʼ ἐνίοτε καὶ τοῖς ὄμμασιν θεωρεῖν, οἷον καὶ νῦν ἐθεωροῦμεν περὶ τὸν ἐν Ἐφέσῳ ναὸν καόμενον· πολλαχῇ γὰρ ἡ φλὸξ ἐφέρετο συνεχής, ἀποσπωμένη χωρίς.
有时我们也可以用肉眼来观察,正如我们最近关于以弗所神殿被烧毁时所看到的:因为在许多地方,火焰连续地移动着,并被单独剥离出来。
ὅτι μὲν γὰρ ὅ τε καπνὸς πνεῦμα καὶ κάεται ὁ καπνός, φανερόν, καὶ εἴρηται ἐν ἑτέροις πρότερον· ὅταν δʼ ἀθρόον χωρῇ, τότε φανερῶς δοκεῖ πνεῦμα εἶναι.
因为烟是风,且烟会燃烧,这是显而易见的,并且以前在其他著作中也已经提到过;但当它成群地移动时,那时它显然显现为风。
ὅπερ οὖν ἐν ταῖς μικραῖς πυρκαϊαῖς φαίνεται, τοῦτο καὶ τότε πολλῆς ὕλης καομένης ἐγίγνετο πολλῷ ἰσχυρότερον.
因此,在小火中显现的现象,那时由于大量质料燃烧,在更大得多的规模上强力地发生了。
ῥηγνυμένων οὖν τῶν ξύλων, ὅθεν ἡ ἀρχὴ τοῦ πνεύματος ἦν, πολὺ ἐχώρει ἀθρόον, ᾗ ἐξέπνει, καὶ ἐφέρετο ἄνω πεπυρωμένον.
因此,当木材裂开时,风的源头所在的地方,大量风从喷出处成群地移动,并在发火的状态下向上运送。
ὥστʼ ἐφαίνετο ἡ φλὸξ φέρεσθαι καὶ εἰσπίπτειν εἰς τὰς σἰκίας.
以至于火焰看起来像是被运送并落入房屋中。
ἀεὶ γὰρ οἴεσθαι δεῖ ἐπακολουθεῖν τοῖς κεριυνοῖς πνεῦμα καὶ προϊέναι· ἀλλʼ οὐχ ὁρᾶται, διὰ τὸ ἀχρωμάτιστον εἶναι.
因为我们应该认为,风总是伴随着落雷并先行;但由于其无色,所以看不见。
διὸ καὶ μέλλει πατάξειν, κινεῖται πρὶν πληγῆναι, ἅτε πρότερον προσπιπτούσης τῆς ἀρχῆς τοῦ πνεύματος.
因此,在即将撞击时,物体在被击中之前就会移动,因为风的先端先行撞击了。
καὶ αἱ βρονταὶ δὲ διιστᾶσιν οὐ τῷ ψόφῳ, ἀλλʼ ὅτι ἄμμα συνεκκρίνεται τὸ τὴν πληγὴν ποιῆσαν καὶ τὸν ψόφον πνεῦμα· ὃ ἐὰν πατάξῃ, διέστησεν, ἐπέκαυσε δʼ οὔ.
雷鸣能震裂物体,也不是通过声音,而是因为产生撞击和声音的风同时被排出了;如果它撞击,它会震裂物体,但不会烧毁。
περὶ μὲν οὖν βροντῆς καὶ ἀστραπῆς καὶ ἐκνεφίου, ἔτι δὲ πρηστήρων τε καὶ τυφώνων καὶ κεραυνῶν, εἴρηται, καὶ ὅτι ταὐτὸ πάντα, καὶ τίς ἡ διαφορὰ πάντων αὐτῶν.
因此,关于雷鸣、闪电和积云风,以及热暴风、旋风和落雷,都已经讨论过了,即所有这些都是同一种东西,以及它们所有这些之间的区别是什么。

词汇与语法注释

  1. 10ἔστι δὲ διὰ τὴν ἀντίκρουσιν τῆς δίνης — 动词 ἔστι 的主语是前句中的名词 τυφῶν。阴性单数现在分词 συγκατάγουσα 和 οὐ δυναμένη 并非修饰主语,而是与时间从句的主语阴性名词 ἡ ἕλιξ(螺旋/涡流)保持一致。
  2. 15ἂν προσπέσῃ βιαζόμενον — ἂν προσπέσῃ 是条件从句(ἐάν + 虚拟语气)。中性单数分词 βιαζόμενον 以副词性的方式使用,指代主句中潜在的主语或风的作用(πνεῦμα),表示“如果以暴力/强力撞击”的语感。
  3. 20πρὶν ἢ ἐκπυρῶσαι καὶ ἐπιδιατρίψας μελᾶναι — 由连词 πρὶν ἢ 引导的不定式从句。此处 ἐκπυρῶσαι(发火)与 μελᾶναι(变黑)两个不定式由 καί 并列,分词 ἐπιδιατρίψας(停留/费时)修饰后一个不定式。
  4. 25ἔφθασε τὸ πνεῦμα διηθηθὲν καὶ διελθόν — 表示先行或先一步的动词 φθάνω 搭配分词(διηθηθὲν καὶ διελθόν),构成了“风在(受到阻碍/造成损害)之前,便已滤过并穿透过去”的句式。
  5. p.97τὸ τὴν πληγὴν ποιῆσαν καὶ τὸν ψόφον πνεῦμα — 修饰名词 πνεῦμα 的定语冠词结构。分词短语 τὴν πληγὴν ποιῆσαν καὶ τὸν ψόφον(产生撞击和声音的)被嵌套在冠词 τὸ 及其名词 πνεῦμα 之间。

引用这一段

亚里士多德, 气象学 §3.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:3.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。