Humanitext Reader

亚里士多德 · 气象学 §2.8#3

地震的前兆现象与余震及地中声响

第 38 段,共 68 段 · 希腊语

内容简介

解释了由于风退入地下,在地震前产生无风、寒冷及细直云彩的原因,并结合风的运动分析了月食期间的地震、余震以及地下响声的机制。

§2.8#3τὴν μὲν γὰρ νηνεμίαν ἀναγκαῖον ὡς ἐπὶ τὸ πολὺ συμβαίνειν, καθάπερ εἴρηται καὶ πρότερον, οἷον μεταρροίας εἴσω γιγνομένης τοῦ πνεύματος, καὶ μᾶλλον πρὸ τῶν μειζόνων σεισμῶν·
因为正如前面已经说过的那样,由于风向内发生逆流,大体上必然会产生无风状态,尤其是在较大的地震发生之前。
μὴ διασπώμενον γὰρ τὸ μὲν ἔξω τὸ δ᾿ ἐντός, ἀλλ᾿ ἀθρόως φερόμενον ἀναγκαῖον ἰσχύειν μᾶλλον.
因为如果风不被分散 ——一部分在外面,一部分在里面——而是集中流动,那么它必然具有更强大的力量。
τὸ δὲ ψῦχος συμβαίνει διὰ τὸ τὴν ἀναθυμίασιν εἴσω τρέπεσθαι, φύσει θερμὴν οὖσαν καθ᾿ αὑτήν.
而寒冷之所以发生,是因为本身性质温热的蒸发气转向了内部。
οὐ δοκοῦσι δ᾿ οἱ ἄνεμοι εἶναι θερμοὶ διὰ τὸ κινεῖν τὸν ἀέρα πλήρη πολλῆς ὄντα καὶ ψυχρᾶς ἀτμίδος, ὥσπερ τὸ πνεῦμα τὸ διὰ τοῦ στόματος φυσώμενον·
风之所以看起来不温热,是因为它推动了充满大量寒冷水汽的空气,就像从口中吹出的气一样。
καὶ γὰρ τοῦτο ἐγγύθεν μέν ἐστι θερμόν, ὥσπερ καὶ ὅταν ἀάζωμεν, ἀλλὰ δι᾿ ὀλιγότητα οὐχ ὁμοίως ἐπίδηλον, πόρρωθεν δὲ ψυχρὸν διὰ τὴν αὐτὴν αἰτίαν τοῖς ἀνέμοις.
因为这种呼吸在近处也是温热的,就像我们张口哈气时一样,但由于量少而不那么明显,而在远处则由于与风相同的原因而变冷。
ἐκλειπούσης οὖν εἰς τὴν γῆν τῆς τοιαύτης δυνάμεως, συνιοῦσα δι᾿ ὑγρότητα ἡ ἀτμιδώδης ἀπόρροια ποιεῖ τὸ ψῦχος, ἐν οἷς συμβαίνει τόποις γίγνεσθαι τοῦτο τὸ πάθος.
因此,当这种力量退入大地时,凝结于湿气之中的水汽释放便产生了寒冷,这发生在那些该现象产生的地方。
τὸ δ᾿ αὐτὸ αἴτιον καὶ τοῦ εἰωθότος ἐνίοτε γίγνεσθαι σημείου πρὸ τῶν σεισμῶν·
而这同样的原因,也是地震前有时习惯出现的征兆的原因。
ἢ γὰρ μεθ᾿ ἡμέραν ἢ μικρὸν μετὰ δυσμάς, αἰθρίας οὔσης, νεφέλιον λεπτὸν φαίνεται διατεῖνον καὶ μακρόν, οἷον γραμμῆς μῆκος εὐθύτητι διηκριβωμένον, τοῦ πνεύματος ἀπομαραινομένου διὰ τὴν μετάστασιν.
因为无论是在白昼还是在日落后不久,在晴天里,会出现一条细长的云延伸开来,就像是用直尺精准画出的一条直线,这是由于风因移动而衰退消失的缘故。
τὸ δ᾿ ὅμοιον συμβαίνει καὶ ἐν τῇ θαλάττῃ περὶ τοὺς αἰγιαλούς·
类似的事情也发生在海边的沙滩上。
ὅταν μὲν γὰρ κυμαίνουσα ἐκβάλλῃ, σφόδρα παχεῖαι καὶ σκολιαὶ γίγνονται αἱ ῥηγμῖνες, ὅταν δὲ γαλήνη ᾖ, διὰ τὸ μικρὰν ποιεῖσθαι τὴν ἔκκρισιν λεπταί εἰσι καὶ εὐθεῖαι.
因为当海面波涛汹涌地冲向岸边时,浪花痕迹会变得非常粗且弯曲;但当海面平静时,由于排出的水流很少,它们便是细而直的。
ὅπερ οὖν ἡ θάλαττα ποιεῖ περὶ τὴν γῆν, τοῦτο τὸ πνεῦμα περὶ τὴν ἐν τῷ ἀέρι ἀχλύν, ὥσθ᾿ ὅταν γένηται νηνεμία, πάμπαν εὐθεῖαν καὶ λεπτὴν καταλείπεσθαι ὥσπερ ῥηγμῖνα οὖσαν ἀέρος τὴν νεφέλην.
因而,正如大海对陆地所做的那样,风对空气中的雾气也做了同样的事,以至于当无风时,那朵云便留下了完全笔直而纤细的一条,仿佛是空气的波痕一般。
διὰ ταῦτα δὲ καὶ περὶ τὰς ἐκλείψεις ἐνίοτε τῆς σελήνης συμβαίνει γίγνεσθαι σεισμόν·
由于这些原因,有时在月食期间也会发生地震。
ὅταν γὰρ ἤδη πλησίον ᾖ ἡ ἀντίφραξις, καὶ μήπω μὲν ᾖ πάμπαν ἀπολελοιπὸς τὸ φῶς καὶ τὸ ἀπὸ τοῦ ἡλίου θερμὸν ἐκ τοῦ ἀέρος, ἤδη δ᾿ ἀπομαραινόμενον, νηνεμία γίγνεται ἀντιμεθισταμένου τοῦ πνεύματος εἰς τὴν γῆν, ὃ ποιεῖ τὸν σεισμὸν πρὸ τῶν ἐκλείψεων.
因为当遮挡已经临近,而太阳的光和热虽然尚未完全从空气中消失,但已经开始衰退时,由于风退入大地而产生无风状态,这便在月食前引起了地震。
γίγνονται γὰρ καὶ ἄνεμοι πρὸ τῶν ἐκλείψεων πολλάκις, ἀκρόνυχον μὲν πρὸ τῶν μεσονυκτίων ἐκλείψεων, μεσονύκτιον δὲ πρὸ τῶν ἑῴων.
因为在月食发生前也经常会有风吹起:在午夜的月食前是在黄昏,而在黎明的月食前则是在午夜。
συμβαίνει δὲ τοῦτο διὰ τὸ ἀμαυροῦσθαι τὸ θερμὸν τὸ ἀπὸ τῆς σελήνης, ὅταν πλησίον ἤδη γίγνηται ἡ φορὰ ἐν ᾧ γενομένων ἔσται ἡ ἕκλειψις.
而这之所以发生,是因为来自月亮的热量变得暗淡,这是当月亮的运行已经接近那个一旦到达便会产生月食的位置之时。
ἀνιεμένου οὖν ᾧ κατείχετο ὁ ἀὴρ καὶ ἠρέμει, πάλιν κινεῖται καὶ γίγνεται πνεῦμα τῆς ὀψιαίτερον ἐκλείψεως ὀψιαίτερον.
因此,随着那原本制约空气并使之平静的力量减弱,空气再次运动,并产生风:月食越晚,风起得也越晚。
ὅταν δʼ ἰσχυρὸς γένηται σεισμός, οὐκ εὐθὺς οὐδʼ εἰσάπαξ παύεται σείσας, ἀλλὰ τὸ πρῶτον μὲν μέχρι περὶ τετταράκοντα πρόεισι πολλάκις ἡμέρας, ὕστερον δὲ καὶ ἐφʼ ἓν καὶ ἐπὶ δύο ἔτη ἐπισημαίνει κατὰ τοὺς αὐτοὺς τόπους.
当强烈的地震发生时,震动并不会立刻或一次性停止,而是起初往往会持续到四十天左右,此后甚至在一到两年内,在相同的地方仍会有其余震显现。
αἴτιον δὲ τοῦ μὲν μεγέθους τὸ πλῆθος τοῦ πνεύματος καὶ τῶν τόπων τὰ σχήματα διʼ οἴων ἂν ῥυῇ·
而震级巨大的原因,在于风的数量以及风所流经之处的地形特征。
ᾗ γὰρ ἂν ἀντιτυπήσῃ καὶ μὴ ῥᾳδίως διέλθῃ, μάλιστά τε σείει καὶ ἐγκαταλείπεσθαι ἀναγκαῖον ἐν ταῖς δυσχωρίαις, οἶον ὕδωρ ἐν σκεύει οὐ δυνάμενον διεξελθεῖν.
因为在它受到阻挡、无法轻易通过的地方,它震动得最厉害,并且必然会被残留在险阻的地势中,就像容器中的水无法流出一样。
διὸ καθάπερ ἐν σώματι οἱ σφυγμοὶ οὐκ ἐξαίφνης παύονται οὐδὲ ταχέως, ἀλλʼ ἐκ προσαγωγῆς ἅμμα καταμαραινομένου τοῦ πάθους, καὶ ἡ ἀρχὴ ἀφʼ ἧς ἡ ἀναθυμίασις ἐγένετο καὶ ἡ ὁρμὴ τοῦ πνεύματος δῆλον ὅτι οὐκ εὐθὺς ἅπασαν ἀνήλωσεν τὴν ὕλην, ἐξ ἧς ἐποίησε τὸν ἄνεμον, ὃν καλοῦμεν σεισμόν.
因此,正如在身体中,脉搏并不会突然或迅速停止,而是随着症状的消退而逐渐平息一样,那产生蒸发气的源头以及风的冲力,显然也没有立刻耗尽它们用以制造那被称为地震之风的全部物质。
ἕως ἂν οὖν ἀναλωθῇ τὰ ὑπόλοιπα τούτων, ἀνάγκη σείειν, ἠρεμαιότερον δὲ καὶ μέχρι τούτου ἕως ἂν ἔλαττον ᾖ τὸ ἀναθυμίωμενον ἢ ὥστε δύνασθαι κινεῖν ἐπιδήλως.
因此,在这些物质的残留物被耗尽之前,必然会持续震动,但会越来越轻微,直到蒸发出的物质少到无法产生明显的运动为止。
ποιεῖ δὲ καὶ τοὺς ψόφους τοὺς ὑπὸ τὴν γῆν γιγνομένους τὸ πνεῦμα, καὶ τοὺς πρὸ τῶν σεισμῶν· καὶ ἄνευ δὲ σεισμῶν ἤδη που γεγόνασιν ὑπὸ γῆν·
此外,也是风制造了地下产生的响声,以及地震发生前的响声;而且,在没有地震的情况下,曾经在某些地方的地下也产生过这种响声。
ὥσπερ γὰρ καὶ ῥαπιζόμενος ὁ ἀὴρ παντοδαποὺς ἀφίησι φόφους, οὕτως καὶ τύπτων αὐτός· οὐδὲν γὰρ διαφέρει· τὸ γὰρ τύπτον ἅμα καὶ αὐτὸ τύπτεται πᾶν.
因为正如空气在被打撞时会发出各种响声一样,当它自身进行撞击时也是如此;因为这没有任何区别,因为撞击者同时自身整体也受到撞击。

词汇与语法注释

  1. 30μὴ διασπώμενον — 分词 διασπώμενον 具有条件从句的功能(“如果不被分散”),因此使用否定词 μή。其省略的主语是前文中的“风”(τὸ πνεῦμα),后面的对立副词短语 τὸ μὲν ἔξω τὸ δ᾿ ἐντός(一部分在外面,一部分在里面)具体说明了分散的方式。
  2. 5ἐν οἷς συμβαίνει τόποις — 先行词 τόποις 被吸收到由关系代词 οἷς 引导的关系从句中(先行词抱合),这相当于 ἐν τούτοις τοῖς τόποις ἐν οἷς συμβαίνει...(在发生该现象的那些地方)。
  3. 30ἀνιεμένου οὖν ᾧ κατείχετο — ἀνιεμένου 是独立属格(此处作非人称或以情境为主语),意为“当……减弱/释放时”。关系代词 ᾧ(手段与格)的先行词是紧接前文提到的“来自月亮的热量”(τὸ θερμὸν τὸ ἀπὸ τῆς σελήνης),整个关系从句意为“那使空气受到制约并保持平静的力量”。
  4. 368aᾗ γὰρ ἂν ἀντιτυπήσῃ — ᾗ 是关系副词,与表示条件或泛指的虚词 ἄν 及虚拟语气(ἀντιτυπήσῃ, διέλθῃ)结合,表示条件性的空间从句:“凡是它遇到阻碍且无法轻易通过的地方”。

引用这一段

亚里士多德, 气象学 §2.8#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:2.8%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。