§2.11 Περὶ δὲ θαλὰττης, καὶ τίς ἡ φύσις αὐτῆς, καὶ διὰ τίνʼ αἰτίαν ἁλμυρὸν τοσοῦτὸν ἐστιν ὕδατος πλῆθος, ἔτι δὲ περὶ τῆς ἐξ ἀρχῆς γενέσεως λέγωμεν.
1 让我们来讨论海洋:它的本性是什么,为什么如此巨量的水会是咸的,以及它最初的生成。
οἱ μὲν οὖν ἀρχαῖοι καὶ διατρίβοντες περὶ τὰς θεολογίας ποιοῦσιν αὐτῆς πηγάς, ἵνʼ αὐτοῖς ὥσιν ἀρχαὶ καὶ ῥίζαι γῆς καὶ θαλάττης· τραγικῶτερον γὰρ οὕτω καὶ σεμνότερον ὑπέλαβον ἴσως εἶναι τὸ λεγόμενον, ὡς μέγα τι τοῦ παντὸς τοῦτο μόριον ὄν· καὶ τὸν λοιπὸν οὐρανὸν ὅλον πεοὶ τοῦτον συνεστάναι τὸν τόπον καὶ τούτου χάριν ὡς ὄντα τιμμιῶτατον καὶ ἀρχήν.
古代人以及专心于神学的人为海洋确立了源泉,以便让他们拥有大地和海洋的起点与根基;因为他们或许认为,这样说显得更加庄重和严肃,仿佛这是宇宙中一个极大的部分;并且其余的整个天空都是围绕这个地方构成的,也是为了它的缘故而存在的,仿佛它是最尊贵的东西和起点。
οἱ δὲ σοφώτεροι τὴν ἀνθρωπίνην σοφίαν ποιοῦσιν αὐτῆς γένεσιν· εἶναι γὰρ τὸ πρῶτον ὑγρὸν ἅπαντα τὸν περὶ τὴν γῆν τόπον, ὑπὸ δὲ τοῦ ἡλίου ξηραινόμενον τὸ μὲν διατμίσαν πνεύματα καὶ τροπὰς ἡλίου καὶ σελήνης φασὶ ποιεῖν, τὸ δὲ λειφθὲν θάλατταν εἶναι· διὸ καὶ ἐλάττω γίγνεσθαι ξηραινομένην οἴονται, καὶ τέλος ἔσεσθαὶ ποτε πᾶσαν ξηράν.
但在人类智慧方面更聪明的人则对它的生成作了说明:他们说起初大地周围的整个区域都是潮湿的,但被太阳晒干后,蒸发的部分产生了风以及太阳和月亮的运行,而留下的部分就是海洋;因此他们认为,海洋因变干而正在缩小,最终有一天会完全干涸。
ἔνιοι δʼ αὐτῶν θερμαινομένης φασὶν ὑπὸ τοῦ ἡλίου τῆς γῆς οἶον ἱδρῶτα γίγνεσθαι· διὸ καὶ ἁλμυρὰν εἶναι· καὶ γὰρ ὁ ἱδρὼς ἁλμυρός.
他们中的一些人说,当大地被太阳加热时,产生了一种类似汗水的东西,这就是它之所以咸的原因;因为汗水也是咸的。
οἱ δὲ τῆς ἀλμιυρδτητος αἰτίαν τὴν γῆν εἶναὶ φασιν· καθάπερ γὰρ τὸ διὰ τῆς τέφρας ἠθούμενον ἀλμμυρὸν γίγνεται, τὸν αὐτὸν τρόπον καὶ ταύτην ἁλμυρὰν εἶναι μειχθείσης αὐτῇ τοιαύτης γῆς.
另一些人则说大地是其咸涩的原因;因为正如通过灰烬过滤的水会变咸一样,同样地,海洋也是因为混入了这样的泥土而变咸的。
ὅτι μὲν οὖν πηγὰς τῆς θαλάττης ἀδύνατον εἶναι, διὰ τῶν ὑπαρχόντων ἤδη θεωρεῖν δεῖ.
那么,海洋不可能有源泉,这一点我们必须从已经确立的事实中来观察。
τῶν γὰρ περὶ τὴν γῆν ὑδάτων τὰ μὲν ῥυτὰ τυγχάνει ὄντα τὰ δὲ στάσιμα.
因为在地球周围的水中,有些是流动的,有些是静止的。
τὰ μὲν οὖν ῥυτὰ πάντα πηγαῖα· περὶ δὲ τῶν πηγῶν εἰρήκαμεν πρότερον ὅτι δεῖ νοεῖν οὐχ ὥσπερ ἐξ ἀγγείου ταμιευόμενον τὴν ἀρχὴν εἶναι πηγήν, ἀλλʼ εἰς ἓν ἀεὶ γιγνόμενον καὶ συρρέον ἀπαντᾶν πρώτην.
流动的水全都来自源泉;关于源泉,我们之前已经说过,我们不应该把源泉这一起点理解为好像是从容器中储备并流出的东西,而应该理解为水不断产生并汇流到一处的最初交汇点。
τῶν δὲ στασίμων τὰ μὲν συλλογιμμαῖα καὶ ὑποστάσεις, οἶον τὰ τελματιαῖα καὶ ὅσα λιμνώδη, πλήθει καὶ ὀλιγότητι διαφέροντα, τὰ δὲ πηγαῖα.
在静止的水中,有些是汇集和淤积而成的,例如沼泽水和所有湖泊水,它们在数量的多寡上有所不同,而另一些则是来自源泉的。
ταῦτα δὲ πάντα χειρόκμητα, λέγω δʼ οἷον τὰ φρεατιαῖα καλούμενα· πάντων γὰρ ἀνωτέρω δεῖ τὴν πηγὴν εἶναι τῆς ῥύσεως.
而这些全都是人工造成的,我指的是例如所谓的井水;因为在所有情况下,源泉都必须高于流动。
διὸ τὰ μὲν αὐτόματα δεῖ τὰ κρηναῖα καὶ ποτάμια, ταῦτα δὲ τέοὅτως χνης προσδεῖται τῆς ἐργασομένης.
因此,泉水和河水必须是自然形成的,而这些则需要技术来加以建造。
αἱ μὲν οὖν διαφοραὶ τοσαῦται καὶ τοιαῦται τῶν ὑδάτων εἰσίν· τούτων δʼ οὕτω διωρισμένων ἁδύνατον πηγὰς εἶναι τῆς θαλάττης·
那么,水的区别就是这么多,并且是这样的;在这些被如此界定之后,海洋就不可能有源泉。
ἐν οὐδετέρῳ γὰρ τούτων οἶον τʼ εἶναι τῶν γενῶν αὐτήν· οὔτε γὰρ ἀπόρρυτός ἐστιν οὔτε χειροποίητος, τὰ δὲ πηγαῖα πάντα τούτων θάτερον πέπονθεν·
因为海洋不可能属于这两类中的任何一类;它既非流出,也非人工,而所有源于源泉的水都具有这两者之一的属性。
αὐτόματον δὲ στάσιμον τοσοῦτον πλῆθος οὐδὲν ὁρῶμεν πηγαῖον γιγνόμενον.
而且,我们没有看到任何自然形成的、如此巨大的、源于源泉的静水。
ἔτι δʼ ἐπεὶ πλείους εἰσὶ θάλατται πρὸς ἀλλήλας οὐ συμμμμειγνύουσαι κατʼ οὐδένα τόπον, ὧν ἡ μὲν ἐρυθρὰ φαίνεται κατὰ μικρὸν κοινωνοῦσα πρὸς τὴν ἔξω στηλῶν θάλατταν, ἡ δʼ Ὑρκανία καὶ Κασπία κεχωρισμέναι τε ταύτης καὶ περιοικοῦμμεναι κύκλῳ, ὥστʼ οὐκ ἂν ἐλάνθανον αἱ πηγαί, εἰ κατά τινα τόπον αὐτῶν ἠσαν.
此外,存在着好几个在任何地方都不相混合的海洋——其中红海似乎与柱外之海有微小的沟通,而赫尔卡尼亚海和里海则与这片海隔绝,并且四周被陆地环绕,因此,如果它们的某个地方有源泉,是不会不被发现的。
ῥέουσα δʼ ἡ θάλαττα φαίνεται κατά τε τὰς στενότητας, εἴ που διὰ τὴν περιέχουσαν γῆν εἰς μικρὸν ἐκ μεγάλου συνάγεται πελάγους, διὰ τὸ ταλαντεύεσθαι δεῦρο κἀκεῖσε πολλάκις.
另一方面,海洋看起来在海峡处流动,如果由于周围陆地的原因,它从一片广阔的大海收缩到一个狭小的空间,这是因为它经常在两边来回摇摆。
τοῦτο δʼ ἐν μὲν πολλῷ πλήθει θαλάττης ἄδηλον· ᾗ δὲ διὰ τὴν στενότητα τῆς γῆς ὀλίγον ἐπέχει τόπον, ἀναγκαῖον τὴν ἐν τῷ πελάγει μικρὰν ταλάντωσιν ἐκεῖ φαίνεσθαι μεγάλην.
这种运动在海水量极大的地方是不明显的;但由于陆地的狭窄而占据较小空间的地方,开阔海域中的微小摇摆在那里必然显得很大。
ἡ δʼ ἐντὸς Ἡρακλείων στηλῶν ἄποσα κατὰ τὴν τῆς γῆς κοιλότητα ῥεῖ, καὶ τῶν ποταμῶν τὸ πλῆθος· ἡ μὲν γὰρ Μαιῶτις εἰς τὸν ὸντον ῥεῖ, οὗτος δʼ εἰς τὸν Aἰγαῖον.
赫拉克勒斯之柱内侧的整个海洋都顺着大地的凹陷流动,并且由于河流的众多而流动;因为迈奥蒂斯湖流入蓬托斯海,而后者又流入爱琴海。
τὰ δʼ ἤδη τούτων ἔξω πελάγη ᾖττον ποιεῖ τοῦτʼ ἐπιδήλως.
但这些之外的海域,这种流动的表现就不那么明显了。
ἐκείνοις δὲ διά τε τὸ τῶν ποταμῶν πλῆθος συμβαίνει τοῦτο (πλείους γὰρ εἰς τὸν Eὔξεινον ῥέουσιν ποταμοὶ καὶ τὴν Μαιῶτιν ἢ τὴν πολλαπλασίαν χώραν αὐτῆς) καὶ διὰ τὴν βραχύτητα τοῦ βάθους· ἀεὶ γὰρ ἔτι βαθυτέρα φαίνεται οὖσα ἡ θάλαττα, καὶ τῆς μὲν Μαιώτιδος ὁ Πόντος, τούτου δʼ ὁ Αἰγαῖος, τοῦ δʼ Αἰγαίου ὁ Σικελικός· ὁ δὲ Σαρδονικὸς καὶ Τυρρηνικὸς βαθύτατοι πάντων.
在那些海域中,这种情况的发生既是由于河流众多(因为流入厄克斯海和迈奥蒂斯湖的河流,比流入面积是其许多倍的陆地的河流还要多),也是由于它们水深较浅;因为随着前行,海洋似乎总是变得更深,蓬托斯海比迈奥蒂斯湖深,爱琴海比蓬托斯海深,西西里海比爱琴海深;而撒丁海和第勒尼安海是所有海洋中最深的。
τὰ δʼ ἔξω στηλῶν βραχέα μὲν διὰ τὸν πηλόν, ἄπνοα δʼ ἐστὶν ὡς ἐν κοίλῳ τῆς θαλάττης οὔσης.
而柱外的大洋则由于泥沙而变浅,并且无风,仿佛海洋处于凹陷之中。
ὥσπερ οὖν καὶ κατὰ μέρος ἐκ τῶν ὑψηλῶν οἱ ποταμοὶ φαίνονται ῥέοντες, οὕτω καὶ τῆς ὅλης γῆς ἐκ τῶν ὑψηλοτέρων τῶν πρὸς ἄρκτον τὸ ῥεῦμα γίγνεται τὸ πλεῖστον· ὥστε τὰ μὲν διὰ τὴν ἔκχυσιν οὐ βαθέα, τὰ δʼ ἕξω πελάγη βαθέα μᾶλλον.
因此,正如在局部上,河流被看到从高处流出一样,在整个地球上,流动的大部分也来自于偏北的较高区域;以至于有些海域由于泥沙淤积而不深,而外海则更为深邃。
περὶ δὲ τοῦ τὰ πρὸς ἄρκτον εἶναι τῆς γῆς ὑψηλὰ σημεῖόν τι καὶ τὸ πολλοὺς πεισθῆναι τῶν ἀρχαίων μετεωρολόγων τὸν ἥλιον μὴ φέρεσθαι ὑπὸ γῆν ἀλλὰ περὶ τὴν γῆν καὶ τὸν τόπον τοῦτον, ἀφανίζεσθαι δὲ καὶ ποιεῖν νύκτα διὰ τὸ ὑψηλὴν εἶναι πρὸς ἄρκτον τὴν γῆν.
关于地球偏北的部分较高,一个证据是,许多古代气象学者相信太阳并不运行到地底下,而是围绕地球和这一区域运行,并且由于北边的大地较高,太阳便隐去从而产生黑夜。
ὅτι μὲν οὖν οὔτε πηγὰς οἷόν τʼ εἶναι τῆς θαλάττης, καὶ διὰ τίνʼ αἰτίαν οὕτως φαίνεται ῥέουσα, τοιαῦτα καὶ τοσαῦθʼ ἡμῖν εἰρήσθω.
那么,关于海洋不可能有源泉,以及由于什么原因它看起来是以这种方式流动的,我们就说明这么多。