§1.1010 ἐκ δὲ τοῦ καθʼ ἡμέραν ἀτμίζοντος ὅσον ἂν μὴ μετεωρισθῇ διʼ ὀλιγότητα τοῦ ἀνάγοντος αὐτὸ πυρὸς πρὸς τὸ ἀναγόμενον ὕδωρ, πάλιν καταφερόμενον ὅταν ψυχθῇ νύκτωρ, καλεῖται δρόσος καὶ πάχνη, πάχνη μὲν ὅταν ἡ ἀτμὶς παγῇ πρὶν εἰς ὕδωρ συγκριθῆναι πάλιν (γίγνεται δὲ χειμῶνος, καὶ μᾶλλον ἐν τοῖς χειμερινοῖς τόποις), δρόσος δʼ ὅταν συγκριθῇ εἰς ὕδωρ ἡ ἀτμίς, καὶ μήθʼ οὕτως ἔχ ἡ ἀλέα ὥστε ξηρᾶναι τὸ ἀναχθέν, μήθʼ οὕτω ψῦχος ὥστε παγῆναι τὴν ἀτμίδα αὐτὴν διὰ τὸ ἢ τὸν τόπον ἀλεεινότερον ἢ τὴν ὥραν εἶναι·
10 至于在白天蒸发的水汽中,凡是因为使之上升的火量相对于被上升的水量而言过少而未能升到高处的,在夜间冷却而再次降下时,就被称为露和霜。 当蒸气在再次凝聚为水之前就冻结时,这就是霜(它产生于冬季,且多产生于冬季寒冷的地区);而当蒸气凝聚为水,且温暖程度既不足以使上升的水汽干燥,寒冷程度也不足以使蒸气本身冻结时(这是由于该地区或该季节较为温暖),这就是露。
γίγνεται γὰρ μᾶλλον ἡ δρόσος ἐν εὐδίᾳ καὶ ἐν τοῖς εὐδιεινοτέροις τόποις, ἡ δὲ πάχνη, καθάπερ εἴρηται, τοὐναντίον·
因为露更多产生于晴朗的天气和较为温和的地区,而霜则相反,正如已经说过的。
δῆλον γὰρ ὡς ἡ ἀτμὶς θερμότερον ὕδατος (ἔχει γὰρ τὸ ἀνάγον ἔτι πῦρ), ὥστε πλείονος ψυχρότητος αὐτὴν πῆξαι.
因为显然蒸气比水更温暖(因为它还含有使之上升的火),因此需要更强的寒冷才能使其冻结。
γίγνεται δʼ ἄμφω αἰθρίας τε καὶ νηνεμίας· οὔτε γὰρ ἀναχθήσεται μὴ οὔσης αἰθρίας, οὔτε συστῆναι δύναιτʼ ἂν ἀνέμου πνέοντος.
两者都产生于晴朗且无风的天气;因为如果没有晴天,水汽就不会上升,而如果刮风,水汽就无法凝聚。
σημεῖον δʼ ὅτι γίγνεται ταῦτα διὰ τὸ μὴ πόρρω μετεωρίζεσθαι τὴν ἀτμίδα· ἐν γὰρ τοῖς ὄρεσιν οὐ γίγνεται πάχνη.
而这些现象产生于蒸气未升至高处的证据是:在山上并不产生霜。
αἰτία δὲ μία μὲν αὕτη, ὅτι ἀνάγεται ἐκ τῶν κοίλων καὶ ἐφύδρων τόπων, ὥστε καθάπερ φορτίον φέρουσα πλέον ἡ ἀνάγουσα θερμότης ἢ καθʼ ἑαυτὴν οὐ δύναται μετεωρίζειν ἐπὶ πολὺν τόπον αὐτὸ τοῦ ὕψους, ἀλλʼ ἐγγὺς ἀφησι πάλιν·
其原因之一是:水汽是从凹陷且多水的地区上升的,因此,使之上升的热量仿佛承受着超出其自身能力的重载,无法将其提升到很高的高度,而是很快又将其释放。
ἑτέρα δʼ ὅτι καὶ ῥεῖ μάλιστα ὁ ἀὴρ ῥέων ἐν τοῖς ὑψηλοῖς, ὃς διαλύει τὴν σύστασιν τὴν τοιαύτην.
另一个原因则是:在高处流动的水汽,其空气流动最为剧烈,这会吹散这种凝聚物。
γίγνεται δʼ ἡ δρόσος πανταχοῦ νοτίοις, οὐ βορείοις, πλὴν ἐν τῷ Πόντῳ.
除了在蓬托斯之外,露在各地都产生于南风之时,而非北风之时。
ἐκεῖ δὲ τοὐναντίον· βορείοις μὲν γὰρ γίγνεται, νοτίοις δʼ οὐ γίγνεται.
但在那里则相反:它产生于北风之时,而产生于南风之时则不产生。
αἴτιον δʼ ὁμοίως ὥσπερ ὅτι εὐδίας μὲν γίγνεται, χειμῶνος δʼ οὔ· ὁ μὲν γὰρ νότος εὐδίαν ποιεῖ, ὁ δὲ βορέας χειμῶνα· ψυχρὸς γάρ, ὥστʼ ἐκ τοῦ χειμῶνος τῆς ἀναθυμιάσεως σβέννυσι τὴν θερμότητα.
其原因与为什么它产生于晴天而非冬天相似;因为南风带来晴天,而北风带来冬天;因为北风寒冷,所以因冬天的缘故吹熄了呼气中的热量。
ἐν δὲ τῷ Πόντῳ ὁ μὲν νότος οὐχ οὕτως ποιεῖ εὐδίαν ὥστε γίγνεσθαι ἀτμίδα, ὁ δὲ βορέας διὰ τὴν ψυχρότητα ἀντιπεριιστὰς τὸ θερμὸν ἀθροίζει, ὥστε πλέον ἀτμίζει μᾶλλον.
然而在蓬托斯,南风并不能带来足以产生蒸气的晴天,而北风则因其寒冷通过对流抗衡而将热量聚集,从而使蒸发反而更多。
πολλάκις δὲ τοῦτο καὶ ἐν τοῖς ἔξω τόποις ἰδεῖν γιγνόμενον ἔστιν· ἀτμίζει γὰρ τὰ φρέατα βορείοις μᾶλλον ἢ νοτίοις·
而这经常在外部地区也可以看到发生:因为井水在北风时比在南风时蒸发得更多。
ἀλλὰ τὰ μὲν βόρεια σβέννυσιν πρὶν συστῆναί τι πλῆθος, ἐν δὲ τοῖς νοτίοις ἐᾶται ἀθροίζεσθαι ἡ ἀναθυμίασις.
但是,北风在任何数量的水汽凝聚之前就将其吹熄,而在南风时则允许呼气聚集。
αὐτὸ δὲ τὸ ὕδωρ οὐ πήγνυται, καθάπερ ἐν τῷ περὶ τὰ νέφη τόπῳ.
但是水本身并不冻结,这与在云层周围的区域不同。
§1.1111 ἐκεῖθεν γὰρ τρία φοιτᾷ σώματα συνιστάμενα διὰ τὴν ψύξιν, ὕδωρ καὶ χιὼν καὶ χάλαζα.
11 因为从那里降下三种因冷却而凝聚的物体:水、雪和雹。
τούτων δὲ τὰ μὲν δύο ἀνάλογον καὶ διὰ τὰς αὐτὰς αἰτίας γίγνεται τοῖς κάτω, διαφέροντα τῷ μᾶλλον καὶ ἧττον καὶ πλήθει καὶ ὀλιγότητι· χιὼν γὰρ καὶ πάχνη ταὐτόν, καὶ ὑετὸς καὶ δρόσος, ἀλλὰ τὸ μὲν πολὺ τὸ δʼ ὀλίγον.
在这些物体中,有两种与地面的现象相对应,并且是由于相同的原因产生的,其区别仅在于程度的“多与少”以及“大量与微量”:因为雪与霜是相同的,雨与露也是相同的,只是前者多而后者少。
ὁ μὲν γὰρ ὑετὸς ἐκ πολλῆς ἀτμίδος γίγνεται ψυ χομένης· τούτου δʼ αἴτιον ὅ τε τόπος πολὺς καὶ ὁ χρόνος ὥν, ἐν ὁ συλλέγεται καὶ ἐξ οὗ.
因为雨产生于大量蒸气的冷却;其原因在于收集蒸气的区域广阔,且收集的时间长久。
τὸ δʼ ὀλίγον ἡ δρόσος· ἐφήμερος γὰρ ἡ σύστασις καὶ ὁ τόπος μικρός· δηλοῖ τε ἥ τε γένεσις οὖσα ταχεῖα καὶ βραχὺ τὸ πλῆθος.
而露则是少量的;因为它的凝聚只持续一天,且区域狭小;这由其生成迅速且数量微少而得以证明。
ὁμοίως δὲ καὶ πάχνη καὶ χιών· ὅταν γὰρ παγῇ τὸ νέφος, χιών ἐστιν, ὅταν δʼ ἡ ἀτμίς, πάχνη.
霜与雪也同样如此:因为当云冻结时就是雪,而当蒸气冻结时则是霜。
διὸ ἢ ὥρας ἢ χώρας ἐστὶν σημεῖον ψυχρᾶς· οὐ γὰρ ἂν ἐπήγνυτο ἔτι πολλῆς ἐνούσης θερμότητος, εἰ μὴ ἐπεκράτει τὸ ψῦχος· ἐν γὰρ τῷ νέφει ἔτι ἔνεστιν πολὺ θερμὸν τὸ ὑπόλοιπον τοῦ ἐξατμίσαντος ἐκ τῆς γῆς τὸ ὑγρὸν πυρός.
因此,这是寒冷季节或寒冷地区的征兆;因为如果不是寒冷占了上风,在仍含有大量热量的情况下,它是不会冻结的;因为在云中仍含有大量的热,即从地球上蒸发湿气的火的残留。
χάλαζα δʼ ἐκεῖ μὲν γίγνεται, ἐν δὲ τῷ πλησίον τῆς γῆς ἀτμίζοντι τοῦτʼ ἐκλείπει· καθάπερ γὰρ εἴπομεν, ὡς μὲν ἐκεῖ χιών, ἐνταῦθα γίγνεται πάχνη, ὡς δʼ ἐκεῖ ὑετός, ἐνταῦθα δρόσος· ὡς δʼ ἐκεῖ χάλαζα, ἐνταῦθα οὐκ ἀνταποδίδωσι τὸ ὅμοιον.
然而,雹产生于高空,而在地面附近的蒸发区域则缺乏这一现象;因为正如我们所说,在高空为雪的,在这里产生为霜,而在高空为雨的,在这里产生为露;但在高空为雹的,在这里却没有相应的对应物。
τὸ δʼ αἴτιον εἰποῦσι περὶ χαλάζης ἔσται δῆλον.
其原因在讨论雹时将会变得清晰。