Humanitext Reader

亚里士多德 · 气象学 §1.8#1

关于银河本质的先前学说及其批判

第 11 段,共 68 段 · 希腊语

内容简介

本章介绍了关于银河起源与本质的先前学说(包括毕达哥拉斯学派、阿那克萨哥拉与德谟克利特、以及视线反射说),并通过指出它们在物理和天文学上的矛盾进行了批判。

§1.8#18 ὅπως δὲ καὶ διὰ τίνʼ αἰτίαν γίγνεται καὶ τὶ ἐστι τὸ γάλα, λέγωμεν ἢδη.
8 我们现在来讨论天河(银河)是如何产生、因何原因产生以及它是什么。
προδιέλθωμεν δὲ καὶ περὶ τούτου τὰ παρὰ τῶν ἄλλων εἰρημένα πρῶτον.
首先,我们也来回顾一下其他人关于这一主题所发表的观点。
τῶν μὲν οὖν καλουμένων Πυθαγορείων φασί τινες ὁδὸν εἶναι ταύτην οἱ μὲν τῶν ἐκπεσόντων τινὸς ἀστέρων, κατὰ τὴν λεγομένην ἐπὶ Φαέθοντος φθοράν, οἱ δὲ τὸν ἥλιον τοῦτον τὸν κύκλον φέρεσθαί ποτέ φασιν· οἷον οὖν διακεκαῦσθαι τὸν τόπον τοῦτον ἤ τι τοιοῦτον ἄλλο πεπονθέναι πάθος ὑπὸ τῆς φορᾶς αὐτῶν.
在所谓毕达哥拉斯学派中,有人说这是一条轨道,其中一些人说是因所谓的法厄同毁灭,从其轨道上坠落的某些星体的轨道,而另一些人则说太阳曾经在这条圆道上运行;也就是说,这个地方因它们的运行而被烧焦,或者遭受了其他类似的损害。
ἄτοπον δὲ τὸ μὴ συννοεῖν ὅτι εἴπερ τοῦτʼ ἦν τὸ αἴτιον, ἔδει καὶ τὸν τῶν ζῳδίων κύκλον οὕτως ἔχειν, καὶ μᾶλλον ἢ τὸν τοῦ γάλακτος· ἀπαντα γὰρ ἐν αὐτῷ φέρεται τὰ πλανώμενα καὶ οὐχ ὁ ἥλιος μόνος.
但荒谬的是,他们没有认识到,如果这就是原因,那么黄道带的圆道也应该处于这种状态,而且比银河的圆道更应该如此;因为所有的行星都在其中运行,而不单单是太阳。
δῆλος δʼ ἡμῖν ἅπας ὁ κύκλος· αἰεὶ γὰρ αὐτοῦ φανερὸν ἡμικύκλιον τῆς νυκτός.
况且,这整个圆道对我们来说是清晰可见的;因为在夜间,它的半圆总是显现出来的。
ἀλλὰ πεπονθὼς οὐδὲν φαίνεται τοιοῦτον, πλὴν εἴ τι συνάπτει μόριον αὐτοῦ πρὸς τὸν τοῦ γάλακτος κύκλον.
然而,除了它与银河圆道相交接的某些部分外,它似乎没有受到任何此类损害。
οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον φῶς εἶναι τὸ γάλα λέγουσιν ἄστρων τινῶν· τὸν γὰρ ἥλιον ὑπὸ τὴν γῆν φερόμενον οὐχ ὁρᾶν ἕνια τῶν ἄστρων.
而阿那克萨哥拉和德谟克利特的一派则说,银河是某些星体的光;因为当太阳在地球下方运行的时候,它照不到某些星体。
ὅσα μὲν οὖν περιορᾶται ὑπʼ αὐτοῦ, τούτων μὲν οὐ φαίνεσθαι τὸ φῶς (κωλύεσθαι γὰρ ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων)· ὅσοις δʼ ἀντιφράττει ἡ γῇ ὥστε μὴ ὁρᾶσθαι ὑπὸ τοῦ ἡλίου, τὸ τούτων οἰκεῖον φῶς εἶναί φασι τὸ γάλα.
因此,凡是被太阳环照到的星体,它们的光就不会显现(因为被太阳的光线所阻挡);但对于那些被地球遮挡而使太阳照不到的星体,他们说这些星体自身固有的光就是银河。
φανερὸν δʼ ὅτι καὶ τοῦτʼ ἀδύνατον· τὸ μὲν γὰρ γάλα ἀεὶ τὸ αὐτὸ ἐν τοῖς αὐτοῖς ἐστιν ἄστροις (φαίνεται γὰρ μέγιστος ὢν κύκλος), ὑπὸ δὲ τοῦ ἡλίου ἀεὶ ἕτερα τὰ οὐχ ὁρώμενα διὰ τὸ μὴ ἐν ταὐτῷ μένειν τόπῳ.
但显然,这也是不可能的;因为银河在相同的星体中始终是相同的(因为它显现为一个极大的圆),而那些照不到太阳的星体则因太阳不在同一个地方停留而始终在变化。
ἔδει οὖν μεθισταμένου τοῦ ἡλίου μεθίστασθαι καὶ τὸ γάλα· νῦν δὲ οὐ φαίνεται τοῦτο γιγνόμενον.
因此,随着太阳的移动,银河应该也随之移动;但现在看来,这并没有发生。
πρὸς δὲ τούτοις, εἰ καθάπερ δείκνυται νῦν ἐν τοῖς περὶ ἀστρολογίαν θεωρήμασιν, τὸ τοῦ ἡλίου μέγεθος μεῖζόν ἐστιν ἢ τὸ τῆς γύης καὶ τὸ διάστημα πολλαπλασίως μεῖζον τὸ τῶν ἄστρων πρὸς τὴν γῆν ἢ τὸ τοῦ ἡλίου, καθάπερ τὸ τοῦ ἡλίου πρὸς τὴν γῆν ἢ τὸ τῆς σελήνης, οὐκ ἂν πόρρω που τῆς γῆς ὁ κῶνος ὁ ἀπὸ τοῦ ἡλίου συμβάλλοι τὰς ἀκτῖνας, οὐδʼ ἂν ἡ σκιὰ πρὸς τοῖς ἄστροις εἴη τῆς γῆς, ἡ καλουμένη νύξ· ἀλλʼ ἀνάγκη πάντα τὸν ἥλιον τὰ ἄστρα περιορᾶν, καὶ μηδενὶ τὴν γῆν ἀντιφράττειν αὐτῶν.
此外,如果正如现在在天文学定理中所表明的那样,太阳的大小大于地球,且星体到地球的距离比太阳到地球的距离大许多倍(正如太阳到地球的距离比月球到地球的距离大那样),那么太阳所形成的圆锥锥体就不会在离地球很远的地方会合其光线,地球的影子(即所谓的黑夜)也不会达到星体所在的地方;相反,太阳必然会环照到所有的星体,而地球不会遮挡其中的任何一颗。
ἔτι δʼ ἐστὶν τρίτη τις ὑπόληψις περὶ αὐτοῦ· λέγουσιν γάρ τινες ἀνάκλασιν εἶναι τὸ γάλα τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον, ὥσπερ καὶ τὸν ἀστέρα τὸν κομήτην.
此外,关于它还有第三种假说;因为有人说,银河是我们的视线向太阳的反射,就像彗星那样。
ἀδύνατον δὲ καὶ τοῦτο εἰ μὲν γὰρ τό τε ὁρῶν ἠρεμοίη καὶ τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἄπαν, ἐν τῷ αὐτῷ σημείῳ τοῦ ἐνόπτρου τὸ αὐτὸ φαίνοιτʼ ἂν μέρος τῆς ἐμφάσεως· εἰ δὲ κινοῖτο τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἐν τῷ αὐτῷ μὲν ἀποστήματι πρὸς τὸ ὁρῶν καὶ ἠρεμοῦν, πρὸς ἄλληλα δὲ μήτε ἰσοταχῶς μηδʼ ἐν τῷ αὐτῷ ἀεὶ διαστήματι, ἀδύνατον τὴν αὐτὴν ἔμφασιν ἐπὶ τοῦ αὐτοῦ εἶναι μέρους τοῦ ἐνόπτρου.
但这也是不可能的;因为如果观测者、镜面以及所有被观测物都保持静止,那么在镜面的同一点上就会显现出相同的反射像;但如果镜面和被观测物移动,尽管它们与保持静止的观测者之间保持相同的距离,但它们彼此之间既不是等速,也不总是保持相同的距离,那么相同的反射像就不可能在镜面的相同部分显现。
τὰ δʼ ἐν τῷ τοῦ γάλακτος κύκλῳ φερδμενα ἄστρα κινεῖται καὶ ὁ ἥλιος πρὸς ὃν ἡ ἀνάκλασις, μενόντων ἡμῶν, καὶ ὁμοίως καὶ ἴσον πρὸς ἡμᾶς ἀπέχοντα, αὐτῶν δʼ οὐκ ἴσον· ὁτὲ μὲν γὰρ μέσων νυκτῶν ὁ δελφὶς ἐπιτέλλει, ὁτὲ δὲ ἔωθεν, τὰ δὲ μόρια τοῦ γάλακτος τὰ αὐτὰ μένει ἐν ἑκάστῳ.
而运行在银河圆道中的星体以及发生反射的太阳都在移动,而我们保持静止,它们对我们而言同样且等距,但它们彼此之间却不等距;因为有时海豚座在午夜升起,有时在黎明升起,但银河的各个部分在每个星体中都保持相同。
καίτοι οὐκ ἔδει, εἰ ἦν ἔμφασις, ἀλλὰ μὴ ἐν αὐτοῖς τι ἦν τοῦτο τὸ πάθος τοῖς τόποις.
然而,如果是反射,且这一现象不是属于这些地方本身的某种性质,那么就不应该是这样。
ἔτι δὲ νύκτωρ ἐν ὕδατι καὶ τοῖς τοιούτοις ἐνόπτροις τὸ μὲν γάλα ἐμφαί νεται θεωροῦσι, τὸ δὲ τὴν ὄψιν ἀνακλᾶσθαι πρὸς τὸν ἥλιον πῶς δυνατόν;
此外,在夜间,在水及此类镜面中,观察者可以看到银河的映现,但视线又如何可能反射到太阳呢?
ὅτι μὲν οὖν οὔτε ὁδὸς τῶν πλανήτων οὐδενὸς οὔτε φῶς ἐστι τῶν μὴ ὁρωμένων ἄστρων οὔτʼ ἀνάκλασις, ἐκ τούτων φανερόν.
因此,银河既不是任何行星的轨道,也不是未照亮星体的光,更不是反射,这从这些事实中是很明显的。
σχεδὸν δὲ ταῦτʼ ἐστὶν μόνον τὰ μέχρι τοῦ νῦν παραδεδομένα παρὰ τῶν ἄλλων.
而这些几乎就是直到现在由其他人所传下来的全部学说了。

词汇与语法注释

  1. 19τὸ μὴ συννοεῖν — 在 ἄτοπον δὲ τὸ μὴ συννοεῖν ὅτι... 的结构中,tò mē synnoein(不理解)是一个带冠词的不定式短语,充当整个句子的主语(主格),形容词 átopon(荒谬的)作其表语(述语)。
  2. 345bοὐκ ἂν πόρρω που — 这是一个混合条件句,其中条件从句使用现在直陈式(ei ... estin)表示既成事实的前提,而主句则采用带 ān 的潜在祈愿式(oúk àn ... symbálloi / oud' àn ... eíe)来表达理论上或潜在的结果。
  3. 10εἰ μὲν γὰρ τό τε ὁρῶν ἠρεμοίη — 条件从句使用 ei + 祈愿式(ēremoíe),主句使用 án + 祈愿式(phaínoit' án)的潜在条件句,用于阐明几何和光学上的普遍假说:“因为如果(它们)保持静止,相同的反射像就会显现……”

引用这一段

亚里士多德, 气象学 §1.8#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:1.8%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。