§1.7#17 ἐπεὶ δὲ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει νομίζομεν ἱκανῶς ἀποδεδεῖχθαι κατὰ τὸν λόγον, ἐὰν εἰς τὸ δυνατὸν ἀναγάγωμεν, ἔκ τε τῶν νῦν φαινομένων ὑπολάβοι τις ἂν ὧδε περὶ τούτων μάλιστα συμβαίνειν·
7. 既然我们认为,对于感觉无法显现的事物,如果我们将其还原为可能的情况,那么在道理上就已经给出了充分的证明,那么根据目前显现的现象,有人可能会推测,关于这些事物,最有可能发生的情况如下。
ὑπόκειται γὰρ ἡμῖν τοῦ κόσμου τοῦ περὶ τὴν γῆν, ὅσον ὑπὸ τὴν ἐγκύκλιὸν ἐστιν φοράν, εἶναι τὸ πρῶτον μέρος ἀναθυμίασιν ξηρὰν καὶ θερμήν·
因为我们假定,在地球周围的世界中,凡是在圆周运行之下的那一部分,其第一部分都是干燥且炎热的蒸发物。
αὕτη δὲ αὐτή τε καὶ τοῦ συνεχοῦς ὑπʼ αὐτὴν ἀέρος ἐπὶ πολὺ συμπεριάγεται περὶ τὴν γῆν ὑπὸ τῆς φορᾶς καὶ τῆς κινήπροσπεφιλονείκεικεν] σεως τῆς κύκλῳ·
而这种蒸发物本身,以及紧邻其下的连续空气的大部分,由于圆周运行和运动而被带到地球周围旋转。
φερομένη δὲ καὶ κινουμένη τοῦτον τὸν τρόπον, ᾖ ἄν τύχῃ εὔκρατος οὖσα, πολλάκις ἐκπυροῦται· διὸ φαμεν γίγνεσθαι καὶ τὰς τῶν σποράδων ἀστέρων διαδρομάς.
它以这种方式被携带和运动,在它恰好处于适度混合状态的地方,便经常发火;因此我们说,散落星体的飞逝(流星)也是由此产生的。
ὅταν οὖν εἰς τὴν τοιαύτην πύκνωσιν ἐμπέσῃ διὰ τὴν ἄνωθεν κίνησιν ἀρχὴ πυρώδης, μήτε οὕτω πολλὴ λίαν ὥστε ταχὺ καὶ ἐπὶ πολὺ ἐκκαίειν, μήθʼ οὕτως ἀσθενὴς ὥστε ἀποσβεσθῆναι ταχὺ, ἀλλὰ πλείων καὶ ἐπὶ πολύ, ἅμα δὲ κάτωθεν συμπίπτῃ ἀναβαίνειν εὔκρατον ἀναθυμίασιν, ἀστὴρ τοῦτο γίγνεται κομήτης, ὅπως ἂν τὸ ἀναθυμιώμενον τύχῃ ἐσχημαατισμένον·
因此,当由于上方的运动,一个火星落入这种浓缩物中,它既不像特别大那样快速且广泛地烧尽,也不像特别弱那样迅速熄灭,而是较为充裕且能持续较长时间,同时从下方恰好有适度混合的蒸发物上升并汇合时,这就成了彗星,具体取决于这股蒸发的物质恰好呈现出什么形状。
ἐὰν μὲν γὰρ πάντη ὁμοίως, κομήτης, ἐὰν δʼ ἐπὶ μῆκος, καλεῖται πωγωνίας.
因为如果它在各方向上都均匀,它就被称为彗星;如果它呈长条状,则被称为“髯星”。
ὥσπερ δὲ ἡ τοιαύτη φορὰ ἀστέρος φορὰ δοκεῖ εἶναι, οὕτως καὶ ἡ μονὴ ἡ ὁμοία ἀστέρος μονὴ δοκεῖ εἶναι·
正如这种移动看起来像是星体的运动一样,类似的停留看起来也像是星体的停留。
παραπλήσιον γὰρ τὸ γιγνόμενον οἷον εἴ τις εἰς ἀχύρων θημῶνα καὶ πλῆθος ὤσειε δαλὸν ἢ πυρὸς ἀρχὴν ἐμβάλοι μικράν· φαίνεται γὰρ ὁμοία καὶ ἡ τῶν ἀστέρων διαδρομὴ τούτῳ· ταχὺ γὰρ διὰ τὴν εὐφυίαν τοῦ ὑπεκκαύματος διαδίδωσιν ἐπὶ μῆκος.
因为这里发生的事情非常类似于,如果有人把一根火把推进一大堆麦秸里,或者把一个微小的火种扔进其中;因为星体的飞逝也显得与此相似,因为由于燃料的适宜性,它迅速地沿长度方向传播开来。
εἰ δὴ τοῦτο μείνειε καὶ μὴ καταμαρανθείη διελθὸν, ᾗ μάλιστα ἐπύκνωσε τὸ ὑπέκκαυμα, γένοιτʼ ἂν ἀρχὴ τῆς φορᾶς ἡ τελευτὴ τῆς διαδρομῆς.
如果这确实能停留下来,而在穿过之后没有熄灭,在燃料最为浓密的地方,飞逝的终点就会成为其运行的起点。
τοιοῦτον ὁ κομήτης ἐστὶν ἀστήρ, ὥσπερ διαδρομμἡ ἀστέρος, ἔχων ἐν ἑαυτῷ πέρας καὶ ἀρχήν.
彗星就是这样的一种星体,它就像是星体的飞逝,在其自身中同时拥有终点和起点。
ὅταν μὲν οὖν ἐν αὐτῷ τῷ κάτω τόπῳ ἡ ἀρχὴ τῆς συστάσεως ᾖ, καθʼ ἐαυ τὸν φαίνεται κομήτης·
因此,当这种凝聚的起点就在下方区域本身时,它就会独立地显现为彗星。
ὅταν δʼ ὑπὸ τῶν ἄστρων τινός, ἢ τῶν ἀπλανῶν ἢ τῶν πλανήτων, ὑπὸ τῆς κινήσεως συνιστῆται ἡ ἀναθυμίασις, τότε κομήτης γίγνεται τούτων τις·
但当蒸发物是由某颗星体(无论是恒星还是行星)的运动凝聚而成时,那么这些星体之一就会成为彗星。
οὐ γὰρ πρὸς αὐτοῖς ἡ κόμη γίγνεται τοῖς ἄστροις, ἀλλʼ ὥσπερ αἱ ἅλῳ περὶ τὸν ἥλιον φαίνονται καὶ τὴν σελήνην παρακολουθοῦσαι, καίπερ μεθισταμένων, ὅταν οὕτως ᾖ πεπυκνωμένος ὁ ἀὴρ ὥστε τοῦτο γίγνεσθαι τὸ πάθος ὑπὸ τὴν τοῦ ἡλίου πορείαν, οὕτω καὶ ἡ κόμη τοῖς ἄστροις οἶον ἄλως ἐστίν·
因为尾巴并非产生在这些星体自身紧邻之处,而是正如太阳和月亮周围显现的晕一样,尽管它们移动也一直跟随着(只要空气如此浓缩,以至于在太阳的运行轨道下产生这种现象),同样,尾巴对于星体来说也像是一种晕。
πλὴν ἡ μὲν γίγνεται διʼ ἀνάκλασιν τοιαύτη τὴν
只不过,晕是通过反射产生的,具有这样的性质……