Humanitext Reader

亚里士多德 · 气象学 §1.3#3

大气上下层性质差异与太阳发热机制

第 4 段,共 68 段 · 希腊语

内容简介

作者解释了大地下层空气(湿热)与上层空气(干热)性质的不同,论述了天体圆周运动带动大气旋转的原理,并探讨了上空不形成云以及太阳如何通过摩擦产生热量的机制。

§1.3#3ἀλλὰ δεῖ νοῆσαι τοῦ λεγομένου ὑφʼ ἡμῶν ἀέρος τὸ μὲν περὶ τὴν γῆν οἷον ὑγρὸν καὶ θερμὸν εἶναι διὰ τὸ ἀτμίζειν τε καὶ ἀναθυμίασιν ἔχειν γῆς, τὸ δὲ ὑπὲρ τοῦτο θερμὸν ἤδη καὶ ξηρόν.
但是我们必须理解,在我们所说的空气中,围绕大地的部分因产生水汽并具有大地的蒸发物而宛如是湿和热的,而在此之上的部分则已经是热和干的。
ἔστιν γὰρ ἀτμίδος μὲν φύσις ὑγρὸν καὶ θερμόν, ἀναθυμιάσεως δὲ θερμὸν καὶ ξηρόν· καὶ ἔστιν ἀτμὶς μὲν δυνάμει οἷον ὕδωρ, ἀναθυμίασις δὲ δυνάμει οἷον πῦρ.
因为水汽的本性是湿和热,而蒸发物的本性是热和干;水汽在潜能上就像水,而蒸发物在潜能上就像火。
τοῦ μὲν οὖν ἐν τῷ ἄνω τόπῳ μὴ συνίστασθαι νέφη ταύτην ὑποληπτέον αἰτίαν εἶναι, ὅτι οὐκ ἔνεστιν ἀὴρ μόνον ἀλλὰ μᾶλλον οἷον πῦρ.
因此,必须将这一事实视为在上方的区域不形成云的原因:即那里不仅包含空气,更不如说包含像火一样的物质。
οὐδὲν δὲ κωλύει καὶ διὰ τὴν κύκλῳ φορὰν κωλύεσθαι συνίστασθαι νέφη ἐν τῷ ἀνωτέρω τόπῳ· ῥεῖν γὰρ ἀναγκαῖον ἅπαντα τὸν κύκλῳ ἀέρα, ὅσος μὴ ἐντὸς τῆς περιφερείας λαμβάνεται τῆς ἀπαρτιζούσης ὥστε τὴν γῆν σφαιροειδῆ εἶναι πᾶσαν·
而且,没有任何理由阻止由于圆周运动而使云在更高区域的形成受到阻碍;因为所有圆周运动的空气,只要不包含在使大地完全成为球形的那个圆周界限之内,就必然流动。
φαίνεται γὰρ καὶ νῦν ἡ τῶν ἀνέμων γένεσις ἐν τοῖς λιμνάζουσι τόποις τῆς γῆς, καὶ οὐχ ὑπερβάλλειν τὰ πνεύματα τῶν ὑψηλῶν ὀρῶν.
因为即使是现在,风的产生也被看到发生在大地空气停滞的区域,并且风似乎并不超过高山。
ῥεῖ δὲ κύκλῳ διὰ τὸ συνεφέλκεσθαι τῇ τοῦ ὅλου περιφορᾷ.
而由于随着整体的旋转被一同牵引,它作圆周流动。
τὸ μὲν γὰρ πῦρ τῷ ἄνω στοιχείῳ, τῷ δὲ πυρὶ ὁ ἀὴρ συνεχής ἐστιν· ὥστε καὶ διὰ τὴν κίνησιν κωλύεται συγκρίνεσθαι εἰς ὕδωρ, ἀλλʼ ἀεὶ ὅ τι ἄν βαρύνηται μόριον αὐτοῦ ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ κάτω φέρεται, ἄλλα δʼ ἐν μέρει συναναφέρεται τῷ ἀναθυμιωμένῳ πυρί, καὶ οὕτω συνεχῶς τὸ μὲν ἀέρος διατελεῖ πλῆρες ὂν τὸ δὲ πυρός, καὶ ἀεὶ ἄλλο καὶ ἄλλο γίγνεται ἕκαστον αὐτῶν.
因为火与上方的元素相连续,而空气又与火相连续;因此由于运动,它也无法凝结成水,而是每当其某一部分变重,并且在热量被排挤到上方区域时,它就被带向下,而其他部分则依次与蒸发出来的火一同被带向上,这样一整块空间便持续一部分充满空气,另一部分充满火,且它们中的每一个都不断在交替变化。
περὶ μὲν οὖν τοῦ μὴ γίγνεσθαι νέφη μηδʼ εἰς ὕδωρ σύγκρισιν, καὶ πῶς δεῖ λαβεῖν περὶ τοῦ μεταξὺ τόπου· τῶν ἄστρων καὶ τῆς γῆς, καὶ τίνος ἐστὶν σώματος πλήρης, τοσαῦτα εἰρήσθω.
那么,关于不形成云也不凝结成水,以及我们应该如何理解星体与大地之间的中间区域,以及它充满了什么物体,就说这么多。
περὶ δὲ τῆς γιγνομένης θερμότητος, ἣν παρέχεται ὁ ἥλιος, μᾶλλον μὲν καθʼ ἑαυτὸ καὶ ἀκριβῶς ἐν τοῖς περὶ αἰσθήσεως προσήκει λέγειν (πάθος γάρ τι τὸ θερμὸν αἰσθήσεώς ἐστιν), διὰ τίνα δʼ αἰτίαν γίγνεται μὴ τοιούτων ὄντων ἐκείνων τὴν φύσιν, λεκτέον καὶ νῦν.
至于由太阳所提供的产生的热量,本应当在关于《论感觉》的篇章中更专门且精确地讨论(因为热是感觉的一种受动状态),但由于什么原因这些天体其本性并非如此却能产生热量,现在也必须予以说明。
ὁρῶμεν δὴ τὴν κίνησιν ὅτι δύναται διακρίνειν τὸν ἀέρα καὶ ἐκπυροῦν, ὥστε καὶ τὰ φερόμενα τηκόμενα φαίνεσθαι πολλάκις.
我们确实看到运动能够分解空气并使其燃烧,以至于飞行的物体也经常显得熔化。
τὸ μὲν οὖν γίγνεσθαι τὴν ἀλέαν καὶ τὴν θερμότητα ἱκανή ἐστιν παρασκευάζειν καὶ ἡ τοῦ ἡλίου φορὰ μόνον· ταχεῖάν τε γὰρ δεῖ καὶ μὴ πόρρω εἶναι.
因此,温暖和热量的产生,仅凭太阳的运行也足以提供;因为运行必须是迅速且不遥远的。
ἡ μὲν οὖν τῶν ἄστρων ταχεῖα μὲν πόρρω δέ, ἡ δὲ τῆς σελήνης κάτω μὲν βραδεῖα δέ· ἡ δὲ τοῦ ἡλίου ἄμφω ταῦτα ἔχει ἱκανῶς.
星体的运行虽迅速但遥远,月球的运行虽在下方但缓慢;而太阳的运行则充足地兼备这两者。
τὸ δὲ μᾶλλον γίγνεσθαι ἅμα τῷ ἡλίῳ αὐτῷ τὴν θερμότητα εὔλογον, λαμβάνοντας τὸ ὅμοιον ἐκ τῶν παρʼ ἡμῖν γιγνομένων· καὶ γὰρ ἐνταῦθα τῶν βίᾳ φερομένων ὁ πλησιάζων ἀὴρ μάλιστα γίγνεται θερμός.
而热量更多地随着太阳本身而产生是合乎情理的,我们可以从我们身边发生的事情中获取相似的线索;因为在地上,在受到外力运送的物体中,最接近的空气也变得最热。
καὶ τοῦτʼ εὐλόγως συμβαίνει· μάλιστα γὰρ ἡ τοῦ στερεοῦ διακρίνει κίνησις αὐτόν.
这合理地发生;因为固体物体的运动最能分解空气。
διὰ τε ταύτην οὖν τὴν αἰτίαν ἀφικνεῖται πρὸς τόνδε τὸν τόπον ἡ θερμότης, καὶ διὰ τὸ τὸ περιέχον πῦρ τὸν ἀέρα διαρραίνεσθαι τῇ κινήσει πολλάκις καὶ φέρεσθαι βίᾳ κάτω.
因此,由于这方面的原因,热量到达了这里,同时也因为包围空气的火经常因运动而被激散并被强力带向下。
σημεῖον δʼ ἱκανὸν ὅτι ὁ ἄνω τόπος οὐκ ἔστι θερμὸς οὐδʼ ἐκπεπυρωμένος καὶ αἱ διαδρομαὶ τῶν ἀστέρων.
而上方区域既不热也不燃烧的一个充足证据也是流星的轨迹。
ἐκεῖ μὲν γὰρ οὐ γίγνονται, κάτω δέ· καίτοι τὰ μᾶλλον κινούμενα καὶ θᾶττον, ἐκπυροῦται θᾶττον.
因为它们不在那里发生,而是在下方;然而,运动得更多且更快的物体,理应燃烧得更快。
πρὸς δὲ τούτοις ὁ ἥλιος, ὅσπερ μάλιστα εἶναι δοκεῖ θερμός, φαίνεται λευκὸς ἀλλʼ οὐ πυρόδης ὤν.
此外,最显得炎热的太阳,看起来是白色的,而不是火红的。

词汇与语法注释

  1. ¦25¦τοῦ λεγομένου ὑφʼ ἡμῶν ἀέρος — τοῦ λεγομένου ὑφʼ ἡμῶν ἀέρος 是部分属格,修饰后文对格代词作主语的结构 τὸ μὲν... τὸ δὲ...。意为“在我们所说的空气中,[围绕大地的]部分……与[在此之上]的部分……”。
  2. ¦35¦ὅσος μὴ ἐντὸς τῆς περιφερείας λαμβάνεται τῆς ἀπαρτιζούσης — τῆς ἀπαρτιζούσης ὥστε τὴν γῆν σφαιροειδῆ εἶναι πᾶσαν 指的是抹平了地理起伏的理想化地球几何球面(虚拟边界)。该边界之外的空气被解释为由于天界运行的牵引而作圆周运动。
  3. ¦5¦ἐκθλιβομένου εἰς τὸν ἄνω τόπον τοῦ θερμοῦ — 此处为属格独立结构(genitive absolute),作为主句主语 ὅ τι ἄν βαρύνηται μόριον αὐτοῦ 的背景或原因,译为“在热量被排挤到上方区域的同时”。
  4. ¦15¦μὴ τοιούτων ὄντων ἐκείνων τὴν φύσιν — μὴ τοιούτων ὄντων ἐκείνων 是一个属格独立结构,其中 ἐκείνων(代指天体)作逻辑主语,在此表示让步关系,意为“尽管那些天体其本性并非如此”。τὴν φύσιν 为关系对格(accusative of respect)。

引用这一段

亚里士多德, 气象学 §1.3#3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:1.3%233

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。