Humanitext Reader

亚里士多德 · 气象学 §1.1-1.2

气象学的主题范围与其基本原因

第 1 段,共 68 段 · 希腊语

内容简介

继先前关于自然科学的论述,作者定义了处理星体与大地之间区域现象的“气象学”之范围与结构,并根据四大元素与永恒天体运动的关系,确立了该领域的质料因和动力因。

§1.11 Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ περὶ πάσης κινήσεως φυσικῆς, ἔτι δὲ περὶ τῶν κατὰ τὴν ἄνω φορὰν διακεκοσ μημένων ἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν, πόσα τε καὶ ποῖα, καὶ τῆς εἰς ἄλληλα μεταβολῆς, καὶ περὶ γενέσεως καὶ φθορᾶς τῆς κοινῆς εἴρηται πρότερον.
\n1 关于自然的第一原因,以及关于一切自然运动,此外关于按照上方运行而井然有序的星体,以及关于物体元素的多寡与性质,和它们之间的相互转化,以及关于共同的生成与消灭,先前已经论述过了。
λοιπὸν δʼ ἐστὶ μέρος τῆς μεθόδου ταύτης ἔτι θεωρητέον, ὃ πάντες οἱ πρότεροι μετεωρολογίαν ἐκάλουν·
剩下的则是这一研究方法中仍需考察的部分,以前的人们都称之为气象学。
ταῦτα δʼ ἐστὶν ὅσα συμβαίνει κατὰ φύσιν μέν, ἀτακτοτέραν μέντοι τῆς τοῦ πρώου στοιχείου τῶν σωμάτων, περὶ τὸν γειτνιῶντα μάλιστα τόπον τῇ φορᾷ τῇ τῶν ἄστρων, οἷον περί τε γάλακτος καὶ κομητῶν καὶ τῶν ἐκπυρουμένων καὶ κινουμένων φασμάτων, ὅσα τε θείημεν ἄν ἀέρος εἶναι κοινὰ πάθη καὶ ὕδατος, ἔτι δὲ γῆς ὅσα μέρη καὶ εἴδη καὶ πάθη τῶν μερῶν, ἐξ ὧν περί τε πνευμάτων καὶ σεισμῶν θεωρήσαιμεν ἄν τὰς αἰτίας καὶ περὶ πάντων τῶν γιγνομένων κατὰ τὰς κινήσεις τὰς τούτων·
这些事象虽然是依自然而发生,但在秩序上却比物体的第一元素更为不规则,发生于最邻近星体运行的区域;例如,关于银河、彗星、燃烧且移动的流星,以及我们可能认为是空气和水所共有的各种受动,还有大地的各个部分、种类以及这些部分的受动,从这些之中,我们将考察风和地震的原因,以及伴随它们的运动而产生的一切。
ἐν οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον· ἔτι δὲ περὶ κεραυνῶν πτώσεως καὶ τυφώνων καὶ πρηστήρων καὶ τῶν ἄλλων τῶν ἐγκυκλίων, ὅσα διὰ πῆξιν συμβαίνει πάθη τῶν αὐτῶν σωμάτων τούτων.
\n 在这些问题中,有些我们感到困惑,有些我们则能以某种方式触及;此外,还关于落雷、旋风、热风以及其他循环发生的事象,即这些相同物体因凝固而产生的所有受动。
διελθόντες δὲ περὶ τούτων, θεωρήσωμεν εἵ τι δυνάμεθα κατὰ τὸν ὑφηγημένον τρόπον ἀποδοῦναι περὶ ζῴων καὶ φυτῶν, καθόλου τε καὶ χωρίς· σχεδὸν γὰρ τούτων ῥηθέντων τέλος ἄν εἴη γεγονὸς τῆς ἐξ ἀρχῆς ἡμῖν προαιρέσεως πάσης.
在讨论完这些之后,让我们看看是否能够按照所指引的方法,就动物和植物整体以及分别进行阐述;因为一旦这些被论述,我们最初的全部意图就几乎达到了终点。
δʼ οὖν ἀρξάμενοι λέγωμεν περὶ αὐτῶν πρῶτον.
因此,让我们从这里开始,首先对它们进行讨论。
§1.22 ἐπειδὴ γὰρ διώρισται πρότερον ἡμῖν μία μὲν ἀρχὴ τῶν σωμάτων, ἐξ ὧν συνέστηκεν ἡ τῶν ἐγκυκλίως φερομένων σωμάτων φύσις, ἄλλα δὲ τέτταρα σώματα διὰ τὰς τέτταρας ἀρχάς, ὧν διπλῆν εἶναί φαμεν τὴν κίνησιν, τὴν μὲν ἀπὸ τοῦ μέσου τὴν δʼ ἐπὶ τὸ μέσον· τεττάρων δʼ ὄντων τούτων, πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς, τὸ μὲν τούτοις πᾶσιν ἐπιπολάζον εἶναι πῦρ, τὸ δʼ ὑφιστάμενον γῆν· δύο δὲ ἃ πρὸς αὐτὰ τούτοις ἀνάλογον ἔχει (ἀὴρ μὲν γὰρ πυρὸς ἐγγυτάτω τῶν ἄλλων, ὕδωρ δὲ γῆς)· ὁ δὴ περὶ τὴν γῆν ὅλος κόσμος ἐκ τούτων συνέστηκε τῶν σωμάτων· περὶ οὗ τὰ συμβαίνοντα πάθη φαμὲν εἶναι ληπτέον.
\n\n2 因为先前我们已经规定,存在一种物体原理,由其构成了循环运动的物体的本性;另外根据四种原理,还存在四种其他物体,我们说它们的运动是双重的,一种是远离中心的运动,另一种是朝向中心的运动;这四种物体是火、空气、水和土,其中浮于所有这些之上的是火,沉于最下的是土;而另外两个则与它们具有相似的比例关系(因为空气在其他物体中最近于火,水最近于土);因此,围绕大地的整个世界就是由这些物体构成的;我们说,必须把握关于这个世界所发生的受动。
ἔστιν δʼ ἐξ ἀνάγκης συνεχὴς οὗτος ταῖς ἄνω φοραῖς, ὥστε πᾶσαν αὐτοῦ τὴν δύναμιν κυβερνᾶσθαι ἐκεῖθεν· ὅθεν γὰρ ἡ τῆς κινήσεως ἀρχὴ πᾶσιν, ἐκείνην αἰτίαν νομιστέον πρώτην.
而这个世界必然与上方的运行相连续,以致其所有的力量都从那里被主宰;因为凡是运动原理的来源,就必须被视为第一原因。
πρὸς δὲ τούτοις ἡ μὲν ἀίδιος καὶ τέλος οὐκ ἔχουσα τῷ τόπῳ τῆς κινήσεως, ἀλλʼ ἀεὶ ἐν τέλει· ταῦτα δὲ τὰ σώματα πάντα πεπερασμένους διέστηκε τόπους ἀλλήλων.
此外,一方是永恒的,在其运动的场所中没有终点,而是始终处于终点(圆满)之中;而这些物体则全部在有限的空间内彼此相隔。
ὥστε τῶν συμβαινόντων περὶ αὐτὸν πῦρ μὲν καὶ γῆν καὶ τὰ συγγενῇ τούτοις ὡς ἐν ὕλης εἴδει τῶν γιγνομένων αἴτια χρὴ νομίζ ειν (τὸ γὰρ ὑποκείμενον καὶ πάσχον τοῦτον προσαγορεύομεν τὸν τρόπον), τὸ δʼ οὕτως αἴτιον ὅθεν ἡ τῆς κινήσεως ἀρχή, τὴν τῶν ἀεὶ κινουμένων αἰτιατέον δύναμιν.
因此,对于发生在这个世界周围的事象,我们应当将火、土以及与它们同类的物体视为生成物在质料形式上的原因(因为我们将作为基础且受动的东西以此种方式称呼),而作为运动原理来源的那种原因,则应当归因于始终运动之物的力量。

词汇与语法注释

  1. 338bὅσα τε θείημεν ἂν ἀέρος εἶναι κοινὰ πάθη — θείημεν ἄν 是“希求式+ἄν”结构,表示潜在可能性(“我们可以认为”)。不定式 εἶναι 由动词 θείημεν(来自 τίθημι)引入,属于带宾格的不定式结构,其中关系代词 ὅσα 作其主语。
  2. 339aὧδʼ οὖν ἀρξάμενοι — 副词 ὧδε(“如此”或“自此”)与分词 ἀρξάμενοι(ἄρχομαι 的不定过去时中动分词复数主格)结合,作状语修饰劝诱虚拟语气主动词 λέγωμεν,指明随后的系统性论述的开端。
  3. 339aτῷ τόπῳ τῆς κινήσεως — τῷ τόπῳ 是表示关系的与格(“在场所上”)。它限定了 τέλος οὐκ ἔχουσα,解释说由于天体圆周运动的起点和终点重合,因而在空间上没有终点。
  4. 339aὡς ἐν ὕλης εἴδει — 由 ὡς(“作为”)引导的介词短语,是用以表达亚里士多德哲学中“质料因”的特征性用语。属格 ὕλης(“质料的”)修饰与格 εἴδει(“形式”或“种类”)。
  5. 339aτὴν τῶν ἀεὶ κινουμένων αἰτιατέον δύναμιν — 动形容词 αἰτιατέος 的中性单数 αἰτιατέον 作非人称用法,直接带宾格短语 τὴν ... δύναμιν 作为其动作对象。表示施动者的与格(如“由我们”)在上下文中被省略。

引用这一段

亚里士多德, 气象学 §1.1-1.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:1.1-1.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。