§9.3εἰσὶ δέ τινες οἵ φασιν, οἷον οἱ Μεγαρικοί, ὅταν ἐνεργῇ μόνον δύνασθαι, ὅταν δὲ μὴ ἐνεργῇ οὐ δύνασθαι, οἷον τὸν μὴ οἰκοδομοῦντα οὐ δύνασθαι οἰκοδομεῖν, ἀλλὰ τὸν οἰκοδομοῦντα ὅταν οἰκοδομῇ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
然而,有一些人说,例如麦加拉学派,只有当事物在活动时它才有潜能,而在不活动时便没有潜能。 例如,不在建造的人不能建造,只有正在建造的人在建造时才能建造;其他情况也是如此。
οἷς τὰ συμβαίνοντα ἄτοπα οὐ χαλεπὸν ἰδεῖν.
不难看出,他们所面临的荒谬后果。
δῆλον γὰρ ὅτι οὔτʼ οἰκοδόμος ἔσται ἐὰν μὴ οἰκοδομῇ (τὸ γὰρ οἰκοδόμῳ εἶναι τὸ δυνατῷ εἶναί ἐστιν οἰκοδομεῖν), ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν.
因为显而易见,一个人如果不正在建造,他就甚至不是一个建造者(因为成为建造者就是具有建造的潜能),其他技术也是如此。
εἰ οὖν ἀδύνατον τὰς τοιαύτας ἔχειν τέχνας μὴ μαθόντα ποτὲ καὶ λαβόντα, καὶ μὴ ἔχειν μὴ ἀποβαλόντα ποτέ (ἢ γὰρ λήθῃ ἢ πάθει τινὶ ἢ χρόνῳ· οὐ γὰρ δὴ τοῦ γε πράγματος φθαρέντος, ἀεὶ γὰρ ἔστιν), ὅταν παύσηται, οὐχ ἕξει τὴν τέχνην, πάλιν δʼ εὐθὺς οἰκοδομήσει πῶς λαβών;
如果,不能在不曾学习和掌握的情况下拥有这些技术,并且不能在不曾失去的情况下不拥有它们(失之或者是由于遗忘,或者是由于某种疾病,或者是由于时间;因为这绝不是由于事物的消灭,因为事物是常在的),那么当他停止时,他将不再拥有这门技术,那他随后怎么能立刻重新开始建造,他是如何重新掌握的呢?
καὶ τὰ ἄψυχα δὴ ὁμοίως· οὔτε γὰρ ψυχρὸν οὔτε θερμὸν οὔτε γλυκὺ οὔτε ὅλως αἰσθητὸν οὐθὲν ἔσται μὴ αἰσθανομένων· ὥστε τὸν Πρωταγόρου λόγον συμβήσεται λέγειν αὐτοῖς.
对于无灵魂的事物也是如此;因为如果没有人在知觉,那么冷、热、甜以及任何感觉对象都将不存在;因此他们最终将不得不主张普罗泰戈拉的学说。
ἀλλὰ μὴν οὐδʼ αἴσθησιν ἕξει οὐδὲν ἂν μὴ αἰσθάνηται μηδʼ ἐνεργῇ.
然而,如果事物不在知觉,也不在活动,它甚至不会有任何感觉能力。
εἰ οὖν τυφλὸν τὸ μὴ ἔχον ὄψιν, πεφυκὸς δὲ καὶ ὅτε πέφυκε καὶ ἔτι ὄν, οἱ αὐτοὶ τυφλοὶ ἔσονται πολλάκις τῆς ἡμέρας, καὶ κωφοί.
那么,如果一个本应具有视觉、在应具有之时且依然生存着却不具有视觉的事物是瞎的,那么同一批人一天之中将要失明和耳聋许多次。
ἔτι εἰ ἀδύνατον τὸ ἐστερημένον δυνάμεως, τὸ μὴ γιγνόμενον ἀδύνατον ἔσται γενέσθαι· τὸ δʼ ἀδύνατον γενέσθαι ὁ λέγων ἢ εἶναι ἢ ἔσεσθαι ψεύσεται (τὸ γὰρ ἀδύνατον τοῦτο ἐσήμαινεν), ὥστε οὗτοι οἱ λόγοι ἐξαιροῦσι καὶ κίνησιν καὶ γένεσιν.
此外,如果被剥夺潜能的事物就是不可能的,那么未曾发生的事物将是不可能发生的;而对于不可能发生的事物,谁说它存在或将存在,谁就是说谎(因为这就是“不可能”的含义);所以这些论点取消了运动和生成。
ἀεὶ γὰρ τό τε ἑστηκὸς ἑστήξεται καὶ τὸ καθήμενον καθεδεῖται· οὐ γὰρ ἀναστήσεται ἂν καθέζηται· ἀδύνατον γὰρ ἔσται ἀναστῆναι ὅ γε μὴ δύναται ἀναστῆναι.
因为站着的人将永远站着,坐着的人将永远坐着;因为如果他坐着,他就不能站起来,因为不能站起来的人,站起来将是不可能的。
εἰ οὖν μὴ ἐνδέχεται ταῦτα λέγειν, φανερὸν ὅτι δύναμις καὶ ἐνέργεια ἕτερόν ἐστιν (ἐκεῖνοι δʼ οἱ λόγοι δύναμιν καὶ ἐνέργειαν ταὐτὸ ποιοῦσιν, διὸ καὶ οὐ μικρόν τι ζητοῦσιν ἀναιρεῖν), ὥστε ἐνδέχεται δυνατὸν μέν τι εἶναι μὴ εἶναι δέ, καὶ δυνατὸν μὴ εἶναι εἶναι δέ, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν δυνατὸν βαδίζειν ὂν μὴ βαδίζειν, καὶ μὴ βαδίζειν δυνατὸν ὂν βαδίζειν.
因此,如果不能这样说,那么显而易见,潜能与现实是不同的(而那些论点把潜能与现实等同起来,因而力图取消一件绝非微不足道的事物);所以,一件事物可能是能够存在但实际上不存在,或者能够不存在但实际上存在,在其他范畴中也是如此,可能能够行走却不在行走,或者不在行走却能够行走。
ἔστι δὲ δυνατὸν τοῦτο ᾧ ἐὰν ὑπάρξῃ ἡ ἐνέργεια οὗ λέγεται ἔχειν τὴν δύναμιν, οὐθὲν ἔσται ἀδύνατον.
而如果一件事物,当它被说成拥有其潜能的那种现实归属于它时,不会产生任何不可能的事情,这事物就是有潜能的。
λέγω δὲ οἷον, εἰ δυνατὸν καθῆσθαι καὶ ἐνδέχεται καθῆσθαι, τούτῳ ἐὰν ὑπάρξῃ τὸ καθῆσθαι, οὐδὲν ἔσται ἀδύνατον· καὶ εἰ κινηθῆναι ἢ κινῆσαι ἢ στῆναι ἢ στῆσαι ἢ εἶναι ἢ γίγνεσθαι ἢ μὴ εἶναι ἢ μὴ γίγνεσθαι, ὁμοίως.
我的意思是,例如,如果一件事物能够坐下并且可以坐下,若坐下归属于它,将不会有任何不可能的事情;在被运动或运动、站立或使之站立、存在或生成、不存在或不生成等情况中,也是如此。
ἐλήλυθε δʼ ἡ ἐνέργεια τοὔνομα, ἡ πρὸς τὴν ἐντελέχειαν συντιθεμένη, καὶ ἐπὶ τὰ ἄλλα ἐκ τῶν κινήσεων μάλιστα· δοκεῖ γὰρ ἡ ἐνέργεια μάλιστα ἡ κίνησις εἶναι, διὸ καὶ τοῖς μὴ οὖσιν οὐκ ἀποδιδόασι τὸ κινεῖσθαι, ἄλλας δέ τινας κατηγορίας, οἷον διανοητὰ καὶ ἐπιθυμητὰ εἶναι τὰ μὴ ὄντα, κινούμενα δὲ οὔ, τοῦτο δὲ ὅτι οὐκ ὄντα ἐνεργείᾳ ἔσονται ἐνεργείᾳ.
“现实”这个词是针对“完全现实”而组合起来的,它主要是从运动延伸到其他事物的;因为现实似乎主要是运动,因此人们并不把“被运动”归属给不存在的事物,虽然归属给它们其他一些范畴,例如不存在的事物是可思考的、可渴望的,但它们不是被运动的;这是因为,它们实际上并不存在于现实中,就会存在于现实中了。
τῶν γὰρ μὴ ὄντων ἔνια δυνάμει ἐστίν· οὐκ ἔστι δέ, ὅτι οὐκ ἐντελεχείᾳ ἐστίν.
因为在不存在的事物中,有一些是潜能上存在的;但它们不存在,是因为它们不以完全现实的方式存在。