§5.9ταὐτὰ λέγεται τὰ μὲν κατὰ συμβεβηκός, οἷον τὸ λευκὸν καὶ τὸ μουσικὸν τὸ αὐτὸ ὅτι τῷ αὐτῷ συμβέβηκε, καὶ ἄνθρωπος καὶ μουσικὸν ὅτι θάτερον θατέρῳ συμβέβηκεν, τὸ δὲ μουσικὸν ἄνθρωπος ὅτι τῷ ἀνθρώπῳ συμβέβηκεν·
“相同”在一种意义上是偶性的。 例如,白的东西和有教养的(懂音乐的)东西被称为相同,因为它们偶性地属于同一个事物;人与有教装的被称为相同,因为一者偶性地属于另一者;而 “有教养的人”被称为相同,因为有教养偶性地属于人。
ἑκατέρῳ δὲ τοῦτο καὶ τούτῳ ἑκάτερον ἐκείνων, καὶ γὰρ τῷ ἀνθρώπῳ τῷ μουσικῷ καὶ ὁ ἄνθρωπος καὶ τὸ μουσικὸν ταὐτὸ λέγεται, καὶ τούτοις ἐκεῖνο (διὸ καὶ πάντα ταῦτα καθόλου οὐ λέγεται· οὐ γὰρ ἀληθὲς εἰπεῖν ὅτι πᾶς ἄνθρωπος ταὐτὸ καὶ τὸ μουσικόν· τὰ γὰρ καθόλου καθʼ αὑτὰ ὑπάρχει, τὰ δὲ συμβεβηκότα οὐ καθʼ αὑτά· ἀλλʼ ἐπὶ τῶν καθʼ ἕκαστα ἁπλῶς λέγεται· ταὐτὸ γὰρ δοκεῖ Σωκράτης καὶ Σωκράτης εἶναι μουσικός· τὸ δὲ Σωκράτης οὐκ ἐπὶ πολλῶν, διὸ οὐ πᾶς Σωκράτης λέγεται ὥσπερ πᾶς ἄνθρωπος)·
而且对那两者的每一个,这个被称为相同,对这个,那两者的每一个也被称为相同;因为对于“有教养的人”,“人”和“有教养的”都被称为是相同的,而对于它们,那个也被称为相同(因此,所有这些都不被普遍地陈述;因为说“每个人都与有教养的相同”是不真实的;因为普遍的事物是其自身具有的,而偶性的事物则不是其自身具有的;但对于个别事物则是简单地陈述的;因为苏格拉底和“有教养的苏格拉底”看起来是相同的;但“苏格拉底”不被用来陈述多个对象,因此人们不像说“每个人”那样说“每个苏格拉底”)。
—καὶ τὰ μὲν οὕτως λέγεται ταὐτά, τὰ δὲ καθʼ αὑτὰ ὁσαχῶσπερ καὶ τὸ ἕν·
——在这些意义上,事物被称为相同;而在另一种意义上,事物由于其自身而被称为相同,其方式与“一”的含义相同。
καὶ γὰρ ὧν ἡ ὕλη μία ἢ εἴδει ἢ ἀριθμῷ ταὐτὰ λέγεται καὶ ὧν ἡ οὐσία μία, ὥστε φανερὸν ὅτι ἡ ταυτότης ἑνότης τίς ἐστιν ἢ πλειόνων τοῦ εἶναι ἢ ὅταν χρῆται ὡς πλείοσιν, οἷον ὅταν λέγῃ αὐτὸ αὑτῷ ταὐτόν· ὡς δυσὶ γὰρ χρῆται αὐτῷ.
实际上,那些物质在形相上或在数量上为一的事物,以及那些实体(本质)为一的事物,被称为相同。 因此,显而易见,同一性(相同)是一种统一性(单一性),要么是多个事物的存在的统一,要么是当一个事物被当作多个事物来使用时的统一(例如,当说一个事物与自身相同时,就是把它当作两个事物来使用的)。
—ἕτερα δὲ λέγεται ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη ἢ ὁ λόγος τῆς οὐσίας· καὶ ὅλως ἀντικειμένως τῷ ταὐτῷ λέγεται τὸ ἕτερον.
——“他者(不同)” 是指那些其形相、物质或实体之说明方式(定义)为多的事物;总的来说,“他者”是与“相同”相对立地被使用的。
διάφορα δὲ λέγεται ὅσʼ ἕτερά ἐστι τὸ αὐτό τι ὄντα, μὴ μόνον ἀριθμῷ ἀλλʼ ἢ εἴδει ἢ γένει ἢ ἀναλογίᾳ·
“差异(有区别的)”是指那些本身是某种相同事物却又是他者(不同)的事物,这不仅在数量上,而且在形相上、类上或类比(比例)上。
ἔτι ὧν ἕτερον τὸ γένος, καὶ τὰ ἐναντία, καὶ ὅσα ἔχει ἐν τῇ οὐσίᾳ τὴν ἑτερότητα.
此外,还指那些其类为他者的事物、相反的事物,以及在其实体(本质)中含有他者性的事物。
ὅμοια λέγεται τά τε πάντῃ ταὐτὸ πεπονθότα, καὶ τὰ πλείω ταὐτὰ πεπονθότα ἢ ἕτερα, καὶ ὧν ἡ ποιότης μία·
“相似”是指那些在所有方面都具有相同性质(受动状态)的事物,以及那些具有较多相同性质而非不同性质的事物,还有那些质为一的事物。
καὶ καθʼ ὅσα ἀλλοιοῦσθαι ἐνδέχεται τῶν ἐναντίων, τούτων τὸ πλείω ἔχον ἢ κυριώτερα ὅμοιον τούτῳ.
此外,在相反的事物中,就它们能够发生性质变化的角度而言,拥有较多或较主要之相反性质的事物被称为与那另一个相似。
ἀντικειμένως δὲ τοῖς ὁμοίοις τὰ ἀνόμοια.
与相似相对立的是不相似。
§5.10ἀντικείμενα λέγεται ἀντίφασις καὶ τἀναντία καὶ τὰ πρός τι καὶ στέρησις καὶ ἕξις καὶ ἐξ ὧν καὶ εἰς ἃ ἔσχατα αἱ γενέσεις καὶ φθοραί·
“对立”是指矛盾、相反、关系、缺失与具有,以及生成和消灭由以进行和向以进行的究极两端。
καὶ ὅσα μὴ ἐνδέχεται ἅμα παρεῖναι τῷ ἀμφοῖν δεκτικῷ, ταῦτα ἀντικεῖσθαι λέγεται ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστίν.
此外,凡是不能同时存在于同一个能接受两者的主体之中的事物,都被称为是对立的,无论是它们自身还是构成它们的事物。
φαιὸν γὰρ καὶ λευκὸν ἅμα τῷ αὐτῷ οὐχ ὑπάρχει· διὸ ἐξ ὧν ἐστὶν ἀντίκειται.
例如,灰色和白色不能同时属于同一个事物,因此,构成它们的东西是对立的。
ἐναντία λέγεται τά τε μὴ δυνατὰ ἅμα τῷ αὐτῷ παρεῖναι τῶν διαφερόντων κατὰ γένος, καὶ τὰ πλεῖστον διαφέροντα τῶν ἐν τῷ αὐτῷ γένει, καὶ τὰ πλεῖστον διαφέροντα τῶν ἐν ταὐτῷ δεκτικῷ, καὶ τὰ πλεῖστον διαφέροντα τῶν ὑπὸ τὴν αὐτὴν δύναμιν, καὶ ὧν ἡ διαφορὰ μεγίστη ἢ ἁπλῶς ἢ κατὰ γένος ἢ κατʼ εἶδος.
“相反”是指在类上不同的事物中那些不能同时存在于同一个主体中的事物,以及在同一个类中差异最大的事物,以及在同一个接受主体中差异最大的事物,以及在同一能力下差异最大的事物,还有那些其差异单纯地、或在类上、或在形相上最大的事物。
τὰ δʼ ἄλλα ἐναντία λέγεται τὰ μὲν τῷ τὰ τοιαῦτα ἔχειν, τὰ δὲ τῷ δεκτικὰ εἶναι τῶν τοιούτων, τὰ δὲ τῷ ποιητικὰ ἢ παθητικὰ εἶναι τῶν τοιούτων, ἢ ποιοῦντα ἢ πάσχοντα, ἢ ἀποβολαὶ ἢ λήψεις, ἢ ἕξεις ἢ στερήσεις εἶναι τῶν τοιούτων.
其他事物被称为相反,要么是因为它们具有此类相反事物,要么是因为它们能接受此类事物,要么是因为它们对具有此类事物是能动的或受动的,或正在产生或承受此类事物,要么是因为它们是此类事物的丧失或获得,或是其具有或缺失。
ἐπεὶ δὲ τὸ ἓν καὶ τὸ ὂν πολλαχῶς λέγεται, ἀκολουθεῖν ἀνάγκη καὶ τἆλλα ὅσα κατὰ ταῦτα λέγεται, ὥστε καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὸ ἐναντίον, ὥστʼ εἶναι ἕτερον καθʼ ἑκάστην κατηγορίαν.
既然“一”和“存在”是在多种意义上被说的,那么依随于它们的其他一切事物(即“相同”、“他者”和“相反”)也必然随之在多种意义上被说,因此在每一个范畴中都存在着“他者”。
—ἕτερα δὲ τῷ εἴδει λέγεται ὅσα τε ταὐτοῦ γένους ὄντα μὴ ὑπάλληλά ἐστι, καὶ ὅσα ἐν τῷ αὐτῷ γένει ὄντα διαφορὰν ἔχει, καὶ ὅσα ἐν τῇ οὐσίᾳ ἐναντίωσιν ἔχει· καὶ τὰ ἐναντία ἕτερα τῷ εἴδει ἀλλήλων ἢ πάντα ἢ τὰ λεγόμενα πρώτως, καὶ ὅσων ἐν τῷ τελευταίῳ τοῦ γένους εἴδει οἱ λόγοι ἕτεροι (οἷον ἄνθρωπος καὶ ἵππος ἄτομα τῷ γένει οἱ δὲ λόγοι ἕτεροι αὐτῶν), καὶ ὅσα ἐν τῇ αὐτῇ οὐσίᾳ ὄντα ἔχει διαφοράν.
——“形相(种)上他者(不同)”是指那些属于同一个类但不互相从属的事物,以及那些处于同一个类中但具有差异的事物,以及在其实体中含有相反性的事物;而且相反的事物在形相上彼此是他者,无论是所有相反的事物,还是在首要意义上被称为相反的事物;还有那些其在类的最下形相(最下种)中说明方式(定义)不同的所有事物(例如,人和马在类上是不可分割的,但它们的定义是不同的),以及那些虽然处于同一实体中但具有差异的事物。
ταὐτὰ δὲ τῷ εἴδει τὰ ἀντικειμένως λεγόμενα τούτοις.
而与这些相反地被说的事物就是“形相(种)上相同”。