§5.7τὸ ὂν λέγεται τὸ μὲν κατὰ συμβεβηκὸς τὸ δὲ καθʼ αὑτό, κατὰ συμβεβηκὸς μέν, οἷον τὸν δίκαιον μουσικὸν εἶναί φαμεν καὶ τὸν ἄνθρωπον μουσικὸν καὶ τὸν μουσικὸν ἄνθρωπον, παραπλησίως λέγοντες ὡσπερεὶ τὸν μουσικὸν οἰκοδομεῖν ὅτι συμβέβηκε τῷ οἰκοδόμῳ μουσικῷ εἶναι ἢ τῷ μουσικῷ οἰκοδόμῳ (τὸ γὰρ τόδε εἶναι τόδε σημαίνει τὸ συμβεβηκέναι τῷδε τόδε),—οὕτω δὲ καὶ ἐπὶ τῶν εἰρημένων· τὸν γὰρ ἄνθρωπον ὅταν μουσικὸν λέγωμεν καὶ τὸν μουσικὸν ἄνθρωπον, ἢ τὸν λευκὸν μουσικὸν ἢ τοῦτον λευκόν, τὸ μὲν ὅτι ἄμφω τῷ αὐτῷ συμβεβήκασι, τὸ δʼ ὅτι τῷ ὄντι συμβέβηκε, τὸ δὲ μουσικὸν ἄνθρωπον ὅτι τούτῳ τὸ μουσικὸν συμβέβηκεν (οὕτω δὲ λέγεται καὶ τὸ μὴ λευκὸν εἶναι, ὅτι ᾧ συμβέβηκεν, ἐκεῖνο ἔστιν)·
“有”在一种意义上是偶性的,在另一种意义上是其自身的。 说是偶性的,例如,我们说公正的人是有教养的(懂音乐的),人是有教养的,有教养的人是人,这种说法类似于说有教养的人建造房屋,因为建造者是有教养的,或者有教养的人是建造者,这属于偶性(因为说“这个是那个”意味着“那个”是“这个”的偶性)——上述情况也是如此;因为当我们说人是有教养的,有教养的人是人,或者白的东西是有教养的,或者这个是白的时候,在一种情况下是因为两者都偶性地属于同一个事物,在另一种情况下是因为它偶性地属于一个有,而我们说有教养的人是人,是因为有教养偶性地属于这个人(以同样的方式,我们也说“不白存在”,因为该偶性所属于的那个事物存在)。
—τὰ μὲν οὖν κατὰ συμβεβηκὸς εἶναι λεγόμενα οὕτω λέγεται ἢ διότι τῷ αὐτῷ ὄντι ἄμφω ὑπάρχει, ἢ ὅτι ὄντι ἐκείνῳ ὑπάρχει, ἢ ὅτι αὐτὸ ἔστιν ᾧ ὑπάρχει οὗ αὐτὸ κατηγορεῖται·
——因此,那些被称为偶性地存在的事物,之所以这样被称为,要么是因为两者都属于同一个有,要么是因为它属于那个有,要么是因为它自身就是那个被陈述者所属于的事物。
καθʼ αὑτὰ δὲ εἶναι λέγεται ὅσαπερ σημαίνει τὰ σχήματα τῆς κατηγορίας· ὁσαχῶς γὰρ λέγεται, τοσαυταχῶς τὸ εἶναι σημαίνει.
而那些被称为其自身存在的事物,就是范畴诸图式所表示的事物;因为这些图式有多少种说法,“存在”就有多少种含义。
ἐπεὶ οὖν τῶν κατηγορουμένων τὰ μὲν τί ἐστι σημαίνει, τὰ δὲ ποιόν, τὰ δὲ ποσόν, τὰ δὲ πρός τι, τὰ δὲ ποιεῖν ἢ πάσχειν, τὰ δὲ πού, τὰ δὲ ποτέ, ἑκάστῳ τούτων τὸ εἶναι ταὐτὸ σημαίνει· οὐθὲν γὰρ διαφέρει τὸ ἄνθρωπος ὑγιαίνων ἐστὶν ἢ τὸ ἄνθρωπος ὑγιαίνει, οὐδὲ τὸ ἄνθρωπος βαδίζων ἐστὶν ἢ τέμνων τοῦ ἄνθρωπος βαδίζει ἢ τέμνει, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
既然在被陈述者中,有些表示“是什么”(实体),有些表示“性质”,有些表示“数量”,有些表示“关系”,有些表示“能动”或“受动”,有些表示“何地”,有些表示“何时”,那么在其中每一种情况下,“存在”都表示与它们相同的意思;因为“人是健康的(处于健康状态中)”与“人健康”没有区别,而“人是步行的”或“是切割的”与“人步行”或“切割”也没有区别,其他情况也是如此。
ἔτι τὸ εἶναι σημαίνει καὶ τὸ ἔστιν ὅτι ἀληθές, τὸ δὲ μὴ εἶναι ὅτι οὐκ ἀληθὲς ἀλλὰ ψεῦδος, ὁμοίως ἐπὶ καταφάσεως καὶ ἀποφάσεως, οἷον ὅτι ἔστι Σωκράτης μουσικός, ὅτι ἀληθὲς τοῦτο, ἢ ὅτι ἔστι Σωκράτης οὐ λευκός, ὅτι ἀληθές· τὸ δʼ οὐκ ἔστιν ἡ διάμετρος σύμμετρος, ὅτι ψεῦδος.
此外,“存在”和“是”表示某事是真实的,“不存在”表示它不真实而是虚假的,在肯定和否定中都是如此;例如,“苏格拉底是有教养的”表示这是真实的,或者“苏格拉底是不白的”表示这是真实的,而“对角线是不通约的”表示这是虚假的。
ἔτι τὸ εἶναι σημαίνει καὶ τὸ ὂν τὸ μὲν δυνάμει ῥητὸν τὸ δʼ ἐντελεχείᾳ τῶν εἰρημένων τούτων· ὁρῶν τε γὰρ εἶναί φαμεν καὶ τὸ δυνάμει ὁρῶν καὶ τὸ ἐντελεχείᾳ, καὶ ἐπίστασθαι ὡσαύτως καὶ τὸ δυνάμενον χρῆσθαι τῇ ἐπιστήμῃ καὶ τὸ χρώμενον, καὶ ἠρεμοῦν καὶ ᾧ ἤδη ὑπάρχει ἠρεμία καὶ τὸ δυνάμενον ἠρεμεῖν.
此外,“存在”和“有”在刚才提到的这些事物中,还表示有些是潜能上的,有些是现实上的;因为我们说看的东西,既指潜在看的东西,也指现实看的东西;同样,知识的拥有也既指能够使用知识的人,也指正在使用它的人;静止的东西既指已经具有静止状态的东西,也指能够静止的东西。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν οὐσιῶν· καὶ γὰρ Ἑρμῆν ἐν τῷ λίθῳ φαμὲν εἶναι, καὶ τὸ ἥμισυ τῆς γραμμῆς, καὶ σῖτον τὸν μήπω ἁδρόν.
对于实体也是如此;因为我们说赫尔墨斯像在石头中,线的一半存在,以及尚未成熟的麦子存在。
πότε δὲ δυνατὸν καὶ πότε οὔπω, ἐν ἄλλοις διοριστέον.
至于何时是可能的,何时还不是,须在别处予以规定。
§5.8οὐσία λέγεται τά τε ἁπλᾶ σώματα, οἷον γῆ καὶ πῦρ καὶ ὕδωρ καὶ ὅσα τοιαῦτα, καὶ ὅλως σώματα καὶ τὰ ἐκ τούτων συνεστῶτα ζῷά τε καὶ δαιμόνια καὶ τὰ μόρια τούτων·
“实体”是指那些简单的物体,例如土、火、水及所有此类事物,以及总的来说的物体,以及由这些物体所构成的动物和神灵(精灵),以及它们的各个部分。
ἅπαντα δὲ ταῦτα λέγεται οὐσία ὅτι οὐ καθʼ ὑποκειμένου λέγεται ἀλλὰ κατὰ τούτων τὰ ἄλλα.
所有这些都被称为实体,因为它们不被用来陈述一个基质,而是其他事物被用来陈述它们。
ἄλλον δὲ τρόπον ὃ ἂν ᾖ αἴτιον τοῦ εἶναι, ἐνυπάρχον ἐν τοῖς τοιούτοις ὅσα μὴ λέγεται καθʼ ὑποκειμένου, οἷον ἡ ψυχὴ τῷ ζῴῳ.
在另一种意义上,是指作为存在之原因、内在并存在于那些不被陈述基质的事物之中的东西,例如动物中的灵魂。
ἔτι ὅσα μόρια ἐνυπάρχοντά ἐστιν ἐν τοῖς τοιούτοις ὁρίζοντά τε καὶ τόδε τι σημαίνοντα, ὧν ἀναιρουμένων ἀναιρεῖται τὸ ὅλον, οἷον ἐπιπέδου σῶμα, ὥς φασί τινες, καὶ ἐπίπεδον γραμμῆς·
此外,是指存在于此类事物之中的、起限定作用并表示“这个”的那些部分,如果它们被除去,整体也就被除去了,正如有些人所说,立体的平面、平面的线就是如此。
καὶ ὅλως ὁ ἀριθμὸς δοκεῖ εἶναί τισι τοιοῦτος (ἀναιρουμένου τε γὰρ οὐδὲν εἶναι, καὶ ὁρίζειν πάντα)·
而且总的来说,有些人认为数也是具有这种性质的(因为如果它被除去,就什么也不存在了,并且它限定了所有事物)。
ἔτι τὸ τί ἦν εἶναι, οὗ ὁ λόγος ὁρισμός, καὶ τοῦτο οὐσία λέγεται ἑκάστου.
此外,本质——其说明方式即为定义——也被称为各事物的实体。
συμβαίνει δὴ κατὰ δύο τρόπους τὴν οὐσίαν λέγεσθαι, τό θʼ ὑποκείμενον ἔσχατον, ὃ μηκέτι κατʼ ἄλλου λέγεται, καὶ ὃ ἂν τόδε τι ὂν καὶ χωριστὸν ᾖ· τοιοῦτον δὲ ἑκάστου ἡ μορφὴ καὶ τὸ εἶδος.
因此,实体是在两种意义上被说的:一是指究极的基质,它不再被用来陈述其他任何事物;二是指既是“这个”又是可分离的那个东西;而各事物的形状和形相就是具有这种性质的。