Humanitext Reader

亚里士多德 · 形而上学 §5.11

先于与后于的诸种含义与定义

第 51 段,共 159 段 · 希腊语

内容简介

亚里士多德梳理并定义了“先于”与“后于”的多重含义,包括因接近始点(在空间、时间、运动、能力和秩序上)、认识顺序(在说明方式与感觉上)、属性先后以及自然与实体(潜能与实现)意义上的先后。

§5.11πρότερα καὶ ὕστερα λέγεται ἔνια μέν, ὡς ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει, τῷ ἐγγύτερον εἶναι ἀρχῆς τινὸς ὡρισμένης ἢ ἁπλῶς καὶ τῇ φύσει ἢ πρός τι ἢ ποὺ ἢ ὑπό τινων, οἷον τὰ μὲν κατὰ τόπον τῷ εἶναι ἐγγύτερον ἢ φύσει τινὸς τόπου ὡρισμένου (οἷον τοῦ μέσου ἢ τοῦ ἐσχάτου) ἢ πρὸς τὸ τυχόν, τὸ δὲ πορρώτερον ὕστερον·
“先于”与“后于”在一种意义上被说,是因为在每个类中都存在着某种第一事物或始点的前提下,由于它们更接近某个被确定的始点,这个始点要么是单纯且自然如此的,要么是相对于某物、或在某处、或由某些人确定的。 例如,有些事物是在空间(地方)上如此,因为它们更接近某个由自然确定的地方(例如中心或极端),或者接近任意的地方,而较远的事物则是后于。
τὰ δὲ κατὰ χρόνον (τὰ μὲν γὰρ τῷ πορρώτερον τοῦ νῦν, οἷον ἐπὶ τῶν γενομένων, πρότερον γὰρ τὰ Τρωϊκὰ τῶν Μηδικῶν ὅτι πορρώτερον ἀπέχει τοῦ νῦν· τὰ δὲ τῷ ἐγγύτερον τοῦ νῦν, οἷον ἐπὶ τῶν μελλόντων, πρότερον γὰρ Νέμεα Πυθίων ὅτι ἐγγύτερον τοῦ νῦν τῷ νῦν ὡς ἀρχῇ καὶ πρώτῳ χρησαμένων)·
另一些事物则是在时间上如此(对于过去发生的事,是由于离“现在”更远,例如特洛伊战争先于希波战争,因为离“现在”距离更远;而对于未来的事,则是由于离“现在”更近,例如尼米亚竞技先于皮提亚竞技,因为在把“现在”作为始点和第一事物来使用时,它更接近“现在”)。
τὰ δὲ κατὰ κίνησιν (τὸ γὰρ ἐγγύτερον τοῦ πρώτου κινήσαντος πρότερον, οἷον παῖς ἀνδρός· ἀρχὴ δὲ καὶ αὕτη τις ἁπλῶς)·
另一些事物在运动上如此(因为更接近第一推动者的是先于,例如男孩先于成年男子;这在单纯意义上也是一种始点)。
τὰ δὲ κατὰ δύναμιν (τὸ γὰρ ὑπερέχον τῇ δυνάμει πρότερον, καὶ τὸ δυνατώτερον· τοιοῦτον δʼ ἐστὶν οὗ κατὰ τὴν προαίρεσιν ἀνάγκη ἀκολουθεῖν θάτερον καὶ τὸ ὕστερον, ὥστε μὴ κινοῦντός τε ἐκείνου μὴ κινεῖσθαι καὶ κινοῦντος κινεῖσθαι· ἡ δὲ προαίρεσις ἀρχή)·
另一些事物在能力上如此(因为在能力上优越的、更有能力的是先于;此类事物是指,根据其抉择,另一者即后于者必须随之行动,以至于在前着不推动时后者也不动,在前着推动时后者就动;而抉择是一种始点)。
τὰ δὲ κατὰ τάξιν (ταῦτα δʼ ἐστὶν ὅσα πρός τι ἓν ὡρισμένον διέστηκε κατά τινα λόγον, οἷον παραστάτης τριτοστάτου πρότερον καὶ παρανήτη νήτης· ἔνθα μὲν γὰρ ὁ κορυφαῖος ἔνθα δὲ ἡ μέση ἀρχή)·
另一些事物在秩序上如此(这些是指所有相对于某个被确定的单一事物、按照某种比例保持距离的事物,例如队列中第二排的士兵先于第三排的士兵,次高音弦先于最高音弦;因为在前一情况下领唱者是始点,在后一情况下中音弦是始点)。
—ταῦτα μὲν οὖν πρότερα τοῦτον λέγεται τὸν τρόπον, ἄλλον δὲ τρόπον τὸ τῇ γνώσει πρότερον ὡς καὶ ἁπλῶς πρότερον.
——因此,这些事物是按这种方式被称为先于,但在另一种意义上,在认识上先于的也被称为单纯意义上的先于。
τούτων δὲ ἄλλως τὰ κατὰ τὸν λόγον καὶ τὰ κατὰ τὴν αἴσθησιν.
在这些事物中,根据说明方式(定义)而先于的和根据感觉而先于的是不同的。
κατὰ μὲν γὰρ τὸν λόγον τὰ καθόλου πρότερα κατὰ δὲ τὴν αἴσθησιν τὰ καθʼ ἕκαστα·
因为根据说明方式,普遍者是先于,而根据感觉,个别者是先于。
καὶ κατὰ τὸν λόγον δὲ τὸ συμβεβηκὸς τοῦ ὅλου πρότερον, οἷον τὸ μουσικὸν τοῦ μουσικοῦ ἀνθρώπου· οὐ γὰρ ἔσται ὁ λόγος ὅλος ἄνευ τοῦ μέρους· καίτοι οὐκ ἐνδέχεται μουσικὸν εἶναι μὴ ὄντος μουσικοῦ τινός.
并且在说明方式上,偶性也先于整体,例如“有教养的”先于“有教养的人”;因为没有部分,整体的说明方式就不能成立;然而,若不存在某个有教养的人,就不可能有“有教养的”存在。
ἔτι πρότερα λέγεται τὰ τῶν προτέρων πάθη, οἷον εὐθύτης λειότητος· τὸ μὲν γὰρ γραμμῆς καθʼ αὑτὴν πάθος τὸ δὲ ἐπιφανείας.
此外,先于之物的属性也被称为先于,例如直先于平滑;因为前者是线自身的属性,而后者是面的属性。
τὰ μὲν δὴ οὕτω λέγεται πρότερα καὶ ὕστερα, τὰ δὲ κατὰ φύσιν καὶ οὐσίαν, ὅσα ἐνδέχεται εἶναι ἄνευ ἄλλων, ἐκεῖνα δὲ ἄνευ ἐκείνων μή· ᾗ διαιρέσει ἐχρήσατο Πλάτων.
于是,一些事物是这样被称为先于和后于,而另一些事物则是在自然和实体上如此,即那些可以在没有其他事物的情况下存在,而其他事物在没有它们的情况下却不能存在的事物;柏拉图曾使用过这一区分。
(ἐπεὶ δὲ τὸ εἶναι πολλαχῶς, πρῶτον μὲν τὸ ὑποκείμενον πρότερον, διὸ ἡ οὐσία πρότερον, ἔπειτα ἄλλως τὰ κατὰ δύναμιν καὶ κατʼ ἐντελέχειαν·
(既然“存在”是在多种意义上被说的,那么首先,主体是先于,因此实体是先于;其次,根据潜能和实现,事物在不同的意义上是先于。
τὰ μὲν γὰρ κατὰ δύναμιν πρότερά ἐστι τὰ δὲ κατὰ ἐντελέχειαν, οἷον κατὰ δύναμιν μὲν ἡ ἡμίσεια τῆς ὅλης καὶ τὸ μόριον τοῦ ὅλου καὶ ἡ ὕλη τῆς οὐσίας, κατʼ ἐντελέχειαν δʼ ὕστερον· διαλυθέντος γὰρ κατʼ ἐντελέχειαν ἔσται.
因为有些在潜能上是先于,有些在实现上是先于;例如在潜能上,半条线先于整条线,部分先于整体,物质先于实体,但在实现上它们是后于;因为只有在整体被分解之后,它们才会在实现上存在。
) τρόπον δή τινα πάντα τὰ πρότερον καὶ ὕστερον λεγόμενα κατὰ ταῦτα λέγεται·
)因而,在某种意义上,所有被称为先于和后于的事物都是根据这些标准而被说的。
τὰ μὲν γὰρ κατὰ γένεσιν ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι, οἷον τὸ ὅλον τῶν μορίων, τὰ δὲ κατὰ φθοράν, οἷον τὸ μόριον τοῦ ὅλου.
因为有些事物在生成上可以在没有其他事物的情况下存在(例如整体之于部分),而另一些事物在消灭上是如此(例如部分之于整体)。
ὁμοίως δὲ καὶ τἆλλα.
对于其他情况也是如此。

词汇与语法注释

  1. 1018bτῷ ἐγγύτερον εἶναι — 表示原因或理由的带冠词不定词与格短语,意为“因为(更接近某个被确定的始点)”。
  2. 1018bτῷ νῦν ὡς ἀρχῇ καὶ πρώτῳ χρησαμένων — 属格绝对独立分词结构。此处省略了语义上的主语(如“我们”),应理解为“当我们把‘现在’作为始点和第一事物来使用时”。
  3. 1018bοὗ κατὰ τὴν προαίρεσιν ἀνάγκη ἀκολουθεῖν θάτερον καὶ τὸ ὕστερον — 关系代词 οὗ(属格)以在能力上先于的事物(前句中的 τοιοῦτον)为先行词,修饰 προαίρεσιν,意为“根据其抉择”。
  4. 1019aᾗ διαιρέσει ἐχρήσατο Πλάτων — 关系代词的格同化现象。关系代词 ᾗ 被吸引至其先行词 διαιρέσει 的格(与格,由动词 ἐχρήσατο 支配)。其底层结构相当于 ταύτῃ τῇ διαιρέσει ᾗ ἐχρήσατο Πλάτων(“柏拉图曾使用过的这一区分”)。
  5. 1019aδιαλυθέντος γὰρ κατʼ ἐντελέχειαν ἔσται — 属格绝对独立分词结构,省略了分词 διαλυθέντος 语义上的主语“整体”(τοῦ ὅλου)。动词 ἔσται 的主语是前一句中的“一半”或“部分”。意指只有在整体被实际分解之后,部分才在实现上存在。

引用这一段

亚里士多德, 形而上学 §5.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:5.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。