Humanitext Reader

亚里士多德 · 形而上学 §5.6#2

本质之单一与作为数之原理的单一及多

第 48 段,共 159 段 · 希腊语

内容简介

亚里士多德解释了因陈述本质的定义不可分割性以及形相的同一性而被说为“一”的情况。他将“一”概念化为数的原理,对数量、形相、类和类比上的单一性及其层级关系进行分类,并对应地定义了“多”。

§5.6#2ἔτι δὲ ἓν λέγεται ὅσων ὁ λόγος ὁ τὸ τί ἦν εἶναι λέγων ἀδιαίρετος πρὸς ἄλλον τὸν δηλοῦντα τὸ πρᾶγμα (αὐτὸς γὰρ καθʼ αὑτὸν πᾶς λόγος διαιρετός).
此外,那些陈述本质的说明方式,相对于另一个表明该事物的说明方式而言是不可分割的,也被称为“一”(因为任何说明方式本身在其自身中都是可分割的)。
οὕτω γὰρ καὶ τὸ ηὐξημένον καὶ φθῖνον ἕν ἐστιν, ὅτι ὁ λόγος εἷς, ὥσπερ ἐπὶ τῶν ἐπιπέδων ὁ τοῦ εἴδους.
因为在这种意义上,增加者和减少者也是“一”,因为它们的说明方式是一,正如在平面中其形相的说明方式是一一样。
ὅλως δὲ ὧν ἡ νόησις ἀδιαίρετος ἡ νοοῦσα τὸ τί ἦν εἶναι, καὶ μὴ δύναται χωρίσαι μήτε χρόνῳ μήτε τόπῳ μήτε λόγῳ, μάλιστα ταῦτα ἕν, καὶ τούτων ὅσα οὐσίαι·
总的来说,凡是思考本质的思惟是不可分割的,且无法在时间上、空间上或说明方式上予以分离的事物,最是“一”,而在这些事物中,尤其是那些作为实体的。
καθόλου γὰρ ὅσα μὴ ἔχει διαίρεσιν, ᾗ μὴ ἔχει, ταύτῃ ἓν λέγεται, οἷον εἰ ᾗ ἄνθρωπος μὴ ἔχει διαίρεσιν, εἷς ἄνθρωπος, εἰ δʼ ᾗ ζῷον, ἓν ζῷον, εἰ δὲ ᾗ μέγεθος, ἓν μέγεθος.
因为总的来说,凡是没有分割的事物,只要它没有分割,就在这方面被称为“一”;例如,如果它作为人没有分割,就是一个人;如果作为动物没有分割,就是一只动物;如果作为大小没有分割,就是一个大小。
τὰ μὲν οὖν πλεῖστα ἓν λέγεται τῷ ἕτερόν τι ἢ ποιεῖν ἢ ἔχειν ἢ πάσχειν ἢ πρός τι εἶναι ἕν, τὰ δὲ πρώτως λεγόμενα ἓν ὧν ἡ οὐσία μία, μία δὲ ἢ συνεχείᾳ ἢ εἴδει ἢ λόγῳ·
因此,大多数事物之所以被称为“一”,是因为它们对另一个一的事物施加作用、或占有它、或承受其作用、或与其相关;但那些在首要意义上被称为“一”的,是那些实体是一的事物,而实体是一要么是因为连续性、要么是因为形相、要么是因为说明方式。
καὶ γὰρ ἀριθμοῦμεν ὡς πλείω ἢ τὰ μὴ συνεχῆ ἢ ὧν μὴ ἓν τὸ εἶδος ἢ ὧν ὁ λόγος μὴ εἷς.
因为我们确实把那些不连续的、或形相不是一的、或说明方式不是一的事物,数作多个。
ἔτι δʼ ἔστι μὲν ὡς ὁτιοῦν ἕν φαμεν εἶναι ἂν ᾖ ποσὸν καὶ συνεχές, ἔστι δʼ ὡς οὔ, ἂν μή τι ὅλον ᾖ, τοῦτο δὲ ἂν μὴ τὸ εἶδος ἔχῃ ἕν·
此外,在某种意义上,我们说任何事物只要是量且是连续的,就是“一”;但在另一种意义上,我们并不这样说,除非它是一个整体,而这就是说如果它不具有一个单一的形相。
οἷον οὐκ ἂν φαῖμεν ὁμοίως ἓν ἰδόντες ὁπωσοῦν τὰ μέρη συγκείμενα τοῦ ὑποδήματος, ἐὰν μὴ διὰ τὴν συνέχειαν, ἀλλʼ ἐὰν οὕτως ὥστε ὑπόδημα εἶναι καὶ εἶδός τι ἔχειν ἤδη ἕν·
例如,如果我们看到鞋子的各个部分以任何方式组合在一起,我们不会以同样的方式说它们是一,除非是因为它们的连续性,而只有当它们组合得能成为一双鞋、并且已经具有了某种单一的形相时,我们才称其为一。
διὸ καὶ ἡ τοῦ κύκλου μάλιστα μία τῶν γραμμῶν, ὅτι ὅλη καὶ τέλειός ἐστιν.
因此,圆的线也是所有线中最是一的,因为它是整体且完备的。
—τὸ δὲ ἑνὶ εἶναι ἀρχῇ τινί ἐστιν ἀριθμοῦ εἶναι· τὸ γὰρ πρῶτον μέτρον ἀρχή, ᾧ γὰρ πρώτῳ γνωρίζομεν, τοῦτο πρῶτον μέτρον ἑκάστου γένους· ἀρχὴ οὖν τοῦ γνωστοῦ περὶ ἕκαστον τὸ ἕν.
“是一”就是作为数的某种原理;因为第一个测量尺度就是原理,因为我们最先凭借它来认识的,就是每个类的第一个测量尺度;因而,关于每种事物的可知者的原理就是“一”。
οὐ ταὐτὸ δὲ ἐν πᾶσι τοῖς γένεσι τὸ ἕν. ἔνθα μὲν γὰρ δίεσις ἔνθα δὲ τὸ φωνῆεν ἢ ἄφωνον· βάρους δὲ ἕτερον καὶ κινήσεως ἄλλο.
但在所有的类中,“一”并不相同;因为在某一类中它是迪西斯,在另一类中它是元音或无声音;在重量中它是另一事物,在运动中又是另一事物。
πανταχοῦ δὲ τὸ ἓν ἢ τῷ ποσῷ ἢ τῷ εἴδει ἀδιαίρετον.
但在任何地方,“一”要么在数量上、要么在形相上是不可分割的。
τὸ μὲν οὖν κατὰ τὸ ποσὸν ἀδιαίρετον, τὸ μὲν πάντῃ καὶ ἄθετον λέγεται μονάς, τὸ δὲ πάντῃ καὶ θέσιν ἔχον στιγμή, τὸ δὲ μοναχῇ γραμμή, τὸ δὲ διχῇ ἐπίπεδον, τὸ δὲ πάντῃ καὶ τριχῇ διαιρετὸν κατὰ τὸ ποσὸν σῶμα·
因此,在数量上不可分割的东西中,如果在任何方面都不可分割且无位置,就被称为“单子”;如果在任何方面都不可分割且有位置,则是“点”;如果仅在一个维度上分割,则是“线”;如果在两个维度上,则是“平面”;而在数量上在任何方面、即在三个维度上都可分割的是“物体”。
καὶ ἀντιστρέψαντι δὴ τὸ μὲν διχῇ διαιρετὸν ἐπίπεδον, τὸ δὲ μοναχῇ γραμμή, τὸ δὲ μηδαμῇ διαιρετὸν κατὰ τὸ ποσὸν στιγμὴ καὶ μονάς, ἡ μὲν ἄθετος μονὰς ἡ δὲ θετὸς στιγμή.
反过来,在两个维度上可分割的是平面,在一个维度上可分割的是线,而在数量上任何方面都不可分割的是点和单子,其中无位置的是单子,有位置的是点。
ἔτι δὲ τὰ μὲν κατʼ ἀριθμόν ἐστιν ἕν, τὰ δὲ κατʼ εἶδος, τὰ δὲ κατὰ γένος, τὰ δὲ κατʼ ἀναλογίαν, ἀριθμῷ μὲν ὧν ἡ ὕλη μία, εἴδει δʼ ὧν ὁ λόγος εἷς, γένει δʼ ὧν τὸ αὐτὸ σχῆμα τῆς κατηγορίας, κατʼ ἀναλογίαν δὲ ὅσα ἔχει ὡς ἄλλο πρὸς ἄλλο.
此外,有些事物在数量上是一,有些在形相上是一,有些在类上是一,有些在类比上是一;在数量上是一是指它们的质料是一,在形相上是一是指它们的说明方式是一,在类上是一是指它们具有相同的范畴图式,在类比上是一则是指那些事物之间的关系,正如一个事物相对于另一个事物一样。
ἀεὶ δὲ τὰ ὕστερα τοῖς ἔμπροσθεν ἀκολουθεῖ, οἷον ὅσα ἀριθμῷ καὶ εἴδει ἕν, ὅσα δʼ εἴδει οὐ πάντα ἀριθμῷ· ἀλλὰ γένει πάντα ἓν ὅσαπερ καὶ εἴδει, ὅσα δὲ γένει οὐ πάντα εἴδει ἀλλʼ ἀναλογίᾳ· ὅσα δὲ ἀνολογίᾳ οὐ πάντα γένει.
并且,后继者总是伴随着前驱者;例如,凡是在数量上是一的,在形相上也是一,但在形相上是一的并不全在数量上是一;反之,凡是在形相上是一的,在类上全是一,但在类上是一的并不全在形相上是一,而是在类比上是一;而在类比上是一的并不全在类上是一。
φανερὸν δὲ καὶ ὅτι τὰ πολλὰ ἀντικειμένως λεχθήσεται τῷ ἑνί· τὰ μὲν γὰρ τῷ μὴ συνεχῆ εἶναι, τὰ δὲ τῷ διαιρετὴν ἔχειν τὴν ὕλην κατὰ τὸ εἶδος, ἢ τὴν πρώτην ἢ τὴν τελευταίαν, τὰ δὲ τῷ τοὺς λόγους πλείους τοὺς τί ἦν εἶναι λέγοντας.
同样显然的是,“多”将以与“一”相反的方式被说明;因为有些事物之所以被称为多,是因为它们不连续;有些是因为它们的质料在形相上是可分割的(无论是第一质料还是最终质料);另一些则是因为陈述其本质的说明方式是多个。

词汇与语法注释

  1. 1016b1ἡ νόησις ἀδιαίρετος ἡ νοοῦσα τὸ τί ἦν εἶναι — 阴性单数主格现在分词活性态 νοοῦσα 直接修饰阴性名词 νόησις(思惟、理智把握)。本质(τὸ τί ἦν εἶναι)作为分词的直接宾语,表明理智把握直接且不可分割地抓取其对象。
  2. 1016b17τὸ δὲ ἑνὶ εἶναι — 意为“是一”(或“作为一的本质”),这是亚里士多德定义本质的特征性句式。不定式 εἶναι 的补足语使用了与格 ἑνί 而非预期的宾格,反映了哲学上通过与格表示属性或本质属于该主体的用法。
  3. 1016b34ὧν τὸ αὐτὸ σχῆμα τῆς κατηγορίας — 定义“在类上是一”。属格关系代词 ὧν 指代省略的主语“被称为一的事物”。短语 σχῆμα τῆς κατηγορίας(“范畴的图式/配置”)指的是实体、数量、性质等基本范畴本身,意味着属于同一范畴的事物在类上是一。
  4. 1016b34ὅσα ἔχει ὡς ἄλλο πρὸς ἄλλο — 定义“在类比上是一”。动词 ἔχει 在此作不及物动词,表示“处于某种状态”,省略了类似 οὕτως 的副词。它的意思是“凡是其关系正如一个事物相对于另一个事物一样的事物”,代表比例上的相似性(A 对 B 犹如 C 对 D)。
  5. 1016b35ἀεὶ δὲ τὰ ὕστερα τοῖς ἔμπροσθεν ἀκολουθεῖ — 描述单一性的四种类型(数量、形相、类、类比)之间的层级包容关系。动词 ἀκολουθεῖ(“伴随”或“蕴含”)支配与格 τοῖς ἔμπροσθεν,表示一种单向的依赖关系:更先(更具体)的单一性总是伴随着更后(更宽泛)的单一性,反之则不然。

引用这一段

亚里士多德, 形而上学 §5.6#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:5.6%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。