§5.6#1ἓν λέγεται τὸ μὲν κατὰ συμβεβηκὸς τὸ δὲ καθʼ αὑτό, κατὰ συμβεβηκὸς μὲν οἷον Κορίσκος καὶ τὸ μουσικόν, καὶ Κορίσκος μουσικός (ταὐτὸ γὰρ εἰπεῖν Κορίσκος καὶ τὸ μουσικόν, καὶ Κορίσκος μουσικός), καὶ τὸ μουσικὸν καὶ τὸ δίκαιον, καὶ μουσικὸς Κορίσκος καὶ δίκαιος Κορίσκος·
“一”在一种意义上是指偶然的,在另一种意义上是指其自身的。 偶然的“一”例如:科里斯科与“有教养的(音乐的)”,以及“有教养的科里斯科”(因为说科里斯科与有教养的,和说有教养的科里斯科是同一回事);还有,“有教养的”与“正直的”,以及“有教养的科里斯科”与“正直的科里斯科”。
πάντα γὰρ ταῦτα ἓν λέγεται κατὰ συμβεβηκός, τὸ μὲν δίκαιον καὶ τὸ μουσικὸν ὅτι μιᾷ οὐσίᾳ συμβέβηκεν, τὸ δὲ μουσικὸν καὶ Κορίσκος ὅτι θάτερον θατέρῳ συμβέβηκεν·
因为所有这些在偶然的意义上都被称为“一”:正直与有教养被称为“一”,是因为它们是一个实体的偶然属性;有教养与科里斯科被称为“一”,是因为其中一个是个体的偶然属性。
ὁμοίως δὲ τρόπον τινὰ καὶ ὁ μουσικὸς Κορίσκος τῷ Κορίσκῳ ἓν ὅτι θάτερον τῶν μορίων θατέρῳ συμβέβηκε τῶν ἐν τῷ λόγῳ, οἷον τὸ μουσικὸν τῷ Κορίσκῳ· καὶ ὁ μουσικὸς Κορίσκος δικαίῳ Κορίσκῳ ὅτι ἑκατέρου μέρος τῷ αὐτῷ ἑνὶ συμβέβηκεν ἕν.
同样地,在某种意义上,“有教养的科里斯科”与“科里斯科”也是“一”,是因为说明(定义)中的部分(要素)之一,例如“有教养的”,是另一个(科里斯科)的偶然属性;而“有教养的科里斯科”与“正直的科里斯科”是“一”,是因为它们各自的一部分都是同一个“一”的偶然属性。
ὡσαύτως δὲ κἂν ἐπὶ γένους κἂν ἐπὶ τῶν καθόλου τινὸς ὀνομάτων λέγηται τὸ συμβεβηκός, οἷον ὅτι ἄνθρωπος τὸ αὐτὸ καὶ μουσικὸς ἄνθρωπος· ἢ γὰρ ὅτι τῷ ἀνθρώπῳ μιᾷ οὔσῃ οὐσίᾳ συμβέβηκε τὸ μουσικόν, ἢ ὅτι ἄμφω τῶν καθʼ ἕκαστόν τινι συμβέβηκεν, οἷον Κορίσκῳ.
同样地,即使偶然属性是在类或某种普遍名词的情况下被说及,也是如此,例如说“人”与“有教养的人”是同一的;因为这要么是因为“有教养的”是“人”(这一个实体)的偶然属性,要么是因为两者都是某个体(例如科里斯科)的偶然属性。
πλὴν οὐ τὸν αὐτὸν τρόπον ἄμφω ὑπάρχει, ἀλλὰ τὸ μὲν ἴσως ὡς γένος καὶ ἐν τῇ οὐσίᾳ τὸ δὲ ὡς ἕξις ἢ πάθος τῆς οὐσίας.
只不过两者所属的方式不同,其中一个也许作为类而存在于实体之中,而另一个则作为实体的状态或受动性质。
—ὅσα μὲν οὖν κατὰ συμβεβηκὸς λέγεται ἕν, τοῦτον τὸν τρόπον λέγεται·
那么,凡是在偶然意义上被称为“一”的,就是以这种方式被称为“一”。
τῶν δὲ καθʼ ἑαυτὰ ἓν λεγομένων τὰ μὲν λέγεται τῷ συνεχῆ εἶναι, οἷον φάκελος δεσμῷ καὶ ξύλα κόλλῃ·
而在其自身意义上被称为“一”的事物中,有些是因为连续而被这样称呼的,例如用带子捆起来的一束柴,以及用胶粘起来的木材。
καὶ γραμμή, κἂν κεκαμμένη ᾖ, συνεχὴς δέ, μία λέγεται, ὥσπερ καὶ τῶν μερῶν ἕκαστον, οἷον σκέλος καὶ βραχίων.
一条线,即使它是弯曲的,只要它是连续的,就被称为“一”,正如肢体的每一部分(例如腿和手臂)一样。
αὐτῶν δὲ τούτων μᾶλλον ἓν τὰ φύσει συνεχῆ ἢ τέχνῃ.
在这些事物本身中,自然连续的比人工连续的更是一。
συνεχὲς δὲ λέγεται οὗ κίνησις μία καθʼ αὑτὸ καὶ μὴ οἷόν τε ἄλλως· μία δʼ οὗ ἀδιαίρετος, ἀδιαίρετος δὲ κατὰ χρόνον.
那其自身的运动是一且不能是其他状态的,被称为连续的;而当运动是不可分割的,且在时间上是不可分割的时候,运动就是一。
καθʼ αὑτὰ δὲ συνεχῆ ὅσα μὴ ἁφῇ ἕν· εἰ γὰρ θείης ἁπτόμενα ἀλλήλων ξύλα, οὐ φήσεις ταῦτα εἶναι ἓν οὔτε ξύλον οὔτε σῶμα οὔτʼ ἄλλο συνεχὲς οὐδέν.
在其自身意义上连续的事物是指那些不仅通过接触而成为一的事物;因为如果你把互相接触的木材放在一起,你不会说这些是一,既不是一根木材,也不是一个物体,更不是任何其他连续的东西。
τά τε δὴ ὅλως συνεχῆ ἓν λέγεται κἂν ἔχῃ κάμψιν, καὶ ἔτι μᾶλλον τὰ μὴ ἔχοντα κάμψιν, οἷον κνήμη ἢ μηρὸς σκέλους, ὅτι ἐνδέχεται μὴ μίαν εἶναι τὴν κίνησιν τοῦ σκέλους.
因此,总的来说,连续的事物即使有弯曲也被称为“一”,而没有弯曲的则更是一,例如腿的胫骨或大腿,因为整个腿的运动有可能不是一。
καὶ ἡ εὐθεῖα τῆς κεκαμμένης μᾶλλον ἕν· τὴν δὲ κεκαμμένην καὶ ἔχουσαν γωνίαν καὶ μίαν καὶ οὐ μίαν λέγομεν, ὅτι ἐνδέχεται καὶ μὴ ἅμα τὴν κίνησιν αὐτῆς εἶναι καὶ ἅμα· τῆς δʼ εὐθείας ἀεὶ ἅμα, καὶ οὐδὲν μόριον ἔχον μέγεθος τὸ μὲν ἠρεμεῖ τὸ δὲ κινεῖται, ὥσπερ τῆς κεκαμμένης.
直线比弯曲的线更是一;至于有角的折线,我们既说它是一,又说它不是一,因为它的运动可能不是同时的,也可能是同时的;而直线的运动总是同时的,并且其具有大小的任何部分,决不会像在折线中那样,一部分静止而另一部分在运动。
ἔτι ἄλλον τρόπον ἓν λέγεται τῷ τὸ ὑποκείμενον τῷ εἴδει εἶναι ἀδιάφορον· ἀδιάφορον δʼ ὧν ἀδιαίρετον τὸ εἶδος κατὰ τὴν αἴσθησιν·
此外,在另一种意义上,事物被称为“一”是因为其底层的主体(基体)在形式上是无差别的;而当它的形式在感觉上是不可分割的时候,它就是无差别的。
τὸ δʼ ὑποκείμενον ἢ τὸ πρῶτον ἢ τὸ τελευταῖον πρὸς τὸ τέλος·
底层的主体要么是第一的,要么是相对于终点(目的)而言是最后的。
καὶ γὰρ οἶνος εἷς λέγεται καὶ ὕδωρ ἕν, ᾗ ἀδιαίρετον κατὰ τὸ εἶδος, καὶ οἱ χυμοὶ πάντες λέγονται ἕν (οἷον ἔλαιον οἶνος) καὶ τὰ τηκτά, ὅτι πάντων τὸ ἔσχατον ὑποκείμενον τὸ αὐτό· ὕδωρ γὰρ ἢ ἀὴρ πάντα ταῦτα.
因为酒被称为一,水被称为一,在于它们在形式上是不可分割的;所有汁液(例如油和酒)以及可融化的东西都被称为一,因为所有这些的终极底层主体是同一的,因为所有这些都是水或空气。
λέγεται δʼ ἓν καὶ ὧν τὸ γένος ἓν διαφέρον ταῖς ἀντικειμέναις διαφοραῖς—καὶ ταῦτα λέγεται πάντα ἓν ὅτι τὸ γένος ἓν τὸ ὑποκείμενον ταῖς διαφοραῖς (οἷον ἵππος ἄνθρωπος κύων ἕν τι ὅτι πάντα ζῷα), καὶ τρόπον δὴ παραπλήσιον ὥσπερ ἡ ὕλη μία.
还有那些其类是一、但因相反的差异而有所不同的事物也被称为“一”;所有这些被称为“一”,是因为作为这些差异底层主体的类是一(例如,马、人和狗是某一个,因为它们都是动物),这与质料是一的方式非常相似。
ταῦτα δὲ ὁτὲ μὲν οὕτως ἓν λέγεται, ὁτὲ δὲ τὸ ἄνω γένος ταὐτὸν λέγεται —ἂν ᾖ τελευταῖα τοῦ γένους εἴδη—τὸ ἀνωτέρω τούτων, οἷον τὸ ἰσοσκελὲς καὶ τὸ ἰσόπλευρον ταὐτὸ καὶ ἓν σχῆμα ὅτι ἄμφω τρίγωνα· τρίγωνα δʼ οὐ ταὐτά.
这些事物有时以这种方式被称为一,有时当它们是类的最底层物种时,它们之上的更高一级的类被称为是相同的,例如,等腰三角形和等边三角形是同一的且是一个图形,因为两者都是三角形,但它们不是相同的三角形。