§5.2#1αἴτιον λέγεται ἕνα μὲν τρόπον ἐξ οὗ γίγνεταί τι ἐνυπάρχοντος, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ ἄργυρος τῆς φιάλης καὶ τὰ τούτων γένη· ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα, τοῦτο δʼ ἐστὶν ὁ λόγος τοῦ τί ἦν εἶναι καὶ τὰ τούτου γένη (οἷον τοῦ διὰ πασῶν τὸ δύο πρὸς ἓν καὶ ὅλως ὁ ἀριθμός) καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ. ἔτι ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἡ πρώτη ἢ τῆς ἠρεμήσεως, οἷον ὁ βουλεύσας αἴτιος, καὶ ὁ πατὴρ τοῦ τέκνου καὶ ὅλως τὸ ποιοῦν τοῦ ποιουμένου καὶ τὸ μεταβλητικὸν τοῦ μεταβάλλοντος. ἔτι ὡς τὸ τέλος· τοῦτο δʼ ἐστὶ τὸ οὗ ἕνεκα, οἷον τοῦ περιπατεῖν ἡ ὑγίεια.
“原因”是指:(1)在一种意义上,作为内在的东西,事物由此产生的那种东西,例如雕像的青铜、祭杯的白银,以及它们的属;(2)在另一种意义上,是指形相或范型,即事物的“本性”(“是什么曾是其所是”)的公式(定义),以及它的属(例如对于八度音程而言,是二比一的关系,以及一般意义上的数),还有公式中的部分;(3)此外,是指变化或静止的最初起点的源泉,例如提出建议的人是原因,父亲是孩子的原因,一般而言,制作者是制作物的原因,使变化者是变化物的原因;(4)此外,是指作为目的(终点),即“为了什么”,例如散步的目的是健康。
διὰ τί γὰρ περιπατεῖ;
因为,当问到“他为什么散步?
φαμέν. ἵνα ὑγιαίνῃ. καὶ εἰπόντες οὕτως οἰόμεθα ἀποδεδωκέναι τὸ αἴτιον.
”时,我们说“为了健康”,这样说我们便认为给出了原因。
καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίγνεται τοῦ τέλους, οἷον τῆς ὑγιείας ἡ ἰσχνασία ἢ ἡ κάθαρσις ἢ τὰ φάρμακα ἢ τὰ ὄργανα· πάντα γὰρ ταῦτα τοῦ τέλους ἕνεκά ἐστι, διαφέρει δὲ ἀλλήλων ὡς ὄντα τὰ μὲν ὄργανα τὰ δʼ ἔργα.
此外,在推动者之后到目的之间所产生的一切中间物,例如对于健康而言,消瘦、洗涤、药物或工具;因为所有这些都是为了目的而存在的,尽管它们彼此之间的区别在于,有些是工具,有些是活动。
τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς λέγεται, συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι οὐ κατὰ συμβεβηκός (οἷον τοῦ ἀνδριάντος καὶ ἡ ἀνδριαντοποιητικὴ καὶ ὁ χαλκὸς οὐ καθʼ ἕτερόν τι ἀλλʼ ᾗ ἀνδριάς· ἀλλʼ οὐ τὸν αὐτὸν τρόπον ἀλλὰ τὸ μὲν ὡς ὕλη τὸ δʼ ὡς ὅθεν ἡ κίνησις), καὶ ἀλλήλων αἴτια (οἷον τὸ πονεῖν τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν· ἀλλʼ οὐ τὸν αὐτὸν τρόπον ἀλλὰ τὸ μὲν ὡς τέλος τὸ δʼ ὡς ἀρχὴ κινήσεως).
原因大约就是在这几种意义上被使用的,而由于原因有多种意义,所以同一事物会有多个原因,且不是偶然的(例如,对于雕像而言,雕塑术和青铜都是它的原因,不是由于别的什么,而是就其是雕像而言;但这并不是以相同的方式,而是其中之一作为质料,另一个作为运动的源泉);原因也可以是互为原因的(例如运动是健康的原因,而健康又是运动的原因;但这并不是以相同的方式,而是其中之一作为目的,另一个作为运动的起点)。
ἔτι δὲ ταὐτὸ τῶν ἐναντίων ἐστίν· ὃ γὰρ παρὸν αἴτιον τουδί, τοῦτʼ ἀπὸν αἰτιώμεθα ἐνίοτε τοῦ ἐναντίου, οἷον τὴν ἀπουσίαν τοῦ κυβερνήτου τῆς ἀνατροπῆς, οὗ ἦν ἡ παρουσία αἰτία τῆς σωτηρίας· ἄμφω δέ, καὶ ἡ παρουσία καὶ ἡ στέρησις, αἴτια ὡς κινοῦντα.
此外,同一事物也是相反事物的原因;因为当它在场时是某事的原因,我们有时会将它的不在场归因于相反的事物,例如舵手的不在场是翻船的原因,而他的在场则是安全的原因;在场和缺失(不在场)这两者,都是作为推动者而成为原因的。
—ἅπαντα δὲ τὰ νῦν εἰρημένα αἴτια εἰς τέτταρας τρόπους πίπτει τοὺς φανερωτάτους.
——现在所说的所有原因,都归属于最明显的四个类别。
τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ ἡ γῆ καὶ τὰ τοιαῦτα πάντα τῶν σωμάτων καὶ τὰ μέρη τοῦ ὅλου καὶ αἱ ὑποθέσεις τοῦ συμπεράσματος ὡς τὸ ἐξ οὗ αἴτιά ἐστιν· τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος.
因为音节的字母、人工制品的质料、火与土以及一切此类物体的元素、全体的部分、结论的假设,都是作为 “由此产生”的东西而成为原因的;而在这些之中,有些是作为底层基质(例如部分),有些是作为“本性”(“是什么曾是其所是”),即全体、结合和形相。