§5.12δύναμις λέγεται ἡ μὲν ἀρχὴ κινήσεως ἢ μεταβολῆς ἡ ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον, οἷον ἡ οἰκοδομικὴ δύναμίς ἐστιν ἣ οὐχ ὑπάρχει ἐν τῷ οἰκοδομουμένῳ, ἀλλʼ ἡ ἰατρικὴ δύναμις οὖσα ὑπάρχοι ἂν ἐν τῷ ἰατρευομένῳ, ἀλλʼ οὐχ ᾗ ἰατρευόμενος.
“能力”在一种意义上被说,是指在另一物中、或作为另一物的自身之中的运动或变化的始点。 例如,建筑术是一种能力,它并不存在于被建筑的建筑物之中;而医术虽然是一种能力,却可以存在于被治疗的人之中,但不是作为被治疗的人自身而存在。
ἡ μὲν οὖν ὅλως ἀρχὴ μεταβολῆς ἢ κινήσεως λέγεται δύναμις ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον, ἡ δʼ ὑφʼ ἑτέρου ἢ ᾗ ἕτερον (καθʼ ἣν γὰρ τὸ πάσχον πάσχει τι, ὁτὲ μὲν ἐὰν ὁτιοῦν, δυνατὸν αὐτό φαμεν εἶναι παθεῖν, ὁτὲ δʼ οὐ κατὰ πᾶν πάθος ἀλλʼ ἂν ἐπὶ τὸ βέλτιον)·
因此,总的来说,在另一物中、或作为另一物的自身之中的变化或运动的始点,被称为能力。 在另一种意义上,[能力是指]由另一物、或作为另一物自身[所引起的被动变化的始点](因为根据这一能力,受动者以某种方式受动;有时,如果它能受到任何影响,我们就说它有受动能力,而有时并不是针对任何受动,而是指朝向更好方向的受动)。
ἔτι ἡ τοῦ καλῶς τοῦτʼ ἐπιτελεῖν ἢ κατὰ προαίρεσιν·
此外,还有见地地或按照抉择来完成这件事情的能力。
ἐνίοτε γὰρ τοὺς μόνον ἂν πορευθέντας ἢ εἰπόντας, μὴ καλῶς δὲ ἢ μὴ ὡς προείλοντο, οὔ φαμεν δύνασθαι λέγειν ἢ βαδίζειν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πάσχειν.
因为有时对于那些仅仅散步或说话,却不见地或不按照自己抉择来进行的人,我们说他们不能说话或不能散步;在受动方面也是如此。
ἔτι ὅσαι ἕξεις καθʼ ἃς ἀπαθῆ ὅλως ἢ ἀμετάβλητα ἢ μὴ ῥᾳδίως ἐπὶ τὸ χεῖρον εὐμετακίνητα, δυνάμεις λέγονται·
此外,凡是事物依之而完全不受动、不变化,或者不易向坏的方向改变的那些状态,也被称为能力。
κλᾶται μὲν γὰρ καὶ συντρίβεται καὶ κάμπτεται καὶ ὅλως φθείρεται οὐ τῷ δύνασθαι ἀλλὰ τῷ μὴ δύνασθαι καὶ ἐλλείπειν τινός· ἀπαθῆ δὲ τῶν τοιούτων ἃ μόλις καὶ ἠρέμα πάσχει διὰ δύναμιν καὶ τῷ δύνασθαι καὶ τῷ ἔχειν πώς.
因为事物折断、破碎、弯曲以及总的来说消灭,并不是由于有能力,而是由于没有能力和缺乏某种东西;而对于这些作用不敏感的事物,之所以能免受或微弱地受到这些作用,是由于一种能力,且由于有能力并处于某种状态。
λεγομένης δὲ τῆς δυνάμεως τοσαυταχῶς, καὶ τὸ δυνατὸν ἕνα μὲν τρόπον λεχθήσεται τὸ ἔχον κινήσεως ἀρχὴν ἢ μεταβολῆς (καὶ γὰρ τὸ στατικὸν δυνατόν τι) ἐν ἑτέρῳ ἢ ᾗ ἕτερον, ἕνα δʼ ἐὰν ἔχῃ τι αὐτοῦ ἄλλο δύναμιν τοιαύτην, ἕνα δʼ ἐὰν ἔχῃ μεταβάλλειν ἐφʼ ὁτιοῦν δύναμιν, εἴτʼ ἐπὶ τὸ χεῖρον εἴτʼ ἐπὶ τὸ βέλτιον (καὶ γὰρ τὸ φθειρόμενον δοκεῖ δυνατὸν εἶναι φθείρεσθαι, ἢ οὐκ ἂν φθαρῆναι εἰ ἦν ἀδύνατον·
既然能力有这么多种说法,那么“能动的”在一种意义上,就是指拥有运动或变化之始点的事物(因为促使静止的事物也是某种有能力的事物),这种始点是在另一物中,或作为另一物的自身之中;在另一种意义上,是指若有其他某物对它拥有如此的能力;在另一种意义上,是指如果它拥有向任何方向变化的权力,无论向坏的还是向好的方向(因为即使正在消灭的事物也似乎是可能消灭的,或者说,如果它是不可能的,它就不会消灭;但实际上,它拥有某种处于此类受动的倾向、原因和始点。
νῦν δὲ ἔχει τινὰ διάθεσιν καὶ αἰτίαν καὶ ἀρχὴν τοῦ τοιούτου πάθους· ὁτὲ μὲν δὴ τῷ ἔχειν τι δοκεῖ, ὁτὲ δὲ τῷ ἐστερῆσθαι τοιοῦτον εἶναι·
因此,有时由于拥有某物而显得是可能的,有时则由于匮乏而显得如此。
εἰ δʼ ἡ στέρησίς ἐστιν ἕξις πως, πάντα τῷ ἔχειν ἂν εἴη τι, ὥστε τῷ τε ἔχειν ἕξιν τινὰ καὶ ἀρχήν ἐστι δυνατὸν καὶ τῷ ἔχειν τὴν τούτου στέρησιν, εἰ ἐνδέχεται ἔχειν στέρησιν· εἰ δὲ μή, ὁμωνύμως)· ἕνα δὲ τῷ μὴ ἔχειν αὐτοῦ δύναμιν ἢ ἀρχὴν ἄλλο ἢ ᾗ ἄλλο φθαρτικήν.
但如果匮乏在某种意义上也是一种状态,那么一切事物都将由于拥有某物修饰而是可能的,从而无论是由于拥有某种状态和始点,还是由于拥有对它的匮乏——如果匮乏可以被拥有的话;如果不能,则是同名异义地——都是可能的);在另一种意义上,则是由于另一物(或作为另一物的自身)没有对它的毁灭性能力或始点。
ἔτι δὲ ταῦτα πάντα ἢ τῷ μόνον ἂν συμβῆναι γενέσθαι ἢ μὴ γενέσθαι, ἢ τῷ καλῶς.
此外,所有这些被称为可能的,要么是由于仅仅可能发生或不发生,要么是由于见地地发生。
καὶ γὰρ ἐν τοῖς ἀψύχοις ἔνεστιν ἡ τοιαύτη δύναμις, οἷον ἐν τοῖς ὀργάνοις·
因为在无生物中也存在着这种能力,例如在工具中。
τὴν μὲν γὰρ δύνασθαί φασι φθέγγεσθαι λύραν, τὴν δʼ οὐδέν, ἂν ᾖ μὴ εὔφωνος.
因为人们说,一把竖琴能够发声,而另一把若声音不美妙,就根本不能发声。
ἀδυναμία δὲ ἐστὶ στέρησις δυνάμεως καὶ τῆς τοιαύτης ἀρχῆς οἵα εἴρηται, ἢ ὅλως ἢ τῷ πεφυκότι ἔχειν, ἢ καὶ ὅτε πέφυκεν ἤδη ἔχειν·
“无能”是能力的匮乏,也是上述那种始点的匮乏,它或者是完全的匮乏,或者是对于自然应该拥有它的事物的匮乏,或者是甚至在自然已经应该拥有它的时期的匮乏。
οὐ γὰρ ὁμοίως ἂν φαῖεν ἀδύνατον εἶναι γεννᾶν παῖδα καὶ ἄνδρα καὶ εὐνοῦχον.
因为人们不会以同样的方式说,一个男孩、一个成年男子和一个阉人不可能生育。
ἔτι δὲ καθʼ ἑκατέραν δύναμιν ἔστιν ἀδυναμία ἀντικειμένη, τῇ τε μόνον κινητικῇ καὶ τῇ καλῶς κινητικῇ.
此外,对于每一种能力,都存在着与之相对立的无能,既有针对仅能推动的能力的无能,也有针对见地地推动的能力的无能。
καὶ ἀδύνατα δὴ τὰ μὲν κατὰ τὴν ἀδυναμίαν ταύτην λέγεται, τὰ δὲ ἄλλον τρόπον, οἷον δυνατόν τε καὶ ἀδύνατον, ἀδύνατον μὲν οὗ τὸ ἐναντίον ἐξ ἀνάγκης ἀληθές (οἷον τὸ τὴν διάμετρον σύμμετρον εἶναι ἀδύνατον ὅτι ψεῦδος τὸ τοιοῦτον οὗ τὸ ἐναντίον οὐ μόνον ἀληθὲς ἀλλὰ καὶ ἀνάγκη· τὸ ἄρα σύμμετρον οὐ μόνον ψεῦδος ἀλλὰ καὶ ἐξ ἀνάγκης ψεῦδος)· τὸ δʼ ἐναντίον τούτῳ, τὸ δυνατόν, ὅταν μὴ ἀναγκαῖον ᾖ τὸ ἐναντίον ψεῦδος εἶναι, οἷον τὸ καθῆσθαι ἄνθρωπον δυνατόν· οὐ γὰρ ἐξ ἀνάγκης τὸ μὴ καθῆσθαι ψεῦδος.
而“不可能的”事物,其一是指由于这种无能而被说的,其二是以另一种方式被说的,就如“可能的”与“不可能的”那样。 不可能是指其相反者必然为真的情况(例如,正方形的对角线是可通约的,这是不可能的,因为这一表述是假的,而其相反者不仅是真的,而且是必然的;因此,可通约不仅是假的,而且是必然为假的);而与此相反的“可能的”,是指其相反者不必然为假的情况,例如,人坐着是可能的;因为人不坐着并不必然为假。
τὸ μὲν οὖν δυνατὸν ἕνα μὲν τρόπον, ὥσπερ εἴρηται, τὸ μὴ ἐξ ἀνάγκης ψεῦδος σημαίνει, ἕνα δὲ τὸ ἀληθές, ἕνα δὲ τὸ ἐνδεχόμενον ἀληθὲς εἶναι.
因此,可能的在一种意义上,正如所说的那样,意味着不必然为假,在另一种意义上意味着真,在另一种意义上意味着可以为真。
κατὰ μεταφορὰν δὲ ἡ ἐν γεωμετρίᾳ λέγεται δύναμις.
而在几何学中,“幂”是按比喻被说成能力的。
ταῦτα μὲν οὖν τὰ δυνατὰ οὐ κατὰ δύναμιν· τὰ δὲ λεγόμενα κατὰ δύναμιν πάντα λέγεται πρὸς τὴν πρώτην· αὕτη δʼ ἐστὶν ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ ἢ ᾗ ἄλλο.
现在,这些可能事物并不是根据能力而可能的;但那些根据能力而被说的事物,都是相对于第一种能力而被说的;这种第一能力是指在另一物中,或作为另一物的自身之中的变化始点。
τὰ γὰρ ἄλλα λέγεται δυνατὰ τῷ τὰ μὲν ἔχειν αὐτῶν ἄλλο τι τοιαύτην δύναμιν τὰ δὲ μὴ ἔχειν τὰ δὲ ὡδὶ ἔχειν.
因为其他事物被称为可能,是因为它们之中的一些由于有其他事物对其拥有如此的能力,另一些由于没有它,另一些由于以某种特定方式拥有它。
ὁμοίως δὲ καὶ τὰ ἀδύνατα.
对于不可能的事物也是如此。
ὥστε ὁ κύριος ὅρος τῆς πρώτης δυνάμεως ἂν εἴη ἀρχὴ μεταβλητικὴ ἐν ἄλλῳ ἢ ᾗ ἄλλο.
因此,第一能力的本来定义应该是:在另一物中,或作为另一物自身之中的变化始点。