§4.6εἰσὶ δέ τινες οἳ ἀποροῦσι καὶ τῶν ταῦτα πεπεισμένων καὶ τῶν τοὺς λόγους τούτους μόνον λεγόντων· ζητοῦσι γὰρ τίς ὁ κρινῶν τὸν ὑγιαίνοντα καὶ ὅλως τὸν περὶ ἕκαστα κρινοῦντα ὀρθῶς.
然而,在那些确信这些观点的人当中,以及在那些仅仅口头上说着这些论调的人当中,都有一些人产生疑问;因为他们寻求谁是那个判定健康人的人,以及总的来说,谁能对每件事做出正确的判定。
τὰ δὲ τοιαῦτα ἀπορήματα ὅμοιά ἐστι τῷ ἀπορεῖν πότερον καθεύδομεν νῦν ἢ ἐγρηγόραμεν, δύνανται δʼ αἱ ἀπορίαι αἱ τοιαῦται πᾶσαι τὸ αὐτό·
而这类疑问就像是怀疑我们现在是在睡觉还是醒着,所有这些疑问都具有同样的分量(效力)。
πάντων γὰρ λόγον ἀξιοῦσιν εἶναι οὗτοι· ἀρχὴν γὰρ ζητοῦσι, καὶ ταύτην διʼ ἀποδείξεως λαμβάνειν, ἐπεὶ ὅτι γε πεπεισμένοι οὐκ εἰσί, φανεροί εἰσιν ἐν ταῖς πράξεσιν.
因为这些人要求一切都有理由;他们寻求始基,并想要通过证明来获取它——因为他们在行动中显而易见并没有被说服。
ἀλλʼ ὅπερ εἴπομεν, τοῦτο αὐτῶν τὸ πάθος ἐστίν· λόγον γὰρ ζητοῦσιν ὧν οὐκ ἔστι λόγος· ἀποδείξεως γὰρ ἀρχὴ οὐκ ἀπόδειξίς ἐστιν.
但正如我们所说,这就是他们的病态(状况):因为他们对没有理由的事物寻求理由;因为证明的始基并不是证明。
οὗτοι μὲν οὖν ῥᾳδίως ἂν τοῦτο πεισθεῖεν (ἔστι γὰρ οὐ χαλεπὸν λαβεῖν)· οἱ δʼ ἐν τῷ λόγῳ τὴν βίαν μόνον ζητοῦντες ἀδύνατον ζητοῦσιν· ἐναντία γὰρ εἰπεῖν ἀξιοῦσιν, εὐθὺς ἐναντία λέγοντες.
因此,这些人很容易被说服(因为这并不难理解);但那些在辩论中只求强辩(强制)的人则是在寻求不可能的事;因为他们要求说相反的话,而他们自己立刻就在说相反的话。
εἰ δὲ μὴ ἔστι πάντα πρός τι, ἀλλʼ ἔνιά ἐστι καὶ αὐτὰ καθʼ αὑτά, οὐκ ἂν εἴη πᾶν τὸ φαινόμενον ἀληθές· τὸ γὰρ φαινόμενον τινί ἐστι φαινόμενον·
但是,如果并非所有事物都是相对的,而是有些事物也是自足存在的,那么并非所有显现的东西都会是真的;因为显现之物是对某人显现之物。
ὥστε ὁ λέγων ἅπαντα τὰ φαινόμενα εἶναι ἀληθῆ ἅπαντα ποιεῖ τὰ ὄντα πρός τι.
因此,宣称所有显现之物都是真的人,把所有存在物都变成了相对之物。
διὸ καὶ φυλακτέον τοῖς τὴν βίαν ἐν τῷ λόγῳ ζητοῦσιν, ἅμα δὲ καὶ ὑπέχειν λόγον ἀξιοῦσιν, ὅτι οὐ τὸ φαινόμενον ἔστιν ἀλλὰ τὸ φαινόμενον ᾧ φαίνεται καὶ ὅτε φαίνεται καὶ ᾗ καὶ ὥς.
因此,那些既在辩论中追求强制、同时又要求承担论证责任的人,必须以此来防备(进行自我限制):即存在的并非单纯的显现之物,而是对显现的对象、在显现的时候、以显现的器官和方式显现出来的东西。
ἂν δʼ ὑπέχωσι μὲν λόγον, μὴ οὕτω δʼ ὑπέχωσι, συμβήσεται αὑτοῖς τἀναντία ταχὺ λέγειν.
但如果他们承担论证责任,却不以此种方式承担,他们很快就会发现自己说出了相反的话。
ἐνδέχεται γὰρ τὸ αὐτὸ κατὰ μὲν τὴν ὄψιν μέλι φαίνεσθαι τῇ δὲ γεύσει μή, καὶ τῶν ὀφθαλμῶν δυοῖν ὄντοιν μὴ ταὐτὰ ἑκατέρᾳ τῇ ὄψει, ἂν ὦσιν ἀνόμοιαι·
因为同一事物完全可能在视觉上显现为蜂蜜,而在味觉上则不然;而且既然我们有两只眼睛,如果它们是不相同的,那么在两只眼睛各自的视觉中显现的也不是相同的东西。
ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι, καὶ διὰ τοῦτο πάνθʼ ὁμοίως εἶναι ψευδῆ καὶ ἀληθῆ· οὔτε γὰρ ἅπασι ταὐτὰ φαίνεσθαι οὔτε ταὐτῷ ἀεὶ ταὐτά, ἀλλὰ πολλάκις τἀναντία κατὰ τὸν αὐτὸν χρόνον (ἡ μὲν γὰρ ἁφὴ δύο λέγει ἐν τῇ ἐπαλλάξει τῶν δακτύλων ἡ δʼ ὄψις ἕν)· —ἀλλʼ οὔ τι τῇ αὐτῇ γε καὶ κατὰ τὸ αὐτὸ αἰσθήσει καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ, ὥστε τοῦτʼ ἂν εἴη ἀληθές.
因为,对于那些由于前述原因而声称显现之物是真实的,并由此认为一切事物同样既是假的也是真的那些人(毕竟,既不是对所有人显现的都相同,也不是对同一个人永远显现相同的,而是常常在同一时间显现相反的情况,例如当手指交叉时,触觉说是两个,而视觉说是一个)——然而,绝非是在同一感觉中、在同一方面、以相同方式且在同一时间如此显现的,因此这才是真实的。
ἀλλʼ ἴσως διὰ τοῦτʼ ἀνάγκη λέγειν τοῖς μὴ διʼ ἀπορίαν ἀλλὰ λόγου χάριν λέγουσιν, ὅτι οὐκ ἔστιν ἀληθὲς τοῦτο ἀλλὰ τούτῳ ἀληθές.
然而,对于那些并非因为疑惑、而仅仅是为了辩论而说话的人,或许因此不得不说,这不是绝对的真,而是对这个人而言是真的。
καὶ ὥσπερ δὴ πρότερον εἴρηται, ἀνάγκη πρός τι ποιεῖν ἅπαντα καὶ πρὸς δόξαν καὶ αἴσθησιν, ὥστʼ οὔτε γέγονεν οὔτʼ ἔσται οὐθὲν μηθενὸς προδοξάσαντος.
而且正如先前所说,他们必须把一切事物都变成相对的,既相对于意见也相对于感觉,以至于如果没有人预先形成意见,就没有任何东西曾经生成,也不会有任何东西将要生成。
εἰ δὲ γέγονεν ἢ ἔσται, δῆλον ὅτι οὐκ ἂν εἴη ἅπαντα πρὸς δόξαν.
但如果某物已经生成或将会生成,显而易见,并非所有事物都是相对于意见的。
ἔτι εἰ ἕν, πρὸς ἓν ἢ πρὸς ὡρισμένον· καὶ εἰ τὸ αὐτὸ καὶ ἥμισυ καὶ ἴσον, ἀλλʼ οὐ πρὸς τὸ διπλάσιόν γε τὸ ἴσον.
此外,如果某物是一,那它也是相对于一个一、或者相对于一个确定的东西;即使同一事物既是二等分又是相等,但“相等”也绝不是相对于“两倍”而言的。
πρὸς δὴ τὸ δοξάζον εἰ ταὐτὸ ἄνθρωπος καὶ τὸ δοξαζόμενον, οὐκ ἔσται ἄνθρωπος τὸ δοξάζον ἀλλὰ τὸ δοξαζόμενον.
如果对于形成意见的主体来说,人与被想象的客体(被形成意见的对象)是同一的,那么形成意见的主体就不是人,而是被想象的客体。
εἰ δʼ ἕκαστον ἔσται πρὸς τὸ δοξάζον, πρὸς ἄπειρα ἔσται τῷ εἴδει τὸ δοξάζον.
但如果每一事物都是相对于形成意见的主体,那么形成意见的主体就必须相对于在种类上无限多的事物。
ὅτι μὲν οὖν βεβαιοτάτη δόξα πασῶν τὸ μὴ εἶναι ἀληθεῖς ἅμα τὰς ἀντικειμένας φάσεις, καὶ τί συμβαίνει τοῖς οὕτω λέγουσι, καὶ διὰ τί οὕτω λέγουσι, τοσαῦτα εἰρήσθω·
因此,关于在所有意见中最确定的意见是“相反的判定不能同时为真”,以及对于那些如此宣称的人会产生什么结果、他们又为什么如此宣称,就说这么多了。
ἐπεὶ δʼ ἀδύνατον τὴν ἀντίφασιν ἅμα ἀληθεύεσθαι κατὰ τοῦ αὐτοῦ, φανερὸν ὅτι οὐδὲ τἀναντία ἅμα ὑπάρχειν ἐνδέχεται τῷ αὐτῷ· τῶν μὲν γὰρ ἐναντίων θάτερον στέρησίς ἐστιν οὐχ ἧττον, οὐσίας δὲ στέρησις· ἡ δὲ στέρησις ἀπόφασίς ἐστιν ἀπό τινος ὡρισμένου γένους·
由于在同一个主体上,矛盾不能同时为真,显然相反属性也不能同时存在于同一个主体上;因为在相反者中,其中之一无异于是一种缺失,而且是实体的缺失;而缺失则是对某一个确定属类的否定。
εἰ οὖν ἀδύνατον ἅμα καταφάναι καὶ ἀποφάναι ἀληθῶς, ἀδύνατον καὶ τἀναντία ὑπάρχειν ἅμα, ἀλλʼ ἢ πῇ ἄμφω ἢ θάτερον μὲν πῇ θάτερον δὲ ἁπλῶς.
因此,如果同时真实地进行肯定和否定是不可能的,那么相反者同时存在也是不可能的,除非两者都只是在某一方面存在,或者其中一个在某一方面而另一个则是绝对地存在。