Humanitext Reader

亚里士多德 · 形而上学 §4.2#2

对立物向一与多的归约及哲学范围

第 32 段,共 159 段 · 希腊语

内容简介

亚里士多德论证了研究“一”及其属性以及实体的属于同一门科学(哲学),解释了哲学与辩证术和诡辩术的区别,并指出所有对立物都可以归结为“一”与“多”。

§4.2#2ὥστʼ ἐπειδὴ πολλαχῶς τὸ ἓν λέγεται, καὶ ταῦτα πολλαχῶς μὲν λεχθήσεται, ὅμως δὲ μιᾶς ἅπαντά ἐστι γνωρίζειν· οὐ γὰρ εἰ πολλαχῶς, ἑτέρας, ἀλλʼ εἰ μήτε καθʼ ἓν μήτε πρὸς ἓν οἱ λόγοι ἀναφέρονται.
因此,既然“一”有多种含义,这些事物也将有多种含义,但尽管如此,认识它们所有事物仍属于同一门科学;因为即使有多种含义,它们也不属于另一门科学,除非它们的定义既不归结于“按单一含义”也不归结于“关联于一个事物”。
ἐπεὶ δὲ πάντα πρὸς τὸ πρῶτον ἀναφέρεται, οἷον ὅσα ἓν λέγεται πρὸς τὸ πρῶτον ἕν, ὡσαύτως φατέον καὶ περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ τῶν ἐναντίων ἔχειν·
既然所有事物都归结于那第一事物,例如凡是被被称为“一”的都归结于那第一的“一”,那么对于“同一”、“他”以及对立物,我们也必须同样看待。
ὥστε διελόμενον ποσαχῶς λέγεται ἕκαστον, οὕτως ἀποδοτέον πρὸς τὸ πρῶτον ἐν ἑκάστῃ κατηγορίᾳ πῶς πρὸς ἐκεῖνο λέγεται· τὰ μὲν γὰρ τῷ ἔχειν ἐκεῖνο τὰ δὲ τῷ ποιεῖν τὰ δὲ κατʼ ἄλλους λεχθήσεται τοιούτους τρόπους.
因此,在区分了每个词是在何种意义上被说之后,我们必须这样将它们归结于每个范畴中的第一者,说明它们是如何关联于那一者而被说的;因为有些是因为拥有那一者而被说,有些是因为产生那一者,有些则是按照其他此类方式而被说。
—φανερὸν οὖν ὅτι μιᾶς περὶ τούτων καὶ τῆς οὐσίας ἐστὶ λόγον ἔχειν (τοῦτο δʼ ἦν ἓν τῶν ἐν τοῖς ἀπορήμασιν), καὶ ἔστι τοῦ φιλοσόφου περὶ πάντων δύνασθαι θεωρεῖν.
因此,显而易见,对这些事物以及对实体拥有一个说明(这也是我们在诸疑难中所提到的问题之一),属于同一门科学,并且能够对一切事物进行观照是哲学家的本分。
εἰ γὰρ μὴ τοῦ φιλοσόφου, τίς ἔσται ὁ ἐπισκεψόμενος εἰ ταὐτὸ Σωκράτης καὶ Σωκράτης καθήμενος, ἢ εἰ ἓν ἑνὶ ἐναντίον, ἢ τί ἐστι τὸ ἐναντίον ἢ ποσαχῶς λέγεται;
因为如果这不属于哲学家,那么会有谁去考究“苏格拉底”和“坐着的苏格拉底”是否是同一个,或者一个事物是否只与一个事物相反,或者什么是相反,或者它有几种含义?
ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων τῶν τοιούτων.
同样,对于其他此类问题也是如此。
ἐπεὶ οὖν τοῦ ἑνὸς ᾗ ἓν καὶ τοῦ ὄντος ᾗ ὂν ταῦτα καθʼ αὑτά ἐστι πάθη, ἀλλʼ οὐχ ᾗ ἀριθμοὶ ἢ γραμμαὶ ἢ πῦρ, δῆλον ὡς ἐκείνης τῆς ἐπιστήμης καὶ τί ἐστι γνωρίσαι καὶ τὰ συμβεβηκότʼ αὐτοῖς.
因此,既然这些是“一”作为“一”以及“存在”作为“存在”的自身属性,而不是作为数、线或火的自身属性,那么显而易见,认识它们是什么以及它们的属性,都属于那门科学。
καὶ οὐ ταύτῃ ἁμαρτάνουσιν οἱ περὶ αὐτῶν σκοπούμενοι ὡς οὐ φιλοσοφοῦντες, ἀλλʼ ὅτι πρότερον ἡ οὐσία, περὶ ἧς οὐθὲν ἐπαΐουσιν, ἐπεὶ ὥσπερ ἔστι καὶ ἀριθμοῦ ᾗ ἀριθμὸς ἴδια πάθη, οἷον περιττότης ἀρτιότης, συμμετρία ἰσότης, ὑπεροχὴ ἔλλειψις, καὶ ταῦτα καὶ καθʼ αὑτοὺς καὶ πρὸς ἀλλήλους ὑπάρχει τοῖς ἀριθμοῖς (ὁμοίως δὲ καὶ στερεῷ καὶ ἀκινήτῳ καὶ κινουμένῳ ἀβαρεῖ τε καὶ βάρος ἔχοντι ἔστιν ἕτερα ἴδια), οὕτω καὶ τῷ ὄντι ᾗ ὂν ἔστι τινὰ ἴδια, καὶ ταῦτʼ ἐστὶ περὶ ὧν τοῦ φιλοσόφου ἐπισκέψασθαι τὸ ἀληθές.
那些考究这些事物的人之所以犯错,并不是因为他们没有研究哲学,而是因为实体更在先,而他们对实体却一无所知。 因为正如数作为数也有其特有的属性,例如奇、偶、对称、相等、过度、不足,并且这些既属于数自身也属于数与数之间的关系(同样,对于立体、静止之物、运动之物、无重之物以及具有重量之物也有其他特有的属性),同样,“存在”作为“存在”也有某些特有的属性,而这些也正是哲学家应该考究其真理的对象。
σημεῖον δέ· οἱ γὰρ διαλεκτικοὶ καὶ σοφισταὶ τὸ αὐτὸ μὲν ὑποδύονται σχῆμα τῷ φιλοσόφῳ· ἡ γὰρ σοφιστικὴ φαινομένη μόνον σοφία ἐστί, καὶ οἱ διαλεκτικοὶ διαλέγονται περὶ ἁπάντων, κοινὸν δὲ πᾶσι τὸ ὄν ἐστιν, διαλέγονται δὲ περὶ τούτων δῆλον ὅτι διὰ τὸ τῆς φιλοσοφίας ταῦτα εἶναι οἰκεῖα.
证明如下:辩证家和诡辩家都假装具有与哲学家相同的面貌(因为诡辩术只是表面上的智慧,而辩证家讨论一切事物,而“存在”对一切事物都是共同的,他们讨论这些显然是因为这些是哲学所特有的)。
περὶ μὲν γὰρ τὸ αὐτὸ γένος στρέφεται ἡ σοφιστικὴ καὶ ἡ διαλεκτικὴ τῇ φιλοσοφίᾳ, ἀλλὰ διαφέρει τῆς μὲν τῷ τρόπῳ τῆς δυνάμεως, τῆς δὲ τοῦ βίου τῇ προαιρέσει· ἔστι δὲ ἡ διαλεκτικὴ πειραστικὴ περὶ ὧν ἡ φιλοσοφία γνωριστική, ἡ δὲ σοφιστικὴ φαινομένη, οὖσα δʼ οὔ.
因为诡辩术和辩证术围绕着与哲学相同的类进行,但辩证术与哲学在能力的运作方式上不同,而诡辩术与哲学在生活的选择上不同;辩证术对哲学所认识的事物进行检验,而诡辩术则是表面的,实际上却不是。
ἔτι τῶν ἐναντίων ἡ ἑτέρα συστοιχία στέρησις, καὶ πάντα ἀνάγεται εἰς τὸ ὂν καὶ τὸ μὴ ὄν, καὶ εἰς ἓν καὶ πλῆθος, οἷον στάσις τοῦ ἑνὸς κίνησις δὲ τοῦ πλήθους· τὰ δʼ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων σχεδὸν ἅπαντες συγκεῖσθαι· πάντες γοῦν τὰς ἀρχὰς ἐναντίας λέγουσιν· οἱ μὲν γὰρ περιττὸν καὶ ἄρτιον, οἱ δὲ θερμὸν καὶ ψυχρόν, οἱ δὲ πέρας καὶ ἄπειρον, οἱ δὲ φιλίαν καὶ νεῖκος.
此外,在对立物中,其中一个系列是缺乏,所有事物都归结于“存在”和“非存在”,以及“一”和“多”,例如静止属于“一”,而运动属于“多”;并且,几乎所有人都同意存在的事物和实体是由对立物组成的;至少他们都说原理是对立的;因为有些说是奇和偶,有些说是热和冷,有些说是限和无限,有些说是友爱和斗争。
πάντα δὲ καὶ τἆλλα ἀναγόμενα φαίνεται εἰς τὸ ἓν καὶ πλῆθος (εἰλήφθω γὰρ ἡ ἀναγωγὴ ἡμῖν), αἱ δʼ ἀρχαὶ καὶ παντελῶς αἱ παρὰ τῶν ἄλλων ὡς εἰς γένη ταῦτα πίπτουσιν.
而其他一切事物似乎也归结于“一”和“多”(让我们接受这种归结),并且其他人提出的原理也完全落入这些类之中。
φανερὸν οὖν καὶ ἐκ τούτων ὅτι μιᾶς ἐπιστήμης τὸ ὂν ᾗ ὂν θεωρῆσαι.
因此,从这些中也显而易见,研究作为存在的存在属于同一门科学。
πάντα γὰρ ἢ ἐναντία ἢ ἐξ ἐναντίων, ἀρχαὶ δὲ τῶν ἐναντίων τὸ ἓν καὶ πλῆθος.
因为所有事物要么是对立物,要么由对立物组成,而对立物的原理是“一” 与“多”。
ταῦτα δὲ μιᾶς ἐπιστήμης, εἴτε καθʼ ἓν λέγεται εἴτε μή, ὥσπερ ἴσως ἔχει καὶ τἀληθές.
而这些事物属于同一门科学,不管它们是按单一含义说还是不是,正如或许事实确实如此。
ἀλλʼ ὅμως εἰ καὶ πολλαχῶς λέγεται τὸ ἕν, πρὸς τὸ πρῶτον τἆλλα λεχθήσεται καὶ τὰ ἐναντία ὁμοίως, καὶ εἰ μὴ ἔστι τὸ ὂν ἢ τὸ ἓν καθόλου καὶ ταὐτὸ ἐπὶ πάντων ἢ χωριστόν, ὥσπερ ἴσως οὐκ ἔστιν ἀλλὰ τὰ μὲν πρὸς ἓν τὰ δὲ τῷ ἐφεξῆς.
但尽管如此,即使“一”有多种含义,其他事物以及对立物也将同样关联于第一者而被说,即使“存在”或“一”并非在所有事物之上普遍且同一,或者独立存在(或许确实不是,而是有些关联于一,有些则因前后相继)。
καὶ διὰ τοῦτο οὐ τοῦ γεωμέτρου θεωρῆσαι τί τὸ ἐναντίον ἢ τέλειον ἢ ἓν ἢ ὂν ἢ ταὐτὸν ἢ ἕτερον, ἀλλʼ ἢ ἐξ ὑποθέσεως.
正因为如此,去观照什么是相反、完全、一、存在、同一或他者,并不是几何学家的工作,除非是基于假设。
ὅτι μὲν οὖν μιᾶς ἐπιστήμης τὸ ὂν ᾗ ὂν θεωρῆσαι καὶ τὰ ὑπάρχοντα αὐτῷ ᾗ ὄν, δῆλον, καὶ ὅτι οὐ μόνον τῶν οὐσιῶν ἀλλὰ καὶ τῶν ὑπαρχόντων ἡ αὐτὴ θεωρητική, τῶν τε εἰρημένων καὶ περὶ προτέρου καὶ ὑστέρου, καὶ γένους καὶ εἴδους, καὶ ὅλου καὶ μέρους καὶ τῶν ἄλλων τῶν τοιούτων.
因此,显而易见,研究作为存在的存在以及作为存在而属于它的属性属于同一门科学,并且这一门科学不仅研究实体,也研究实体的属性,包括上述事物、先与后、类与种、整体与部分,以及其他此类事物。

词汇与语法注释

  1. 1004a24ἑτέρας — 在 ἑτέρας 之后省略了属格名词 ἐπιστήμης。由 ἀλλʼ εἰ... 引导的条件从句应理解为省略了 ἀλλʼ ἑτέρας ἐστίν, εἰ...(而是,在……情况下才属于另一门科学)。
  2. 1004b24τῆς μὲν... τῆς δὲ — 属格的 τῆς μὲν 和 τῆς δὲ 分别指前句中提到的“辩证术”和“诡辩术”。它们在此作为分离或比较属格,与动词 διαφέρει 所关联的比较基准“哲学”(τῇ φιλοσοφίᾳ)进行对比。

引用这一段

亚里士多德, 形而上学 §4.2#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:4.2%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。