Humanitext Reader

亚里士多德 · 形而上学 §4.2#1

存在针对实体的多义性与对一的研究

第 31 段,共 159 段 · 希腊语

内容简介

尽管“存在”有多种含义,但都是关联于“实体”这一单一本性(焦点多义性)。由于“存在”与“一”在本性上是同一的,因此对“一”及其对立面(“多”、否定与缺乏)的研究属于以实体为首要对象的哲学这门统一的科学。

§4.2#1τὸ δὲ ὂν λέγεται μὲν πολλαχῶς, ἀλλὰ πρὸς ἓν καὶ μίαν τινὰ φύσιν καὶ οὐχ ὁμωνύμως ἀλλʼ ὥσπερ καὶ τὸ ὑγιεινὸν ἅπαν πρὸς ὑγίειαν, τὸ μὲν τῷ φυλάττειν τὸ δὲ τῷ ποιεῖν τὸ δὲ τῷ σημεῖον εἶναι τῆς ὑγιείας τὸ δʼ ὅτι δεκτικὸν αὐτῆς, καὶ τὸ ἰατρικὸν πρὸς ἰατρικήν (τὸ μὲν γὰρ τῷ ἔχειν ἰατρικὴν λέγεται ἰατρικὸν τὸ δὲ τῷ εὐφυὲς εἶναι πρὸς αὐτὴν τὸ δὲ τῷ ἔργον εἶναι τῆς ἰατρικῆς), ὁμοιοτρόπως δὲ καὶ ἄλλα ληψόμεθα λεγόμενα τούτοις,— οὕτω δὲ καὶ τὸ ὂν λέγεται πολλαχῶς μὲν ἀλλʼ ἅπαν πρὸς μίαν ἀρχήν·
虽然“存在”有多种含义,但都是关联于一个事物,即某一个本性而言的,而不是同音异义的。 这就好比所有“健康的”事物都关联于健康一样,有的是因为保持健康,有的是因为产生健康,有的是因为是健康的迹象,有的是因为能接受健康; “医学的”也是关联于医学(因为有的被称为医学的是因为拥有医学技术,有的是因为天生适合医学,有的是因为是医学的工作),我们也可以找到其他与这些类似方式来说的事物—— 同样,“存在”也有多种含义,但都是关联于一个原理。
τὰ μὲν γὰρ ὅτι οὐσίαι, ὄντα λέγεται, τὰ δʼ ὅτι πάθη οὐσίας, τὰ δʼ ὅτι ὁδὸς εἰς οὐσίαν ἢ φθοραὶ ἢ στερήσεις ἢ ποιότητες ἢ ποιητικὰ ἢ γεννητικὰ οὐσίας ἢ τῶν πρὸς τὴν οὐσίαν λεγομένων, ἢ τούτων τινὸς ἀποφάσεις ἢ οὐσίας· διὸ καὶ τὸ μὴ ὂν εἶναι μὴ ὄν φαμεν.
因为有些事物被称为“存在”是因为它们是实体,有些是因为是实体的属性,有些是因为是通往实体的途径,或者是实体的消亡、缺乏、性质,或者是实体或关联于实体的事物的生产或生成者,或者是这些事物中某一个的否定,或者是实体的否定;因此我们甚至说“非存在”也“是”非存在。
καθάπερ οὖν καὶ τῶν ὑγιεινῶν ἁπάντων μία ἐπιστήμη ἔστιν, ὁμοίως τοῦτο καὶ ἐπὶ τῶν ἄλλων.
那么,正如所有健康的事物都有一门统一的科学一样,其他事物也是如此。
οὐ γὰρ μόνον τῶν καθʼ ἓν λεγομένων ἐπιστήμης ἐστὶ θεωρῆσαι μιᾶς ἀλλὰ καὶ τῶν πρὸς μίαν λεγομένων φύσιν· καὶ γὰρ ταῦτα τρόπον τινὰ λέγονται καθʼ ἕν.
因为不仅对于那些按单一含义来说的事物,而且对于那些关联于单一本性来说的事物,研究它们也都属于同一门科学;因为这些事物在某种意义上也是关联于一个事物来说的。
δῆλον οὖν ὅτι καὶ τὰ ὄντα μιᾶς θεωρῆσαι ᾗ ὄντα.
因此,显然研究作为存在的存在也属于同一门科学。
πανταχοῦ δὲ κυρίως τοῦ πρώτου ἡ ἐπιστήμη, καὶ ἐξ οὗ τὰ ἄλλα ἤρτηται, καὶ διʼ ὃ λέγονται.
然而,在任何情况下,科学主要都是关于第一事物的,其他事物都依赖于它,并因它而被称呼。
εἰ οὖν τοῦτʼ ἐστὶν ἡ οὐσία, τῶν οὐσιῶν ἂν δέοι τὰς ἀρχὰς καὶ τὰς αἰτίας ἔχειν τὸν φιλόσοφον.
如果这就是“实体”,那么哲学家就必须掌握实体的原理和原因。
—ἅπαντος δὲ γένους καὶ αἴσθησις μία ἑνὸς καὶ ἐπιστήμη, οἷον γραμματικὴ μία οὖσα πάσας θεωρεῖ τὰς φωνάς· διὸ καὶ τοῦ ὄντος ᾗ ὂν ὅσα εἴδη θεωρῆσαι μιᾶς ἐστὶν ἐπιστήμης τῷ γένει, τά τε εἴδη τῶν εἰδῶν.
既然对于每一个单一的类,都有一种感觉和一门科学,例如文法学虽是一门,却研究所有的语音;因此,研究作为存在的存在的所有种,以及种之下的种,也都属于一门在类上相同的科学。
εἰ δὴ τὸ ὂν καὶ τὸ ἓν ταὐτὸν καὶ μία φύσις τῷ ἀκολουθεῖν ἀλλήλοις ὥσπερ ἀρχὴ καὶ αἴτιον, ἀλλʼ οὐχ ὡς ἑνὶ λόγῳ δηλούμενα (διαφέρει δὲ οὐθὲν οὐδʼ ἂν ὁμοίως ὑπολάβωμεν, ἀλλὰ καὶ πρὸ ἔργου μᾶλλον)· ταὐτὸ γὰρ εἷς ἄνθρωπος καὶ ἄνθρωπος, καὶ ὢν ἄνθρωπος καὶ ἄνθρωπος, καὶ οὐχ ἕτερόν τι δηλοῖ κατὰ τὴν λέξιν ἐπαναδιπλούμενον τὸ εἷς ἄνθρωπος καὶ εἷς ὢν ἄνθρωπος (δῆλον δʼ ὅτι οὐ χωρίζεται οὔτʼ ἐπὶ γενέσεως οὔτʼ ἐπὶ φθορᾶς), ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑνός, ὥστε φανερὸν ὅτι ἡ πρόσθεσις ἐν τούτοις ταὐτὸ δηλοῖ, καὶ οὐδὲν ἕτερον τὸ ἓν παρὰ τὸ ὄν, ἔτι δʼ ἡ ἑκάστου οὐσία ἕν ἐστιν οὐ κατὰ συμβεβηκός, ὁμοίως δὲ καὶ ὅπερ ὄν τι· —ὥσθʼ ὅσα περ τοῦ ἑνὸς εἴδη, τοσαῦτα καὶ τοῦ ὄντος· περὶ ὧν τὸ τί ἐστι τῆς αὐτῆς ἐπιστήμης τῷ γένει θεωρῆσαι, λέγω δʼ οἷον περὶ ταὐτοῦ καὶ ὁμοίου καὶ τῶν ἄλλων τῶν τοιούτων.
如果“存在”和“一”是同一的,是一门由于相互伴随而结合的本性(正如原理和原因那样),而不是因为由一个定义来表明(不过,即使我们把它们设想为相同的,也没有什么不同,反而更便于我们的工作);因为“一个人”和“人”是同一的, “存在的人”和“人”也是同一的,而且在字面上重复说“一个人”和“一个存在的人”并不表明任何不同的东西(显然它们无论在生成中还是在消亡中都不可分离),同样的情况也适用于“一”,所以显而易见,在这些情况下,附加词表明的是同一事物,而“一”在“存在”之外并不是任何别的东西;此外,每个事物的实体并非由于偶然而是“一”,同样也并非由于偶然而是某个“存在”—— 这样,“一”有多少种,“存在”也就有多少种;研究这些种的本质属于在类上相同的科学,我指的是例如关于同一、相似以及其他诸如此类的事物。
σχεδὸν δὲ πάντα ἀνάγεται τἀναντία εἰς τὴν ἀρχὴν ταύτην· τεθεωρήσθω δʼ ἡμῖν ταῦτα ἐν τῇ ἐκλογῇ τῶν ἐναντίων.
几乎所有的对立物都可以归结为这一原理;这些我们已在《对立物选集》中进行了考察。
καὶ τοσαῦτα μέρη φιλοσοφίας ἔστιν ὅσαι περ αἱ οὐσίαι· ὥστε ἀναγκαῖον εἶναί τινα πρώτην καὶ ἐχομένην αὐτῶν.
哲学的部门与实体的数量一样多;因此必然有某种第一哲学和紧随其后的哲学。
ὑπάρχει γὰρ εὐθὺς γένη ἔχον τὸ ὂν· διὸ καὶ αἱ ἐπιστῆμαι ἀκολουθήσουσι τούτοις.
因为 “存在”直接具有各种类,因此各门科学也将伴随这些类。
ἔστι γὰρ ὁ φιλόσοφος ὥσπερ ὁ μαθηματικὸς λεγόμενος· καὶ γὰρ αὕτη ἔχει μέρη, καὶ πρώτη τις καὶ δευτέρα ἔστιν ἐπιστήμη καὶ ἄλλαι ἐφεξῆς ἐν τοῖς μαθήμασιν.
因为哲学家就像所谓的数学家一样;因为数学这门科学也有部门,并且在数学诸科学中有某种第一和第二科学,以及其他依次排列的科学。
—ἐπεὶ δὲ μιᾶς τἀντικείμενα θεωρῆσαι, τῷ δὲ ἑνὶ ἀντίκειται πλῆθος—ἀπόφασιν δὲ καὶ στέρησιν μιᾶς ἐστὶ θεωρῆσαι διὰ τὸ ἀμφοτέρως θεωρεῖσθαι τὸ ἓν οὗ ἡ ἀπόφασις ἢ ἡ στέρησις (ἢ γὰρ ἁπλῶς λέγομεν ὅτι οὐχ ὑπάρχει ἐκεῖνο, ἤ τινι γένει· ἔνθα μὲν οὖν †τῷ ἑνὶ ἡ διαφορὰ πρόσεστι παρὰ τὸ ἐν τῇ ἀποφάσει†, ἀπουσία γὰρ ἡ ἀπόφασις ἐκείνου ἐστίν, ἐν δὲ τῇ στερήσει καὶ ὑποκειμένη τις φύσις γίγνεται καθʼ ἧς λέγεται ἡ στέρησις) —ὥστε καὶ τἀντικείμενα τοῖς εἰρημένοις, τό τε ἕτερον καὶ ἀνόμοιον καὶ ἄνισον καὶ ὅσα ἄλλα λέγεται ἢ κατὰ ταῦτα ἢ κατὰ πλῆθος καὶ τὸ ἕν, τῆς εἰρημένης γνωρίζειν ἐπιστήμης· ὧν ἐστὶ καὶ ἡ ἐναντιότης· διαφορὰ γάρ τις ἡ ἐναντιότης, ἡ δὲ διαφορὰ ἑτερότης.
然而,既然研究对立物属于同一门科学,而“一”的对立面是“多”——而且研究否定和缺乏也属于同一门科学,因为这两者都研究那作为否定或缺乏之对象的“一”(因为我们或者是简单地说那事物不存在,或者是在某个类中不存在;在前一种情况下,†除了否定中的东西之外,差异还加在了“一”上†,因为否定是该事物的缺席,而在缺乏中,则也有某种作为缺乏之载体的底层本性产生)——因此,认识上述事物的对立面,即“他”、“不似”、“不等”以及其他任何按照这些或者按照多与一来说的事物,都属于上述科学;而“相反性”也属于其中;因为相反性是某种差异,而差异就是他者性。

词汇与语法注释

  1. 1003a33πρὸς ἓν — `πρὸς ἕν`(关联于一个事物)这一表达表明了第三种多义性形式,它既不是纯粹的同音异义(偶然同名),也不是纯粹的同义(定义完全相同)。这是亚里士多德哲学中“焦点多义性(focal meaning)”的核心概念。
  2. 1003b23τῷ ἀκολουθεῖν — `τῷ ἀκολουθεῖν` 是带冠词不定式的与格,表示手段或原因(“通过伴随”)。此处用于解释“存在”与“一”由于在逻辑上相互伴随而具有同一性。
  3. 1004a20ὧν — `ὧν` 是属格关系代词,其先行词是“对立物”(`τἀντικείμενα`)。此处作为部分属格使用(“在这些对立物之中,相反性也属于其列”)。

引用这一段

亚里士多德, 形而上学 §4.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:4.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。