§3.6ὅλως δʼ ἀπορήσειεν ἄν τις διὰ τί καὶ δεῖ ζητεῖν ἄλλʼ ἄττα παρά τε τὰ αἰσθητὰ καὶ τὰ μεταξύ, οἷον ἃ τίθεμεν εἴδη.
总的来说,人们可能会提出疑问:为什么除了感觉事物和中间事物(数学对象)之外,还需要探求其他某些事物,例如我们所设定的形相。
εἰ γὰρ διὰ τοῦτο, ὅτι τὰ μὲν μαθηματικὰ τῶν δεῦρο ἄλλῳ μέν τινι διαφέρει, τῷ δὲ πόλλʼ ἄττα ὁμοειδῆ εἶναι οὐθὲν διαφέρει, ὥστʼ οὐκ ἔσονται αὐτῶν αἱ ἀρχαὶ ἀριθμῷ ἀφωρισμέναι (ὥσπερ οὐδὲ τῶν ἐνταῦθα γραμμάτων ἀριθμῷ μὲν πάντων οὐκ εἰσὶν αἱ ἀρχαὶ ὡρισμέναι, εἴδει δέ, ἐὰν μὴ λαμβάνῃ τις τησδὶ τῆς συλλαβῆς ἢ τησδὶ τῆς φωνῆς· τούτων δʼ ἔσονται καὶ ἀριθμῷ ὡρισμέναι—ὁμοίως δὲ καὶ ἐπὶ τῶν μεταξύ· ἄπειρα γὰρ κἀκεῖ τὰ ὁμοειδῆ), ὥστʼ εἰ μὴ ἔστι παρὰ τὰ αἰσθητὰ καὶ τὰ μαθηματικὰ ἕτερʼ ἄττα οἷα λέγουσι τὰ εἴδη τινές, οὐκ ἔσται μία ἀριθμῷ ἀλλʼ εἴδει οὐσία, οὐδʼ αἱ ἀρχαὶ τῶν ὄντων ἀριθμῷ ἔσονται ποσαί τινες ἀλλὰ εἴδει· —εἰ οὖν τοῦτο ἀναγκαῖον, καὶ τὰ εἴδη ἀναγκαῖον διὰ τοῦτο εἶναι τιθέναι.
因为,如果这是由于以下原因,即数学对象与这里的事物在某些其他方面有所不同,但在有许多同类事物存在这一点上却毫无区别,以至于它们的原理在数量上无法被限定(——正如这里字母的原理在数量上并非全部被限定,而是在种上被限定,除非有人针对特定的这个音节或特定的这个声音;对于这些,其原理在数量上也是被限定的——同样,对于中间事物也是如此,因为在那里同类的事物也是无限的),因此,如果除了感觉事物和数学对象之外,没有其他某些像有些人所说的形相那样的东西,那么就不会有在数量上为一而只在种上为一的实体,存在物的原理在数量上也不会有若干个,而只能在种上[有若干个];——那么,如果这是必须的,由于这个原因,设定形相的存在也是必须的。
καὶ γὰρ εἰ μὴ καλῶς διαρθροῦσιν οἱ λέγοντες, ἀλλʼ ἔστι γε τοῦθʼ ὃ βούλονται, καὶ ἀνάγκη ταῦτα λέγειν αὐτοῖς, ὅτι τῶν εἰδῶν οὐσία τις ἕκαστόν ἐστι καὶ οὐθὲν κατὰ συμβεβηκός.
因为,即使那些这样说的人没有阐述得很清楚,但这就是他们想要的,而且他们必须这样说,即每一个形相都是某种实体,没有任何一个是偶然的。
— ἀλλὰ μὴν εἴ γε θήσομεν τά τε εἴδη εἶναι καὶ ἓν ἀριθμῷ τὰς ἀρχὰς ἀλλὰ μὴ εἴδει, εἰρήκαμεν ἃ συμβαίνειν ἀναγκαῖον ἀδύνατα.
—— 然而,如果我们假定形相存在,且原理在数量上为一而不在种上为一,那么我们已经说明了必然会产生哪些不可能的后果。
—σύνεγγυς δὲ τούτων ἐστὶ τὸ διαπορῆσαι πότερον δυνάμει ἔστι τὰ στοιχεῖα ἤ τινʼ ἕτερον τρόπον.
——与这些非常接近的是彻底探讨:元素是作为能力存在,还是以其他某种方式存在。
εἰ μὲν γὰρ ἄλλως πως, πρότερόν τι ἔσται τῶν ἀρχῶν ἄλλο (πρότερον γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας, τὸ δὲ δυνατὸν οὐκ ἀναγκαῖον ἐκείνως πᾶν ἔχειν)· εἰ δʼ ἔστι δυνάμει τὰ στοιχεῖα, ἐνδέχεται μηθὲν εἶναι τῶν ὄντων· δυνατὸν γὰρ εἶναι καὶ τὸ μήπω ὄν· γίγνεται μὲν γὰρ τὸ μὴ ὄν, οὐθὲν δὲ γίγνεται τῶν εἶναι ἀδυνάτων.
因为,如果以其他某种方式存在,那么就会有某种比原理更先在的东西(因为能力先于那个原因[实现],而可能的事物并不必然都以那种方式存在);但是,如果元素是作为能力存在,那么可能没有任何存在物存在;因为尚未存在的东西也是可能存在的;实际上,非存在能够生成,但任何不可能存在的东西都无法生成。
—ταύτας τε οὖν τὰς ἀπορίας ἀναγκαῖον ἀπορῆσαι περὶ τῶν ἀρχῶν, καὶ πότερον καθόλου εἰσὶν ἢ ὡς λέγομεν τὰ καθʼ ἕκαστα.
——因此,关于原理,我们必须提出这些难题,以及它们究竟是普遍的,还是像我们所说的那样是特殊的。
εἰ μὲν γὰρ καθόλου, οὐκ ἔσονται οὐσίαι (οὐθὲν γὰρ τῶν κοινῶν τόδε τι σημαίνει ἀλλὰ τοιόνδε, ἡ δʼ οὐσία τόδε τι· εἰ δʼ ἔσται τόδε τι καὶ ἓν θέσθαι τὸ κοινῇ κατηγορούμενον, πολλὰ ἔσται ζῷα ὁ Σωκράτης, αὐτός τε καὶ ὁ ἄνθρωπος καὶ τὸ ζῷον, εἴπερ σημαίνει ἕκαστον τόδε τι καὶ ἕν)· —εἰ μὲν οὖν καθόλου αἱ ἀρχαί, ταῦτα συμβαίνει· εἰ δὲ μὴ καθόλου ἀλλʼ ὡς τὰ καθʼ ἕκαστα, οὐκ ἔσονται ἐπιστηταί (καθόλου γὰρ ἡ ἐπιστήμη πάντων), ὥστʼ ἔσονται ἀρχαὶ ἕτεραι πρότεραι τῶν ἀρχῶν αἱ καθόλου κατηγορούμεναι, ἄνπερ μέλλῃ ἔσεσθαι αὐτῶν ἐπιστήμη.
因为,如果它们是普遍的,它们就不是实体(因为共同的术语没有任何一个表示“这个”,而是表示“这样的”,而实体则是“这个”;但如果假定共同被陈述的东西是“这个”且为一,那么索克拉底就将是许多个动物,即他自己、人以及动物,如果每一个都确实表示“这个”且为一的话);——因此,如果原理是普遍的,就会产生这些结果;而如果它们不是普遍的,而是像特殊的,它们就不是可知的(因为一切的知识都是关于普遍的),因此,如果要有关于它们的知识,就必须存在着先于这些原理的、被普遍陈述的其他原理。