§2.2ἀλλὰ μὴν ὅτι γʼ ἔστιν ἀρχή τις καὶ οὐκ ἄπειρα τὰ αἴτια τῶν ὄντων οὔτʼ εἰς εὐθυωρίαν οὔτε κατʼ εἶδος, δῆλον.
然而显然,存在的万物必有某一原理,且原因无论是在直线排列上还是在种类上都不是无限的。
οὔτε γὰρ ὡς ἐξ ὕλης τόδʼ ἐκ τοῦδε δυνατὸν ἰέναι εἰς ἄπειρον (οἷον σάρκα μὲν ἐκ γῆς, γῆν δʼ ἐξ ἀέρος, ἀέρα δʼ ἐκ πυρός, καὶ τοῦτο μὴ ἵστασθαι), οὔτε ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως (οἷον τὸν μὲν ἄνθρωπον ὑπὸ τοῦ ἀέρος κινηθῆναι, τοῦτον δʼ ὑπὸ τοῦ ἡλίου, τὸν δὲ ἥλιον ὑπὸ τοῦ νείκους, καὶ τούτου μηδὲν εἶναι πέρας)·
因为既不能像从质料出发那样,一个从另一个无限地产生下去(例如肉产生于土,土产生于空气,空气产生于火,且这过程永不停止);也不能在运动的起点上无限后退(例如人被空气推动,空气被太阳推动,太阳被争斗推动,而这没有终点)。
ὁμοίως δὲ οὐδὲ τὸ οὗ ἕνεκα εἰς ἄπειρον οἷόν τε ἰέναι, βάδισιν μὲν ὑγιείας ἕνεκα, ταύτην δʼ εὐδαιμονίας, τὴν δʼ εὐδαιμονίαν ἄλλου, καὶ οὕτως ἀεὶ ἄλλο ἄλλου ἕνεκεν εἶναι·
同样地,目的因也不能无限进行——散步是为了健康,健康是为了幸福,幸福是为了其他事物,如此总是这一个为了那一个。
καὶ ἐπὶ τοῦ τί ἦν εἶναι δʼ ὡσαύτως.
关于本质也是如此。
τῶν γὰρ μέσων, ὧν ἐστί τι ἔσχατον καὶ πρότερον, ἀναγκαῖον εἶναι τὸ πρότερον αἴτιον τῶν μετʼ αὐτό.
因为在具有最末项和最前项的中间项情况中,最前项必然是其后各项的原因。
εἰ γὰρ εἰπεῖν ἡμᾶς δέοι τί τῶν τριῶν αἴτιον, τὸ πρῶτον ἐροῦμεν· οὐ γὰρ δὴ τό γʼ ἔσχατον, οὐδενὸς γὰρ τὸ τελευταῖον· ἀλλὰ μὴν οὐδὲ τὸ μέσον, ἑνὸς γάρ (οὐθὲν δὲ διαφέρει ἓν ἢ πλείω εἶναι, οὐδʼ ἄπειρα ἢ πεπερασμένα).
因为如果我们要说明这三者中哪一个是原因,我们会说是第一个;当然不会是最后一个,因为最末项不是任何东西的原因;但也不是中间项,因为它是仅一项的原因(而中间是一项还是多项,是无限还是有限,并无区别)。
τῶν δʼ ἀπείρων τοῦτον τὸν τρόπον καὶ ὅλως τοῦ ἀπείρου πάντα τὰ μόρια μέσα ὁμοίως μέχρι τοῦ νῦν· ὥστʼ εἴπερ μηδέν ἐστι πρῶτον, ὅλως αἴτιον οὐδέν ἐστιν.
然而,对于以这种方式无限的事物以及一般的无限,所有的部分直到现在都是中间项;因此,如果没有第一项,就根本没有原因。
—ἀλλὰ μὴν οὐδʼ ἐπὶ τὸ κάτω οἷόν τε εἰς ἄπειρον ἰέναι, τοῦ ἄνω ἔχοντος ἀρχήν, ὥστʼ ἐκ πυρὸς μὲν ὕδωρ, ἐκ δὲ τούτου γῆν, καὶ οὕτως ἀεὶ ἄλλο τι γίγνεσθαι γένος.
——然而,在上方有起点的情况下,向下无限进行也是不可能的,例如从火产生水,从水产生土,如此总是产生另一种事物。
διχῶς γὰρ γίγνεται τόδε ἐκ τοῦδε—μὴ ὡς τόδε λέγεται μετὰ τόδε, οἷον ἐξ Ἰσθμίων Ὀλύμπια, ἀλλʼ ἢ ὡς ἐκ παιδὸς ἀνὴρ μεταβάλλοντος ἢ ὡς ἐξ ὕδατος ἀήρ.
因为一个从另一个产生有两种方式——不是像一个事件在另一个事件之后被提及那样(例如在伊斯米亚竞技会之后有奥运会),而是要么像人由变化中的儿童产生,要么像空气由水产生。
ὡς μὲν οὖν ἐκ παιδὸς ἄνδρα γίγνεσθαί φαμεν, ὡς ἐκ τοῦ γιγνομένου τὸ γεγονὸς ἢ ἐκ τοῦ ἐπιτελουμένου τὸ τετελεσμένον (ἀεὶ γάρ ἐστι μεταξύ, ὥσπερ τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις, οὕτω καὶ τὸ γιγνόμενον τοῦ ὄντος καὶ μὴ ὄντος· ἔστι γὰρ ὁ μανθάνων γιγνόμενος ἐπιστήμων, καὶ τοῦτʼ ἐστὶν ὃ λέγεται, ὅτι γίγνεται ἐκ μανθάνοντος ἐπιστήμων)· τὸ δʼ ὡς ἐξ ἀέρος ὕδωρ, φθειρομένου θατέρου.
现在,我们说人由儿童产生,是指已生成者由正在生成者产生,或已完成者由正在被完成者产生(因为在这两者之间总是有中间状态,正如生成处于存在与非存在之间,正在生成者也是在存在与非存在之间;因为学习者是正在成为有知识者的人,这就是所谓的有知识者由学习者产生);而另一种方式,如空气产生水,则涉及其中一方的消灭。
διὸ ἐκεῖνα μὲν οὐκ ἀνακάμπτει εἰς ἄλληλα, οὐδὲ γίγνεται ἐξ ἀνδρὸς παῖς (οὐ γὰρ γίγνεται ἐκ τῆς γενέσεως τὸ γιγνόμενον ἀλλʼ ὃ ἔστι μετὰ τὴν γένεσιν· οὕτω γὰρ καὶ ἡμέρα ἐκ τοῦ πρωΐ, ὅτι μετὰ τοῦτο· διὸ οὐδὲ τὸ πρωῒ ἐξ ἡμέρας)·
因此,前一种情况下的事物不能相互转化,儿童也不能由人产生(因为正在生成者不是由生成过程产生的,而是在生成过程之后存在的东西;因为正如白天由黎明产生,是因为白天在黎明之后,因此黎明并不由白天产生);但后一种情况下的事物则相互转化。
θάτερα δὲ ἀνακάμπτει. ἀμφοτέρως δὲ ἀδύνατον εἰς ἄπειρον ἰέναι·
但这两种情况都不可能无限进行。
τῶν μὲν γὰρ ὄντων μεταξὺ ἀνάγκη τέλος εἶναι, τὰ δʼ εἰς ἄλληλα ἀνακάμπτει· ἡ γὰρ θατέρου φθορὰ θατέρου ἐστὶ γένεσις.
因为对于那些中间的事物,必然有一个终点,而另一类则相互转化;因为一方的消灭就是另一方的生成。
—ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀΐδιον ὂν φθαρῆναι·
——同时,第一者既然是永恒的,也就不可能被消灭。
ἐπεὶ γὰρ οὐκ ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, ἀνάγκη ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο μὴ ἀΐδιον εἶναι.
因为既然向上方向的生成不是无限的,那么由其消灭而首先产生某物的那个第一者,必然不是永恒的。
ἔτι δὲ τὸ οὗ ἕνεκα τέλος, τοιοῦτον δὲ ὃ μὴ ἄλλου ἕνεκα ἀλλὰ τἆλλα ἐκείνου, ὥστʼ εἰ μὲν ἔσται τοιοῦτόν τι ἔσχατον, οὐκ ἔσται ἄπειρον, εἰ δὲ μηθὲν τοιοῦτον, οὐκ ἔσται τὸ οὗ ἕνεκα, ἀλλʼ οἱ τὸ ἄπειρον ποιοῦντες λανθάνουσιν ἐξαιροῦντες τὴν τοῦ ἀγαθοῦ φύσιν (καίτοι οὐθεὶς ἂν ἐγχειρήσειεν οὐδὲν πράττειν μὴ μέλλων ἐπὶ πέρας ἥξειν)· οὐδʼ ἂν εἴη νοῦς ἐν τοῖς οὖσιν·
此外,目的因是终点,它是这样一种东西:它不为了其他任何事物,而其他事物都为了它;因此,如果存在这样一个最末项,它就不会是无限的;但如果没有这样的项,就不会有目的因。 然而,主张无限的人并没有意识到他们正在取消“善”的本性(然而,如果没有到达终点的打算,没有人会着手做任何事);在存在的事物中也不会有理智。
ἕνεκα γάρ τινος ἀεὶ πράττει ὅ γε νοῦν ἔχων, τοῦτο δέ ἐστι πέρας· τὸ γὰρ τέλος πέρας ἐστίν.
因为凡有理智者,总是为了某种目的而行动,这就是界限;因为终点就是界限。
ἀλλὰ μὴν οὐδὲ τὸ τί ἦν εἶναι ἐνδέχεται ἀνάγεσθαι εἰς ἄλλον ὁρισμὸν πλεονάζοντα τῷ λόγῳ· ἀεί τε γὰρ ἔστιν ὁ ἔμπροσθεν μᾶλλον, ὁ δʼ ὕστερος οὐκ ἔστιν, οὗ δὲ τὸ πρῶτον μὴ ἔστιν, οὐδὲ τὸ ἐχόμενον·
然而,本质也不可能被还原为在定义上更为冗长的另一个定义;因为前一个定义总是更为本真,而后的定义则不然,没有第一项的地方,也就没有紧接其后的一项。
ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτως λέγοντες, οὐ γὰρ οἷόν τε εἰδέναι πρὶν εἰς τὰ ἄτομα ἐλθεῖν·
此外,这样说的人取消了科学知识;因为在达到不可分割的单位之前,是不可能认识任何事物的。
καὶ τὸ γιγνώσκειν οὐκ ἔστιν, τὰ γὰρ οὕτως ἄπειρα πῶς ἐνδέχεται νοεῖν;
认识也是不可能的,因为如何能思考这种无限的事物呢?
οὐ γὰρ ὅμοιον ἐπὶ τῆς γραμμῆς, ἣ κατὰ τὰς διαιρέσεις μὲν οὐχ ἵσταται, νοῆσαι δʼ οὐκ ἔστι μὴ στήσαντα (διόπερ οὐκ ἀριθμήσει τὰς τομὰς ὁ τὴν ἄπειρον διεξιών), ἀλλὰ καὶ τὴν ὅλην οὐ κινουμένῳ νοεῖν ἀνάγκη.
这不同于线条,线条在分割上虽不停止,但除非停止,否则无法思考(因此遍历无限者无法计算分割的段数),但要思考整条线,也必须在不动中思考。
καὶ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι· εἰ δὲ μή, οὐκ ἄπειρόν γʼ ἐστὶ τὸ ἀπείρῳ εἶναι.
而且无限者不可能是任何东西的本质;否则,至少“无限的本质”并不是无限的。
—ἀλλὰ μὴν καὶ εἰ ἄπειρά γʼ ἦσαν πλήθει τὰ εἴδη τῶν αἰτίων, οὐκ ἂν ἦν οὐδʼ οὕτω τὸ γιγνώσκειν· τότε γὰρ εἰδέναι οἰόμεθα ὅταν τὰ αἴτια γνωρίσωμεν· τὸ δʼ ἄπειρον κατὰ τὴν πρόσθεσιν οὐκ ἔστιν ἐν πεπερασμένῳ διεξελθεῖν.
——然而,即使原因的种类在数量上是无限的,认识也同样是不可能的;因为我们认为只有当我们认识了原因时,我们才算知道;但在有限的时间内,是无法遍历由于相加而形成的无限的。